Ancient Greek · ~3 min
Μάρωνι πρεσβυτέρῳ καὶ μονάζοντι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μάρωνι πρεσβυτέρῳ καὶ μονάζοντι.
Not analysed yet
Ἡμεῖς τῇ μὲν ἀγάπῃ συνδεδέμεθά σοι καὶ τῇ διαθέσει, καὶ ὡς παρόντα σε ἐνταῦθα οὕτως ὁρῶμεν. Τοιοῦτοι γὰρ τῆς ἀγάπης οἱ ὀφθαλμοί· οὐχ ὁδῷ διακόπτονται, οὐ χρόνῳ μαραίνονται. Ἐβουλόμεθα δὲ καὶ συνεχέστερον ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου, ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι ῥᾴδιον διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ τὴν ἀπορίαν τῶν ὁδοιπόρων, ἡνίκα ἂν ἐξῇ προσαγορεύομέν σου τὴν τιμιότητα, καὶ δῆλόν σοι ποιοῦμεν, ὅτι διηνεκῶς ἐπὶ μνήμης σε ἔχομεν, ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ περιφέροντες, ὅπουπερ ἂν ὦμεν. Δήλου τοίνυν καὶ αὐτὸς ἡμῖν συνεχέστερον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, ἵνα καὶ τῷ σώματι κεχωρισμένοι, μανθάνοντες συνεχῶς τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, εὐθυμότεροι γινώμεθα, καὶ πολλὴν ἐν ἐρημίᾳ καθήμενοι δεχώμεθα τὴν παράκλησιν. Οὐ μικρὰν γὰρ ἡμῖν εὐφροσύνην κομίζει τὸ ἀκούειν περὶ τῆς ὑγιείας τῆς σῆς. Καὶ πρὸ πάντων εὔχεσθαι ὑπὲρ ἡμῶν παρακλήθητι.