Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-44
Not analysed yet
Ὁρᾷς πῶς πανταχοῦ τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύτης προοιμιάζεται τῆς ἀρχῆς, καὶ δεύτερον ἐνταῦθα Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ὥστε διδάξαι ἡμᾶς δύο ταῦτα διὰ τοῦ διπλασιασμοῦ, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντεταμένον τῆς διανοίας· καὶ πρὸς τούτοις ἔτι τὸ αὐτοῦ εἶναι τὴν φωνήν. Οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ. Δεῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. Ὁ κατ' ἐχθρῶν βοῶν, οὐκ ἀνθρώπου φωνὴν προΐεται, ἀλλὰ θηρίου καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ φθέγγεται. Ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις ἔφθην εἰπὼν, οὐ τὸν τόνον δηλοῖ τοῦ πνεύματος, ἀλλὰ τὴν συντεταμένην διάνοιαν. Ἀλλ' οὐχ οὗτος οὕτως· ἀλλὰ τρία ταῦτα συνάγει, καὶ δείκνυσιν, ὅτι τε φωνῇ βοᾷ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ. Διὰ τοῦτο δεύτερόν φησι, Φωνῇ μου καὶ Φωνῇ μου. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Εἶδες ψυχὴν τῶν βιωτικῶν ἀπηλλαγμένην; Οὐδὲ γὰρ πρὸς ἀνθρώπους κατέφυγεν, οὐδὲ τὰς παρὰ τούτων ἐξῄτησε συμμαχίας, ἀλλὰ πρὸς τὴν ἀχείρωτον βοήθειαν, καὶ τὴν ἄνωθεν ῥοπήν. Εἶτα τὸ συντεταμένον τῆς διανοίας, καὶ τὴν θερμότητα, ἣν εἶχεν ἐναποκειμένην, διὰ τῆς λέξεως ταύτης ἐμφῆναι βουλόμενος, Ἐκχεῶ, φησὶ, μετὰ πολλῆς τῆς δαψιλείας. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μικρὸν καὶ αἱ θλίψεις εἰς φιλοσοφίαν συμβάλλονται· τοῦτο γὰρ τῆς θλίψεως ὁ καρπός· μηδεὶς τοίνυν φευγέτω αὐτήν. Δύο γὰρ ταῦτα ἔχει τὰ κέρδη· ἓν μὲν, ὅτι τε σπουδαιοτέρους ἐργάζεται καὶ προσεκτικωτέρους· ἕτερον δὲ, καὶ ὅτι οὐ μικρὸν ἡμῖν δικαίωμα εἰς τὸ ἀκουσθῆναι γίνεται. Διά τοι τοῦτο καὶ αὐτὸς οὐκ εἶπε, Τὴν δικαιοσύνην μου, οὐδὲ, Τὰ κατορθώματά μου, ἀλλὰ, Τὴν θλίψιν μου, ὡς οὐ μικρᾶς καὶ ταύτης οὔσης αὐτῷ συνηγορίας. Διὰ τοῦτο καὶ ὁ Ἡσαΐας, Παρακαλεῖτε, φησὶ, τὸν λαόν μου, ἱερεῖς· λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ ὁ Παῦλος· Παράδοτε τὸν τοιοῦτον τῷ Σα τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ Κορινθίοις ἐπιστέλλων, ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τῷ πλουσίῳ ὁ Ἀβραὰμ ἔλεγε· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν μὲν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ὁ Δαυῒδ δὲ ἡνίκα αὐτὸν κατηράσατο ὁ Σεμεεὶ, ἔλεγεν· Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος αὐτῷ ἐνετείλατο, ὅπως ἂν ἴδῃ τὴν ταπείνωσίν μου. Καὶ πανταχοῦ τῶν Γραφῶν εὑρήσομεν, ὅτι οἱ τὰς θλίψεις εὐχαρίστως φέροντες, οὐ μόνον πολλὰ τῶν ἁμαρτημάτων διαλύονται, ἀλλὰ καὶ οὐ μικρὰν ἐντεῦθεν κτῶνται πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ὅτε μάλιστα οἱ μικρόψυχοι τῶν ἀνθρώπων ἀναπίπτουσι, πολλοὶ δὲ καὶ δύσφημα ῥήματα φθέγγονται, τότε οὗτος μάλιστα φιλοσοφεῖ, διδάσκαλον ἔχων τῆς σπουδῆς τὴν θλίψιν. Ὅταν οὖν ἴδῃς τινὰ ἀπογινώσκοντα ἀπὸ θλίψεως, ἢ πικρόν τι ῥῆμα φθεγγόμενον, μὴ τὴν θλίψιν αἰτίαν ἡγοῦ, ἀλλὰ τὴν μικροψυχίαν τοῦ ταῦτα λαλοῦντος. Τῆς γὰρ θλίψεως ἡ φύσις τὰ ἐναντία κατασκευάζειν εἴωθε, προσοχὴν, συντριβὴν διανοίας, συντεταμένην γνώμην, εὐλαβείας ἐπίτασιν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Εἰ δὲ Ἰουδαῖοι θλιβόμενοι ἐγόγγυζον, οὐ τῆς θλίψεως, ἀλλὰ τῆς ἐκείνων ἀνοίας ἦν τὰ τοῦ γογγυσμοῦ ῥήματα· ἐπεὶ οἱ ἅγιοι θλιβόμενοι, λαμπρότεροι καὶ φιλοσοφώτεροι ἐγίνοντο. Διὸ καὶ ἔλεγεν αὐτὸς οὗτος· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ ὁ Παῦλος· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι χάρις μου. Ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται· διὸ εὐδοκῶ ἐν θλίψεσιν, ἐν ἀσθενείαις, ἐν διωγμοῖς. Ὅτε γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὁρᾷς καὶ τοῦτον ἐν τῇ θλίψει μᾶλλον διεγειρόμενον, καὶ πρὸς τὸν Θεὸν καταφεύγοντα, καὶ μειζόνως ἀντεχόμενον αὐτοῦ μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἐν αὐτῷ τῷ πυθμένι τῶν κακῶν (τοῦτο γάρ ἐστιν, Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου), καὶ τότε μάλιστα σπουδαιότερον γινόμενον; Τὸ δὲ, Σὺ ἔγνως τὰς τρίβους μου, ἕτερος ἑρμηνευτὴς εἶπε, Σὺ γὰρ οἶδας. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον· καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἐνταῦθα τὴν ἐπίτασιν τῆς συμφορᾶς καὶ τὰ δεινὰ αὐξόμενα δείκνυσι, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς, πῶς προσῄεσαν καὶ ἐγγυτέρω ἐγίνοντο, βουλόμενοι ὑποσκελίσαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ μόνον οὐκ ἦσαν αὐτῷ τινες βοηθοὶ ἢ σύμμαχοι, ἀλλ' οὐδὲ ἐπεγίνωσκον.