Ancient Greek · ~3 min
Εὐθυμίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Εὐθυμίῳ πρεσβυτέρῳ.
Not analysed yet
Μηδὲν ὑμᾶς λυπείτω τὸ τῆς σχολῆς ἐξεῶσθαι, ἀλλ' ἐννοοῦντες, ὅσον καὶ ἐντεῦθεν ἐδέξασθε τὸν μισθὸν, καὶ πῶς αὔξεται τὰ τῶν στεφάνων ὑμῖν, χαίρετε καὶ εὐφραίνεσθε ὑπὲρ τῶν παθημάτων τούτων καὶ τῶν ἐπιβουλῶν. Πολλὴν γὰρ ὑμῖν συνάγει ταῦτα τὴν ἐν οὐρανοῖς ἐμπορίαν, καὶ λαμπροτέρους ποιεῖ, καὶ μείζονα καθίστησι τὰ βραβεῖα. Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ ἡμῖν δὲ συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Οἶσθα γὰρ ὅπως συνδεδέμεθά σου τῇ ἀγάπῃ, καὶ πῶς, ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέρω, ἀεί σου θερμὸς γενόμενος ἐραστής· νῦν δὲ πολλῷ θερμότερος, ὅσῳ καὶ λαμπρότερος ἀπὸ τῶν παθημάτων γέγονας.