Ancient Greek · ~11 min
Θεοδότῳ ἀναγνώστῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ ἀναγνώστῃ.-2
Not analysed yet
Μὴ κάμνε ζητῶν ἀπολογίαν τοῦ ταχέως ἐντεῦθεν ἀποδημῆσαι, ἐπὶ τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν, καὶ ἐπὶ τὸν κρυμὸν καταφεύγων, καὶ τούτοις λογιζόμενός σου τὴν ἀποδημίαν. Ἡμεῖς γάρ σε καὶ παρεῖναι, καὶ μεθ' ἡμῶν εἶναι οὐκ ἔλαττον ἢ καὶ ἔμπροσθεν λογιζόμεθα κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ προσδοκῶμεν καὶ τῆς κατ' ὄψιν ἀπολαύσεσθαί ποτε συντυχίας. Μηδὲν οὖν σε τούτων θορυβείτω. Εἰ γὰρ καὶ τῆς Ἀρμενίας ἀπήγαγέ σε ὁ χειμὼν, ἀλλὰ τῆς ἡμετέρας ψυχῆς οὐκ ἐξέβαλεν, ἀλλ' ἐπὶ διανοίας σε περιφέρομεν διηνεκῶς. Καὶ εἰ μὴ ὁ τῶν Ἰσαύρων πόλεμος πᾶσαν ἀποτειχίσας ὁδὸν, ἐν σπάνει κατέστησεν ἡμᾶς τῶν γράμματα διακομιζόντων, κἂν νιφάδας σοι πολλάκις ἐπέμψαμεν ἐπιστολῶν. Νῦν μέντοι τῇ γλώττῃ τὸν παρελθόντα σεσιγήκαμεν χρόνον, τῇ γνώμῃ δὲ οὐδαμῶς· ἀλλ' ἀεί σε καὶ τὰ σὰ μεριμνῶμεν, καὶ, τό γε ἡμέτερον μέρος, συνεχῶς ἐπεστάλκαμεν. Ταῦτ' οὖν εἰδὼς, μεθ' ἡμῶν τε εἶναι νόμιζε, καὶ σὺν ἡμῖν ἐν Ἀρμενίᾳ διατρίβειν. Κἄν τις ἐπιβουλεύειν ἐπιχειρῇ καὶ κακῶς ποιεῖν, ὑψηλότερος γίνου τῶν ἐντεῦθεν βελῶν, ἐπειδήπερ οὐ τὸ πάσχειν κακῶς, ἀλλὰ τὸ ποιεῖν κακῶς, τοῦτ' ἔστι τὸ πάσχειν κακῶς. Ἡμεῖς γάρ σε καὶ διὰ τοῦτο μειζόνως θαυμάζομεν, καὶ τὴν στεῤῥότητά σου καὶ τὴν ἀνδρείαν ἐπαινοῦμεν, ὅτι καὶ τοσαύτης σε ζάλης περιαντλούσης, ἕστηκας ἀνώτερος τῶν ἐντεῦθεν θορύβων γενόμενος. Μένε δὴ μετὰ πολλῆς τῆς ἡδονῆς τὸ γαληνὸν τοῦτο καὶ ἀκύμαντον πλέων πέλαγος. Καὶ μὴ θαυμάσῃς, εἴ σου πολλῶν ἐπιβουλῶν μεμνημένου ἐγὼ τὸ πέλαγος ἀκύμαντον καλῶ. Οὐ γὰρ ἀπὸ τῆς τῶν ταραττόντων γνώμης, ἀλλ' ἀπὸ τῆς κατ' ἀρετὴν ἡσυχίας ταύτην φέρω τὴν ψῆφον. Τί δέ ἐστιν ὅ φημι; Ὁ μέγας οὗτος καὶ ὑψηλὸς βίος, καὶ πρὸς τὸν οὐρανὸν τεταμένος, τῇ μὲν φύσει τῶν πραγμάτων δυσχερής τις εἶναι δοκεῖ, τῇ δὲ ἀνδρείᾳ τῶν μετιόντων καὶ τῇ προθυμίᾳ εὔκολος σφόδρα γίνεται. Καὶ τὸ δὴ θαυμαστὸν τῆς φιλοσοφίας ταύτης τοῦτο μάλιστά ἐστιν, ὅτι τῆς θαλάττης μαινομένης, ἐξουρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι, πολλῶν πανταχόθεν θορύβων ἐγειρομένων, ἡσυχίαν καρποῦται καθαρὰν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν τὰ ἀκόντια, πάσχων δὲ ἐντεῦθεν οὐδέν. Ταῦτ' οὖν εἰδὼς, καὶ διηνεκῶς ἐν τούτοις φιλοσοφῶν, καρποῦ τὴν ἀμάραντον ἡδονὴν, ἀναμένων τοὺς ὑπὲρ τῶν καλῶν πόνων τούτων κειμένους σοι παρὰ τῷ Θεῷ στεφάνους. Καὶ γράφε συνεχῶς ἡμῖν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγείας σου δηλῶν καὶ τῆς κατὰ τὴν ψυχὴν, καὶ τῆς κατὰ τὸ σῶμα· καὶ τὴν σχολὴν ἅπασαν εἰς τὴν τῶν θείων ἀνάλισκε Γραφῶν ἀνάγνωσιν, τοσοῦτον αὐταῖς ὁμιλῶν, ὅσον καὶ ἡ τῶν ὀφθαλμῶν ἀσθένεια ἐπιτρέπει, ἵν' εἴ ποτε γένοιτο καιρὸς ἡμῖν καὶ τὰ νοήματα αὐτῶν ἐνθεῖναι τῇ εὐγενεστάτῃ σου ψυχῇ, μετὰ πολλῆς τοῦτο ποιήσωμεν τῆς εὐκολίας. Οὐ γὰρ μικρὸν εἰς τοῦτο δυνήσεταί σοι συντελέσαι τὸ μαθεῖν τὰ ἐγκείμενα γράμματα, ἡνίκα ἂν μέλλῃς τὰ ἐν τούτοις νοήματα ὑποδέχεσθαι.