Ancient Greek · ~3 min
Μοντίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μοντίῳ.
Not analysed yet
Πόῤῥω μέν σου καθήμεθα τῇ παρουσίᾳ τοῦ σώματος, ἐγγὺς δὲ τῇ διαθέσει τῆς ψυχῆς, καὶ σύνεσμέν σοι, καὶ συμπεπλέγμεθα καθ' ἑκάστην ἡμέραν, τὸν θερμόν σου περὶ ἡμᾶς ἔρωτα, τὴν φιλοξενίαν, τὴν φιλοφροσύνην, τὴν τοσαύτην θεραπείαν καὶ σπουδὴν, ἣν διὰ πάντων ἐπεδείξω, καθ' ἑαυτοὺς ἀναλογιζόμενοι, καὶ ἐντρυφῶντες τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εἰλικρινῆ διάθεσιν, καὶ δόλον οὐκ ἔχουσαν. Διὸ καὶ γραμμάτων ἐπιθυμοῦμεν τῆς εὐγενείας τῆς σῆς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα καὶ ἐκ τούτου πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, μανθάνοντες τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Πάνυ γὰρ ἡμῖν τοῦτο περισπούδαστον εἰδέναι. Μὴ τοίνυν ἀποστερήσῃς ἡμᾶς ταύτης τῆς εὐφροσύνης· ἀλλ' ὁσάκις ἂν ἐξῇ γράφε, ταῦτα εὐαγγελιζόμενος.