Ancient Greek · ~5 min
Ἀλφίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀλφίῳ.-2
Not analysed yet
Ὁ Θεός σοι τὸν μισθὸν δῴη, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῆς γνησίας καὶ θερμῆς περὶ ἡμᾶς ἀγάπης, τῆς εἰλικρινοῦς, καὶ ἀνυποκρίτου, τῆς ἀκινήτου, καὶ ἀπεριτρέπτου. Οὐ γὰρ μικρὰ δείγματα τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ταῦτα ἐκ τοσούτου καθήμενος διαστήματος, ἐπεδείξω, κύριέ μου τιμιώτατε καὶ εὐγενέστατε, ἀλλὰ καὶ πολλὰ καὶ μεγάλα. Διὰ τοῦτό σοι χάριτας ἴσμεν, καὶ συνεχῶς ἐπιστέλλειν βουλόμεθα, ἀλλ' οὐ δυνάμεθα ὁσάκις ἂν βουλώμεθα, γράφομεν δὲ ὁσάκις ἂν δυνώμεθα. Οἶσθα γὰρ καὶ τὴν ἀπὸ τοῦ χειμῶνος, καὶ τὴν ἀπὸ τῶν λῃστρικῶν ἐφόδων γινομένην ἐν ταῖς ὁδοῖς δυσκολίαν. Μὴ τοίνυν νομίσῃς ῥᾳθυμεῖν ἡμᾶς, ὅταν μακρὰν σιγήσωμεν σιγὴν, ἀλλὰ τῇ σπάνει τῶν γραμματηφόρων τοῦτο λογίζου, μὴ τῇ ὀλιγωρίᾳ τῇ ἡμετέρᾳ. Ὡς εἴγε δυνατὸν ἦν συνεχέστερον ἐπιστέλλειν, οὐκ ἂν ὠκνήσαμεν πυκνὰ πέμποντές σοι γράμματα. Ἡμῖν γὰρ ἑαυτοῖς ἐχαριζόμεθα, τὴν ὀφειλομένην σοι πρόσρησιν συνεχέστερον ἀποδιδόντες. Ταῦτ' οὖν εἰδὼς, γράφε ἡμῖν συνεχῶς καὶ αὐτὸς τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Ὅπερ ἔφης ἀπεσταλκέναι ἡμῖν, τοῦτο οὐδεὶς ἐκόμισεν ἐνταῦθα, ἀλλ' ὑπέστρεψεν ὁ ἔχων διὰ τὸν τῶν λῃστῶν φόβον. Πλὴν παρακαλοῦμέν σε μὴ ποιεῖν τοῦτο, μηδὲ δυσκολίας σαυτῷ παρέχειν καὶ πράγματα. Τὰ γὰρ μεγάλα σου δῶρα, τὸ γνήσιόν σου καὶ θερμὸν τῆς διαθέσεως, οὗ διηνεκῶς ἀπολαύοντες, ἐντρυφῶμεν ἀεὶ τῇ μνήμῃ τῆς σῆς ἀγάπης.