Ancient Greek · ~4 min
Σευήρῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Σευήρῳ πρεσβυτέρῳ.
Not analysed yet
Ἡμεῖς μὲν καίτοι χωρίον ἐρημότατον οἰκοῦντες, καὶ ἐπεστάλκαμεν πολλάκις πρὸς τὴν σὴν ἐμμέλειαν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους οὐ παυόμεθα συνεχῶς ἐρωτῶντες περὶ τῆς ὑγείας τῆς σῆς. Αὐτὸς δὲ οὐκ οἶδα, ἀνθ' ὅτου μανικὸς ἡμῶν οὕτως ἐραστὴς ὢν, καὶ πολλὴν εὐκολίαν ἔχων τῶν ἐνταῦθα διακομιζόντων τὰ γράμματα, σιγᾷς οὕτω μακρὰν σιγήν. Ἀλλ' ἡμεῖς τὸ θερμόν σου καὶ γνήσιον, τὸ εἰλικρινὲς τῆς διαθέσεως, ὃ περὶ ἡμᾶς ἀεὶ ἐπεδείξω, ἐννοοῦντες, καὶ ἐν τῇ σιγῇ τῇ μακρᾷ μεγίστην καρπούμεθα παράκλησιν. Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν. Ποίει δὴ τοῦτο νῦν γοῦν, δέσποτά μου τιμιώτατε· οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ. Ὡς ἡμεῖς καὶ γράφοντες, καὶ μὴ γράφοντες, οὐ παυόμεθα μεμνημένοι, καὶ τὴν ἀγάπην, ἣν ἀεὶ περὶ τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, διατηροῦντες, ὅπουπερ ἂν ὦμεν. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες.