Ancient Greek · ~4 min
Χαλκιδίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Χαλκιδίᾳ.
Not analysed yet
Οἶδα τὴν ἀγάπην ἣν ἔσχες περὶ ἡμᾶς ἄνωθεν καὶ ἐξ ἀρχῆς, καὶ ὅτι ἀκμάζουσαν αὐτὴν διατηρεῖς, καὶ ὅτι αὐτῇ καὶ προσθήκας ἐργάζῃ, καὶ οὐ μόνον οὐδὲν αὐτὴν εἴασας ἀμαυροτέραν γενέσθαι ἀπὸ τοῦ χωρισμοῦ, καὶ τοῦ τοσούτου χρόνου, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἀνάπτεις. Οἶδ' ὅτι καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐφροσύνης τὰ παρ' ἡμῶν γράμματα, καὶ ὅτι καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διάκεισαι, πολλὴν τοῦ πράγματος καὶ ἐν πολλῷ τῷ χρόνῳ τὴν πεῖραν εἰληφώς. Διὸ δὴ παρακαλοῦμεν τὴν τιμιότητά σου καὶ περὶ ἡμᾶς οὕτω διακεῖσθαι· πολλὰ γὰρ ἐνέχυρά σου τῆς γνησίας ἀγάπης ἔχομεν, πολλὰ ὑπομνήματα. Διὸ καὶ ἐν τῇ ψυχῇ σε διηνεκῶς περιφέρομεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ, καὶ τὴν μνήμην σου ἄληστον ἔχομεν, κἂν μὴ διηνεκῶς γράφωμεν, διὰ τὴν σπάνιν τῶν γραμματηφόρων ἐγκοπτόμενοι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, γράφε καὶ αὐτὴ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Ἡμεῖς μὲν γὰρ κἂν μὴ δεξώμεθα γράμματα, τοὺς ἐκεῖθεν ἐρχομένους συνεχῶς ἐρωτῶμεν τοῦτο· βουλόμεθα δὲ καὶ παρὰ τῆς κοσμιότητος τῆς σῆς συνεχῶς δέχεσθαι ἐπιστολὰς, εὐαγγελιζομένας ἡμᾶς τὰ περὶ τῆς ῥώσεως τῆς σῆς.