Ancient Greek · ~3 min
Ἑλλαδίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἑλλαδίῳ.
Not analysed yet
Ὀλίγα μέν σοι συνεγενόμεθα, πολλὴν δὲ τὴν πειράν σου τῆς γνησίας καὶ θερμῆς εἰλήφαμεν ἀγάπης. Καὶ γὰρ αἱ γενναῖαι ψυχαὶ ἐν βραχεῖ καιρῷ τοὺς ἐντυγχάνοντας χειροῦνται. Ὃ δὴ καὶ αὐτὸς πεποίηκας ἐν ὀλίγῳ σφοδροὺς ἡμᾶς ποιήσας ἐραστὰς τῆς εὐγενείας τῆς σῆς. Διὸ καὶ ἐπιστέλλομεν, καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς δηλοῦμεν, ὅτι ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν πολλῇ, πάντων ἡμᾶς ἐνταῦθα θεραπευόντων μετὰ σπουδῆς, καὶ μετὰ πολλῆς ὁρώντων τῆς εὐνοίας. Ἵν' οὖν καὶ τὰ ὑμέτερα μανθάνοντες εὐφραινώμεθα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα καὶ ἐκ τούτου πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τοιαῦτα παρὰ τῆς σῆς εὐγενείας δεχόμενοι γράμματα.