Ancient Greek · ~3 min
Κυριακῷ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κυριακῷ ἐπισκόπῳ.
Not analysed yet
Ὁ δεσπότης μου Σώπατρος, ὁ τῆς Ἀρμενίας ἄρχων, Ἀρμενίας ταύτης ἐν ᾗ νῦν ἐσμεν καθειργμένοι, ἦρξε μὲν Ἀρμενίας ὡς πατὴρ, ἐπεδείξατο δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ. Ταύτης αὐτῷ τῆς εὐνοίας ἀποδοῦναι τὴν ἀμοιβὴν σπουδάζων τε καὶ ζητῶν, εὑρηκέναι μοι δοκῶ καλλίστην ὁδὸν, τὴν μεμεριμνημένην σου καὶ ἄγρυπνον ψυχὴν, δι' ἧς δυνήσομαι αὐτὸν ἀμείψασθαι. Πῶς καὶ τίνι τρόπῳ; Υἱός ἐστιν αὐτῷ διατρίβων αὐτόθι χρόνον ἤδη πολὺν ἐπὶ λόγων κτῆσιν. Τοῦτον ἐὰν σπουδάσῃς μετὰ προθυμίας ἰδεῖν, καὶ τῆς σοὶ πρεπούσης ἀγάπης, καὶ ποιήσῃς ἀπολαῦσαί τινος τῶν χρηστῶν, τὸ πᾶν ἐσόμεθα ἐκτετικότες. Ποίει δὲ τοῦτο, καὶ καθίστη γνώριμον αὐτὸν καὶ τοῖς ἐν τέλει, τοῖς καὶ σοὶ γνωρίμοις, καὶ δυναμένοις αὐτῷ τὴν ἀλλοτρίαν ἡδίω τῆς ἐνεγκούσης ποιῆσαι. Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον καὶ κοινὸν τῶν πενήτων λιμένα διὰ τοῦ παιδὸς ὠφελῶν.