Ancient Greek · ~4 min
Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μαρκιανῷ καὶ Μαρκελλίνῳ.-2
Not analysed yet
Ἀρκοῦσαν ἔχετε παραμυθίαν τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον ὑμῶν γνώμην καὶ ὑψηλὴν, τὴν ἀπερίτρεπτον καὶ ἀκλινῆ διάθεσιν. Ὥσπερ γὰρ τὸν χαῦνον καὶ διαλελυμένον οὐδὲ γαλήνη, καὶ τὸ κατὰ ῥοῦν φέρεσθαι, ὠφελῆσαί τι μέγα δυνήσεται· οὕτω τὸν στεῤῥὸν, καὶ συγκεκροτημένον, καὶ νήφοντα οὐδὲ χειμὼν χαλεπὸς διασαλεύει ποτὲ, ἀλλὰ καὶ λαμπρότερον ἐργάζεται. Τοιαύτη γὰρ τῶν πειρασμῶν ἡ φύσις· τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ κομίζει τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες. Ἐβουλόμεθα μὲν γὰρ καὶ παρόντας ὑμᾶς ἰδεῖν καὶ περιπτύξασθαι. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ἀλλὰ πολλὰ τὰ κωλύματα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατοκνεῖτε, τὰ περὶ τῆς ὑγιείας δηλοῦντες τῆς ὑμετέρας. Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες, καὶ ὅσης ἡμᾶς ἐμπιπλᾶτε τῆς εὐφροσύνης.