Ancient Greek
Ἀδολίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀδολίᾳ.
Not analysed yet
Καὶ ταύτῃ σου τὴν ἀγάπην ἔδειξας, τὴν γνησίαν καὶ θερμὴν, ὅτι καὶ ἐν ἀῤῥωστίᾳ οὖσα, οὕτω συνεχῶς ἡμῖν ἐπιστέλλεις. Ἡμεῖς δὲ ἐπιθυμοῦμεν τῆς τε ἀῤῥωστίας σε ἀπαλλαγῆναι, καὶ ἐνταῦθα παραγενομένην, ὅταν ἐξῇ, θεάσασθαι. Καὶ τοῦτο οἶσθα καὶ αὐτὴ, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἐπεὶ οὖν, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, νῦν ἐν φροντίδι μείζονι καθεστήκαμεν (καὶ γὰρ ἀπὸ τῶν γραμμάτων ἐστοχασάμεθά σου τῆς ἀῤῥωστίας τὴν ὑπερβολὴν), διά τοι τοῦτο, ἡνίκα ἂν πρὸς τὸ βέλτιον ἐπιδῷ σοι τὸ σῶμα, διὰ τάχους ὡς βούλει δηλῶσαι ἡμῖν παρακλήθητι τοῦτο αὐτὸ, ἵνα βαρυτάτης ἡμᾶς ἀνεθῆναι ποιήσῃς φροντίδος. Ὅτι γὰρ καὶ νῦν οὐκ ἐν μικρᾷ καθεστήκαμεν ἀθυμίᾳ τῆς ἀῤῥωστίας ἕνεκεν τῆς σῆς, οὐδὲ αὐτὴ ἀγνοεῖς. Εἰδυῖα τοίνυν τὴν φροντίδα ἐν ᾗ νῦν ἐσμεν, ὅπερ παρεκαλέσαμεν, ποιῆσαι σπούδασον. Εἰ καὶ τὰ μάλιστα οὐδέν σοι εἰς τοῦτο δεῖ παρακλήσεως· ἀλλ' εὖ οἶδ' ὅτι ὅσων ἂν ἐπιτύχῃς γραμματηφόρων, οὐ παύσῃ δι' ἑκάστου ἡμῖν ἐπιστέλλουσα.