Ancient Greek · ~3 min
Σευηρίνῃ καὶ Ῥωμύλῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Σευηρίνῃ καὶ Ῥωμύλῃ.
Not analysed yet
Εἰ μὴ σφόδρα τὴν γνησίαν ὑμῶν ἀγάπην ᾔδειν, καὶ τὴν σπουδὴν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπιδείκνυσθε, κἂν ῥᾳθυμίαν πολλὴν ὑμῖν ἐνεκάλεσα, τῆς μακρᾶς ἕνεκεν ταύτης σιγῆς ἣν ἐσιγήσατε, καὶ ταῦτα πολλάκις καὶ συνεχῆ παρ' ἡμῶν δεχόμεναι γράμματα. Ἀλλ' ἐπειδὴ οἶδα ὅτι καὶ σιωπῶσαι, καὶ γράφουσαι, ὁμοίως περὶ ἡμᾶς διάκεισθε, τούτου χάριν ἐγκαλεῖν οὐκ ἂν ἀνασχοίμην τῆς σιγῆς ἕνεκεν, εἰ καὶ σφόδρα ἐπιθυμῶ πυκνὰ παρ' ὑμῶν δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας ὑμῶν δηλοῦντα. Οὐδὲ γὰρ ἔχοιτ' ἂν καταφυγεῖν εἰς τὸ μὴ συνεχῶς ἐπιτυγχάνειν γραμματηφόρου· ὁ γὰρ ποθεινότατος καὶ γλυκύτατος ἀγαπητὸς ἡμῶν Σαλούστιος, εὖ οἶδ' ὅτι πρὸς τοῦτο ὑμῖν διακονήσασθαι ἠδύνατο. Ἀλλ' ὅμως οὐδὲ οὕτως ὑμῖν ἐγκαλῶ, διὰ τὸ σφόδρα θαῤῥεῖν ὑμῶν περὶ τῆς ἀγάπης. Αὐτὸς μέντοι, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν οὐ παύσομαι· οἶδα γὰρ ὑμῶν τὸ γνήσιον καὶ θερμὸν τῆς διαθέσεως.