Ancient Greek · ~15 min
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 9.1-10
Not analysed yet
Τοιοῦτον γὰρ ἡ ἀρετή· πρόσκαιρον μὲν ἔχει τὸν πόνον, διηνεκῆ δὲ τὴν εὐφροσύνην. Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς· διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Ἕτερος, Ὥσπερ γεωργὸς, ὅταν ῥήσσῃ τὴν γῆν· οὕτως ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς στόμα ᾅδου. Ἄλλος, Ὁμοίως εἰ ἀποκλῶντι καὶ διασχίζοντι τὴν γῆν, ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς τὸν ᾅδην. Ἄλλος, Ὡς καλλιεργῶν καὶ σκάπτων ἐν τῇ γῇ, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Εἰπὼν ὅτι πολλὴν ἔχει αὐτοῦ τὰ ῥήματα τὴν ἡδονὴν, λέγει καὶ τὰς παλαιὰς συμφοράς. Ὅτι καίτοι γε τὰ ἔσχατα ἐπάθομεν, καὶ ὥσπερ γῆ διαῤῥαγεῖσα, καὶ ἀροτριωμένη, ἢ διασκαπτομένη, οὕτω πάντες διεσπάρημεν, καὶ ἀπωλόμεθα, καὶ πρὸς αὐτὰς τοῦ θανάτου τὰς πύλας ἤλθομεν· ἀλλ' ὅμως καὶ οὕτω διακείμενοι μᾶλλον ἂν ἑλοίμεθα τὴν ἀπὸ τῶν δικαίων παίδευσιν καὶ διόρθωσιν, ἢ τὸν ἀπὸ τῶν ἁμαρτωλῶν ἔλεον. Καὶ γὰρ, ὅπερ ἂν γένοιτο, τῆς πρὸς σὲ ἐλπίδος ἐκκρεμάμεθα, καὶ οὐκ ἄν ποτε ἐκπέσοιμεν τοῦ πρὸς σὲ ὁρᾷν. Διὸ καὶ ἐπήγαγε λέγων, Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Κἂν μυρία, φησὶν, ἐπέλθῃ δεινὰ, κἂν πόλεμοι, κἂν μάχαι, κἂν θάνατοι, κἂν πύλαι ᾅδου, οὐκ ἀφιστάμεθα τῆς ἱερᾶς ἀγκύρας, ἀλλ' ἐχόμεθα τῆς ἐλπίδος τῆς ἐπὶ τὴν σὴν συμμαχίαν, καὶ ὅπλα καὶ παρατάξεις ἀφέντες, ἐντεῦθεν τὴν ἀπαλλαγὴν προσδοκῶμεν, ἀπὸ τῆς σῆς ῥοπῆς. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ἄλλος, Μὴ ἐκκενώσῃς. Τουτέστι, μὴ ἄπρακτόν με ἀφῇς ἀπελθεῖν. Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Οὐχ ἁπλῶς ἐνταῦθα ἐπιβουλὰς λέγει, ἀλλὰ τὰς λαθραίους, τὰς κεκρυμμένας, αἵπερ εἰσὶ καὶ δυσφύλακτοι καὶ δυσφώρατοι, διὸ μάλιστα καὶ τῆς ἄνωθεν δέονται ῥοπῆς. Διὰ δὴ τοῦτο εἰς εὐχὴν κατακλείει τὸν λόγον, ἐντεῦθεν προοιμιασάμενος, καὶ ἐνταῦθα τελευτῶν· δεικνὺς, ὅτι τὰ μὲν παρ' αὐτοῦ ταῦτά ἐστιν, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεὸν, τὸ διαπαντὸς πρὸς τὸν Θεὸν βλέπειν, τὸ φεύγειν αὐτῶν τοὺς συλλόγους, τὸ μισεῖν αὐτῶν τὰς πονηρὰς ἐπιθυμίας· τὰ δὲ παρὰ τοῦ Θεοῦ, ἡ βοήθεια, ἡ συμμαχία, τὸ τῶν δυσφορωτάτων αὐτὸν ἀνώτερον ποιεῖν. Οὕτω γὰρ ἡ ἀρετὴ ὑφαίνεται, καὶ τῆς ἡμετέρας σπουδῆς εἰσαγομένης, καὶ τῆς τοῦ Θεοῦ βοηθείας συμμαχούσης. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρτωλοί· καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω Τίνος ἐν ἀμφιβλήστρῳ πεσοῦνται; Αὐτοῦ τοῦ Θεοῦ. Τουτέστιν, ἁλώσονται, χειρωθήσονται. Τὰ μὲν γὰρ τῶν δικαίων, μέχρι διορθώσεως καὶ τοῦ διεγεῖραι αὐτῶν τὴν φιλοσοφίαν· τὰ δὲ τῶν ἁμαρτωλῶν, ἅτε ἀνίατα νοσούντων, μέχρι κολάσεως καὶ τιμωρίας. Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω. Ἕτερος, Ἅμα ἐγώ εἰμι, ἕως οὗ παρέλθω. Ἄλλος, Ἐπὶ τὸ αὐτό. Τουτέστι, συνημμένος, συγκεκροτημένος, οὐ διεσπαρμένος· ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀπηλλαγμένος τῶν πονηρῶν, καθαρεύων τῆς ἐκείνων συνουσίας, καὶ ὡσανεὶ μόνος οἰκῶν· ὅπερ καὶ μέγιστόν ἐστιν ἀρετῆς εἶδος. Καὶ οὐ μίαν δὲ καὶ δύο καὶ τρεῖς φησιν ἡμέρας τοῦτο ποιεῖν, ἀλλὰ πάντα τὸν βίον. Τοῦτο ἀσφάλεια, τοῦτο τεῖχος, τοῦτο ἀρετῆς ἐπίδοσις, τὸ φεύγειν τοὺς πονηροὺς, καὶ πρὸς ἑαυτὸν συγκεκροτημένον καὶ συνηγμένον εἶναι ἅπαντα τὸν βίον, καὶ καταμόνας οἰκεῖν τῶν διαφθειρόντων. Οὐ γὰρ ἐρημία ποιεῖ τὸ μόνον εἶναι, ἀλλὰ γνώμη φιλόσοφος. Οὕτω καὶ πόλεις μέσας οἰκοῦντες, καὶ θορύβους, καὶ ἀγορὰς, δύναιντ' ἂν εἶναι καταμόνας ἄνθρωποι, ὅταν τοὺς διεφθαρμένους φεύγωσι συλλόγους, καὶ τοῖς τῶν δικαίων συνεδρίοις ἑαυτοὺς ἐκδιδῶσιν. Αὕτη ἀσφαλὴς ὁδός. Ὁ μὲν οὖν ἀρκῶν καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέξασθαι λύμην. Καὶ οὕτω καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.