Ancient Greek · ~4 min
Τραγκυλίνῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τραγκυλίνῳ ἐπισκόπῳ.
Not analysed yet
Τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον οἴκοθεν μὲν ὁ περὶ ἡμᾶς ἀνέστησε πόθος, ἐντεῦθεν δὲ ὁ τῆς σῆς ἀγάπης ἔρως. Οὗτος αὐτὸν καὶ χειμῶνος κατατολμῆσαι, καὶ δυσκολίας ὁδοῦ, καὶ ἀῤῥωστίας χαλεπωτάτης ἀνέπεισεν. Ἐπαινέσας τοίνυν αὐτὸν, δέσποτά μου τιμιώτατε, τοῦ φίλτρου τῆς σπουδῆς, ἀπόδος αὐτῷ τὴν ἀμοιβὴν τῆς μακρᾶς ταύτης ταλαιπωρίας, τὴν εἰωθυῖαν περὶ αὐτὸν ἀγάπην καὶ νῦν ἐπιδειξάμενος. Ἐπεὶ καὶ ἡμεῖς ὡς εἰς λιμένα αὐτὸν ἀκύμαντον εἰς τὰς σὰς παρεπέμψαμεν χεῖρας, εἰδότες σου τὴν πολλὴν φιλοφροσύνην, τὴν γνησίαν ἀγάπην, τὴν θερμὴν καὶ ἀκλινῆ καὶ ἀπερίτρεπτον. Κἂν ἀφικνῆταί τις ἐκεῖθεν, καὶ ῥᾴδιον γένηται, καὶ ἐπιστεῖλαι ἡμῖν παρακλήθητι τὰ περὶ τῆς ῥώσεώς σου. Εὐψύχιος γὰρ εἰς τὸ παρὸν οὐκ ἀπήντησε· διὸ οὐδὲ μαθεῖν τι δεδυνήμεθα ὧν ἔφης ἐκεῖνον ἐρεῖν πρώην ἡμῖν ἐπιστέλλων, διὰ τὸ μηδαμοῦ τὸν ἄνθρωπον φαίνεσθαι. Ταῦτ' οὖν εἰδὼς, ἐκεῖνά τε ἅπερ δι' ἐκείνου πρώην ἐδήλωσας, καὶ εἴ τι πλέον ἡμᾶς γνῶναι ἀναγκαῖον, νῦν γοῦν γνωρίσαι ἡμῖν παρακλήθητι, καὶ τὰ περὶ τῆς ὑγείας σήμαινε τῆς σῆς, τῆς σφόδρα ἡμῖν περισπουδάστου, καὶ ὑπὲρ ἧς ἀεὶ μεριμνῶντες, ἀεὶ μανθάνειν ἐπιθυμοῦμεν.