Ancient Greek · ~9 min
Pg 667
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 667
Not analysed yet
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐποίησεν ἀλλὰ πανταχοῦ τὸ ἦν, μετὰ τὸ ἦν τότε τὸ ἐποίησεν, οὐκ ἐπὶ τοῦ δημιουργοῦ ἀλλ' ἐπὶ τῶν κτισμάτων. Καὶ ἵνα μάθῃς πῶς τὸ ἦν καὶ πῶς τὸ ἐποίησεν, ἐγὼ λέγω ὑμεῖς ἀριθμεῖτε. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· ἰδοὺ τέταρτον ἐμνημόνευσε τοῦ Λόγου καὶ οὐδὲ ἅπαξ εἶπε τὸ ἐγένετο. Τί οὖν μετὰ ταῦτα; πάντα δι' αὐτοῦ ἐγένετο· οὐκ εἶπεν ἐνταῦθα ἦν· διατί; ὅτι περὶ τῶν κτισμάτων ἦν ὁ λόγος· πάντα δι' αὐτοῦ ἐγένετο. Ἐγένετο· καὶ οὐκ εἶπε τὸ ἦν ἀλλὰ τὸ ἐγένετο· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάλιν τὸ ἐγένετο· ὅπου περὶ Θεοῦ τὸ ἦν, ὅπου περὶ τῶν κτισμάτων τὸ ἐγένετο. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἐντεῦθεν καὶ ὁ Πατὴρ κατὰ τὴν Παλαιὰν Διαθήκην ἐγνωρίζετο. Ὅτε γὰρ εἶπεν αὐτῷ Μωϋσῆς· ἐὰν εἴπωσί μοι υἱοὶ Ἰσραήλ, τίς ὁ ἀποστείλας σε πρὸς ἡμᾶς, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπεν ὁ Θεός· ἐγώ εἰμι ὁ ὤν, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ὁ Πατὴρ ὁ ὤν, ὁ Υἱὸς ἐν ἀρχῇ ἦν. Εἰ δέ τις φιλονεικεῖ λέγων, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ γὰρ τοῦ Πατρὸς ὁ ὢν ἐγώ εἰμι ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἐν ἀρχῇ ἦν, οὐκ ἔστι δὲ τὸ αὐτὸ τὸ ὢν καὶ τὸ ἦν, δείκνυμι καὶ τὴν αὐτὴν προσηγορίαν καὶ τοῦ μονογενοῦς· ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἰδοὺ μίαν ἔχει φωνὴν εὐαγγελίου εἰς τὸ ὁ ὤν. Καὶ πάλιν ὁ ἀπόστολος· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἶδες ὅπως σε ἀσφαλίζεται Ἰωάννης, τὸ ἦν ἐπὶ τοῦ Θεοῦ τεθεικὼς τὸ δὲ ἐγένετο ἐπὶ τῶν κτισμάτων; οὔτε γὰρ τῷ Θεῷ πρέπει τὸ ἐγένετο, οὔτε τῇ κτίσει τὸ ἦν.