Ancient Greek · ~3 min
Ὑμνητίῳ ἀρχιητρῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ὑμνητίῳ ἀρχιητρῷ.
Not analysed yet
Εἰ καὶ μὴ συνεχῶς ἐπεστάλκαμεν τῇ τιμιότητί σου, ἀλλὰ συνεχῶς σε ἐπὶ μνήμης ἔχομεν, πεῖράν σου τῆς σφοδροτάτης, τῆς σπουδαίας, τῆς γνησίας φιλίας πολλὴν ἐν ἡμέραις ὀλίγαις λαβόντες. Διὰ τοῦτο καὶ τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον ὡς εἰς λιμένα τὰς σὰς παραπέμπομεν χεῖρας. Καὶ γὰρ ὑπὸ βηχὸς πολεμεῖται χαλεπωτάτης, ἣν ἡ τοῦ ἔτους ὥρα σφοδρότερον ἐπιτρίβει, καὶ χαλεπωτέραν ποιεῖ. Καταμαθὼν τοίνυν, δέσποτά μου τιμιώτατε, τοῦ νοσήματος τὴν φύσιν, ἐξαρπάσαι αὐτὸν τοῦ κλυδωνίου πειράθητι, τῇ τῆς ἀῤῥωστίας βλάβῃ τὴν ἀπὸ τῆς ἐπιστήμης τῆς σῆς ἐπιτειχίσας δύναμιν, δι' ἧς πολλοὺς πολλάκις κινδυνεύσαντας ὑπὸ τοιούτων κυμάτων ὑποβρυχίους γενέσθαι τοῦ ναυαγίου ταχέως ἀπήλλαξας.