Ancient Greek
Θεοδότῳ διακόνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ διακόνῳ.-5
Not analysed yet
Παῦσαι κατηγορῶν ἡμῶν βραδυτῆτος, μὴ σαυτὸν πρότερον ἕλῃς τῷ ἐγκλήματι. Τοσαύτας γὰρ ἐπιστολὰς δεξάμενος παρ' ἡμῶν, ὅσας ἐπέσταλκας, πλὴν μιᾶς, ὥσπερ νιφάδας πέμπων γραμμάτων, οὕτως ἔφης, τῇ γοῦν συνεχείᾳ ἀναστήσειν ἡμᾶς πρὸς τὸ γράφειν οἰόμενος. Ἔστι μὲν οὖν καὶ μὴ γράφοντα φιλεῖν, πλὴν ἀλλ' ἐγὼ καὶ γράφων οὐ διέλιπον, καὶ φιλῶν οὐ παύομαι. Ἀλλὰ κἂν χρόνος γένηται μακρότερος ὁ μεταξὺ τοῦ χωρισμοῦ τοῦ ἡμετέρου, κἂν εἰς ἐρημότερον ἀπενεχθῶμεν χωρίον, οὔτε ἐκβαλεῖν σε τῆς ψυχῆς δυνάμεθα, οὔτε μὴ διηνεκῶς ἀκμάζουσαν διατηρεῖν τὴν περὶ σὲ διάθεσιν. Ταῦτ' οὖν εἰδὼς, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Πλείων γὰρ ὑμῖν ἡ εὐκολία τούτου, ἢ ἡμῖν. Εἰ δὲ ἡ τοῦ ἔτους ὥρα διακωλύει, καὶ τῶν Ἰσαυρικῶν κακῶν ἡ σφοδρότης, εἰδότες σου τὴν γνώμην ἣν περὶ ἡμᾶς ἔχεις, ἀρκοῦσαν τῆς μακρᾶς σιγῆς ἕξομεν παραμυθίαν.