Ancient Greek · ~3 min
1.Fragment t to 1.2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Caesarium [Sp.] 1.Fragment t-2
Not analysed yet
Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον ἐπιστολῆς μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μεῖξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολλιναρίου τὸ ἀτόπημα, αὕτη τῶν εἰσαγόντων κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβεστάτη αἵρεσις. Ἐκ τῆς αὐτῆς ἐπιστολῆς Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα. Ὅθεν καὶ παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς καὶ ἀπαθής· παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι. Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ καὶ Ἰησοῦ καὶ Κυρίου κατηγορεῖται· κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν δύο οὐσιῶν τὰ ὀνόματα.