Ancient Greek · ~4 min
Καρτερίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Καρτερίᾳ.-2
Not analysed yet
Καὶ τοῦτο τῆς ἀγάπης τῆς σῆς, τῆς μεμεριμνημένης ψυχῆς τῆς σφοδρῶς περὶ ἡμᾶς διακειμένης, τὸ μὴ μόνον ἀποστεῖλαι τὸ πολυάρχιον, ἀλλὰ καὶ σκοπῆσαι ὅπως ἂν γένοιτο χρήσιμον, προσθεῖναί τε αὐτῷ τό τε νάρδινον, καὶ τὸ γλεύκινον ἔλαιον, διορθοῦντα αὐτοῦ τὴν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ξηρότητα. Καὶ τὸ αὐτὴν καὶ κατασκευάσαι τοῦτο, καὶ μὴ ἑτέροις ἐπιτρέψαι, καὶ μὴ τῆς ταχύτητος γενέσθαι, ἀλλὰ τοῦ γενέσθαι σπουδαῖον αὐτὸ, καὶ τοῦτο μάλιστα ἐκπλήττεσθαι ἡμᾶς τὴν διάθεσιν τὴν περὶ ἡμᾶς πεποίηκε. Διὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν ἓν μόνον ἐγκαλοῦντες, ὅτι, ὃ μάλιστα περισπούδαστον ἦν ἡμῖν, τοῦτο οὐκ ἔπεμψας διὰ τῶν γραμμάτων, τὰ εὐαγγέλια λέγω τῆς σῆς ὑγείας. Καὶ ὡς νῦν ἐν φροντίδι καθεστήκαμεν, οὐκ εἰδότες οἷα τῆς ἀῤῥωστίας ἕστηκε τῆς σῆς· οὕτως ἂν διὰ τάχους ἡμῖν πέμψῃς γράμματα ἀπαγγέλλοντα ἡμῖν, ὅτι λέλυται τὰ τῆς νόσου, τὰ μέγιστα ἡμῖν χαριῇ. Εἰδυῖα τοίνυν ὅπως σφόδρα ἐπιθυμοῦμεν μαθεῖν, ὅτι δὴ ἐκ τῆς ἀσθενείας ταύτης ἀνήνεγκας, χαρίζου ἡμῖν ταύτην τὴν εὐφροσύνην, ἐν τῇ χαλεπωτάτῃ ταύτῃ ἐρημίᾳ τε καὶ πολιορκίᾳ οὐ μικρὰν ἐσομένην ἡμῖν παράκλησιν.