Ancient Greek · ~5 min
Εὐθαλίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Εὐθαλίᾳ.
Not analysed yet
Κἂν ἐλάττους δέχωμαι ἐπιστολὰς παρὰ τῆς κοσμιότητος τῆς σῆς, ὧν αὐτὸς πέμπω πρὸς τὴν σὴν ἐμμέλειαν, οὐκ ἀποστήσομαι συνεχῶς γράφων. Ἐμαυτῷ γὰρ χαρίζομαι τοῦτο ποιῶν, πρὸς ψυχὴν οὕτω γνησίως περὶ ἡμᾶς διακειμένην καὶ θερμῶς καὶ συνεχῶς ἐπιστέλλων. Πλὴν ἀλλ' ἐπειδὴ σφόδρα ἡμῖν περισπούδαστον μανθάνειν ἐν τίσιν ὁρμᾷ τὰ σὰ, συνεχῶς καὶ γραμμάτων ἐπιθυμοῦμεν ἀπολαύειν, ἵνα μανθάνωμεν διηνεκῶς ἅπερ ἐπιθυμοῦμεν, ὅτι ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγεις πολλῇ. Τούτων γὰρ ἀπολαύουσα, ὅτι πολλὴν ποιῇ τῆς ψυχῆς τῆς σῆς ἐπιμέλειαν, καὶ τῶν βιωτικῶν ὑπερορῶσα, τὴν εἰς τὸν οὐρανὸν ὁδὸν βαδίζεις, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα γάρ σου τῆς ψυχῆς τὸ εὐγενὲς, καὶ ἐλευθέριον, καὶ ἀπραγμοσύνης γέμον, καὶ τῶν βιωτικῶν ἀπηλλαγμένον φροντίδων. Ἐννοοῦσα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοῦτο ποιοῦσα, ἡνίκα ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καθάπερ προειρήκαμεν, παρακλήθητι, ὥστε πολλὴν ἡμᾶς καὶ ἐντεῦθεν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαβεῖν παραμυθίαν. Τὰ γὰρ ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γράμματα ὅταν συνεχῶς φέρηται πρὸς ἡμᾶς, τὰ περὶ τῆς ὑγιείας ὑμῶν δηλοῦντα, οὐ τῆς τυχούσης ἡμᾶς ἐμπίπλησιν εὐφροσύνης, ἀλλὰ τοσαύτην ἡμῖν ἐμποιεῖ τὴν ἡδονὴν, ὡς μηδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαμβάνειν.