Ancient Greek · ~4 min
Τραγκυλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τραγκυλίνῳ.
Not analysed yet
Τὰ μὲν ἄλλα πάντα εἴκει χρόνῳ καὶ παραχωρεῖ παλαιούμενα καὶ γηράσκοντα, καὶ σωμάτων ἄνθη, καὶ οἰκοδομημάτων μεγέθη, καὶ λειμῶνες, καὶ παράδεισοι, καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα· μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ μὲν νῦν, γνώμῃ δὲ ἀεί. Διὸ καὶ συνεχῶς ἐπεστάλκαμέν σου τῇ εὐλαβείᾳ. Ἐπειδὴ δὲ ἡμῖν περισπούδαστον μανθάνειν οἷ τὰ τῆς ὑγιείας ὁρμᾷ τῆς σῆς (οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα), εἰ δυνατὸν γένοιτο, καὶ ῥᾳδίως ἐπιτύχοις τινὸς τοῦ διακομίζοντος ἡμῖν τὰ γράμματα, τὰ σαυτῷ πρέποντα ποιῶν, δῆλον τοῦτο ποιῆσαι ἡμῖν παρακλήθητι. Τὰ γὰρ καθ' ἡμᾶς, τά τε ἐν Ἀρμενίᾳ, τά τε ἐν Θρᾴκῃ, διηγήσεταί σου τῇ γνησίᾳ καὶ θερμῇ ἀγάπῃ ὁ τὰ γράμματα ἐγχειρίζων.