Ancient Greek · ~3 min
Εὐηθίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Εὐηθίῳ.
Not analysed yet
Εἰ καὶ τῷ σώματι κεχωρίσμεθά σου τῆς εὐγενείας, ἀλλὰ τῇ ἀγάπῃ συνδεδέμεθά σου τῇ ψυχῇ. Τοιαῦτα ἐνέχυρα φιλίας ἡμῖν ἐναπέθου, πολλὴν περὶ ἡμᾶς τὴν θεραπείαν καὶ τὴν διάθεσιν ἐπιδειξάμενος αὐτόθι. Διὰ τοῦτο ὅπουπερ ἂν ἀφικώμεθα, οὐ παυόμεθα χάριτας ὁμολογοῦντες τῇ εὐγενείᾳ τῇ σῇ. Καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν καὶ αὐτὸν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Ἡμεῖς γὰρ τὴν ὁδὸν ἅπασαν ἀπραγμόνως καὶ μετὰ ἀσφαλείας διανύσαντες ἐν τῇ Κουκουσῷ διατρίβομεν, ἐντρυφῶντες τῇ ἡσυχίᾳ τοῦ χωρίου, καὶ τῇ ἀπραγμοσύνῃ, καὶ πολλῆς ἀπολαύοντες θεραπείας τε καὶ εὐνοίας. Ἵν' οὖν καὶ περὶ τῆς ῥώσεως τῆς ὑμετέρας μανθάνοντες εὐφραινώμεθα, πυκνὰ καὶ συνεχῆ πέμπειν ἡμῖν τὰ γράμματα σπούδασον, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγείας τῆς σῆς καὶ τοῦ οἴκου σου παντός. Οὕτω γὰρ μεγίστην ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.