Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 8.1-11
Not analysed yet
Οὐ μικρὸν δὲ τοῦτο ἀρετῆς σημεῖον, οὐ μικρὰ διορθώσεως ὁδὸς, τὸ φεύγειν τὰ τοιαῦτα συμπόσια καὶ τοὺς συλλόγους, καὶ μήτε φιλίαν αἰδεῖσθαι, μήτε γαστρὶ δουλεύοντας τὸν τόνον ἐκλύειν τῆς ψυχῆς, καὶ τὸ τῆς φιλοσοφίας εὔτονον παραλύειν. Οὕτω πολλοὶ φιλίαν αἰδεσθέντες εἰς τὸ τῆς μέθης κατεκυλίσθησαν κλυδώνιον, οὕτως ὑπὸ πορνείας ἑάλωσαν, καὶ πῦρ ἡδονῆς ἀνῆψαν, συμπόσια διώξαντες καὶ θέατρα πολλὴν ἔχοντα παρανομίαν. Τοῦτο καὶ αὐτὸς δείκνυσιν ἑαυτὸν πεποιηκέναι, ὡς μηδὲ μετασχεῖν τῆς τοιαύτης τραπέζης. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ἄλλος, Κατελεησάτω με δίκαιος ἐλέους, καὶ ἐλεγξάτω. Καὶ τοῦτο οὐ μικρὸν ἀρετῆς εἶδος μετὰ τοῦ προτέρου, τὸ μὴ φεύγειν ἐλέγχους, μηδὲ ἐπιτιμήσεις τὰς παρὰ τῶν δικαίων γινομένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν μὲν πρὸς χάριν διαλεγομένων ἐπὶ βλάβῃ μηδέποτε μεταλάβοιμι, φησὶ, τῶν συλλόγων· τοὺς δὲ ἐπιστύφοντας καὶ διορθουμένους, τούτους ἑλοίμην, τοὺς ἐλέγχοντας, τοὺς ἐγκαλύπτοντας τὰ πεπλημμελημένα, τοὺς ἐπιτιμῶντας. Τοῦτο γὰρ μάλιστα ἐλέους καὶ φιλανθρωπίας, τὸ τὰ τραύματα διορθοῦν. Ἔλαιον δὲ, φησὶν, ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Εἶδες ψυχὴν συγκεκροτημένην ἀρετῇ; Τῶν μὲν δικαίων καὶ τὰς ἐπιτιμήσεις μεθ' ἡδονῆς φέρει, τῶν δὲ παρανόμων καὶ τὰ πρὸς χάριν λεγόμενα διακρούεται. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἐλεοῦντες πολλάκις ἀπώλεσαν· οὗτοι δὲ ἐπιτιμῶντες καὶ ἐπιστύφοντες διώρθωσαν· καὶ τῷ μὲν ἐλέγχῳ τούτων συγκεκλήρωται ἔλεος, τῷ δὲ ἐλέῳ ἐκείνων θάνατος. Διὸ καί τις ἔφησεν· Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν. Καὶ σκόπει πῶς τὸ ἀποστολικὸν ἐνταῦθα δηλοῖ, τὸ, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Τοιοῦτος γὰρ καὶ ὁ ἔλεγχος τῶν ἁγίων. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· οὐ τέμνουσι μόνον, ἀλλὰ καὶ ἐπιδεσμοῦσι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εὐπαράδεκτον ποιῶν γίνεσθαι τὸν ἔλεγχον, οὐκ ἀφίησι δημοσιεύεσθαι ἐκ προοιμίων τὴν ἐπιτίμησιν, λέγων· Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Οὕτω καὶ Παῦλος ἐποίει, μετὰ ἐλέους τὸν ἔλεγχον ἐπιδεικνύμενος, καὶ νῦν μὲν λέγων· Ὦ ἀνόητοι Γαλάται· νῦν δὲ, Τεκνία μου, οὓς πάλιν ὠδίνω. Πολλὰ γὰρ δεῖ τὸν ἐλέγχοντα ἐπινοεῖν, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν ἔλεγχον, καὶ πολλῆς χρεία συνέσεως τῷ τοῦτο ἐπάγοντι τὸ φάρμακον· μᾶλλον μὲν οὖν, πλείονος ὁ ἐλέγχων δεῖται συνέσεως, ἢ ὁ σῶμα τέμνων. Πῶς; Ὅτι ἐκεῖ μὲν ἕτερον τὸ τέμνον, καὶ ἕτερον τὸ ὑπομένον τὴν ὀδύνην· ἐνταῦθα δὲ αὕτη καὶ ἡ τεμνομένη καὶ ἡ φέρουσα τὴν ἀλγηδόνα. Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Τί ἐστι τοῦτο; Ἐκεῖνος, φησὶν, οὐ τὸ χρήσιμον ζητεῖ τοῦ ἀκούοντος, ἀλλὰ τὸ ἑαυτοῦ, ἵνα ἡδὺς φαίνηται, ἵνα προσφιλής· οὗτος δὲ πρὸ τῆς ἑαυτοῦ χάριτος τὸ ἐκείνου συμφέρον σκοπεῖ. Ὥστε ἀλλήλων καὶ ταύτῃ μάλιστα διεστήκασιν. Εἰ δὲ ἐλεοῦντας ἀποστρέφεσθαι χρὴ τοὺς πονηροὺς, πότε αὐτοὺς δεῖ προσίεσθαι; Οὐδέποτε. Ὥστε κἂν χρήματα παρέχῃ, κἂν τρυφὴν ἐπαγγέλληται καὶ τιμὰς, διακρούου καὶ φεῦγε· τὸν δὲ δίκαιον, κἂν σκώπτῃ λόγοις, κἂν ἐπιτιμᾷ, δίωκε· ἐκεῖνος γάρ ἐστι ὁ φιλῶν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Ἄλλος, Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Ἄλλος, Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς πονηρίαις αὐτῶν. Τὰ μὲν ᾔτησε, τὰ δὲ παρ' ἑαυτοῦ παρέχεται· ἐντεῦθεν δείκνυσιν, ὅτι εὐχῇ οὐ δεῖ θαῤῥεῖν μόνον αὐτοὺς ἀναπεπτωκότας καὶ καθεύδοντας, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρειν. Τί οὖν οὗτος ἐξ ἑαυτοῦ παρέχεται; Οὐ πρόβατα, καὶ βόας, καὶ χρήματα, ἀλλὰ τρόπων ἐπιείκειαν, καὶ τὸ μεθ' ὑπερβολῆς ἀποστρέφεσθαι αὐτῶν τὴν πονηρίαν. Οὐ μόνον, φησὶ, φεύξομαι τὴν ἐκείνων χάριν τὴν ἐπιβλαβῆ, οὐδὲ αἱρήσομαι τὴν τούτων ἐπιτίμησιν, ἀλλὰ καὶ κατὰ τῶν ἐπιθυμιῶν αὐτῶν στήσομαι· τοσοῦτον ἀπέχω ἑλέσθαι τὸν ἐκείνων ἔλεον, ὅτι καὶ εὔχομαι κατὰ τῶν ἐπιθυμιῶν αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἄλλος, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἐνταῦθα δείκνυσι τὸ τῆς ἁμαρτίας εὐχείρωτον, καὶ τὸ ἀπόκρημνον τῆς κακίας. Αὐτοὶ, φησὶν, οἱ δυνάσται, οἱ πάντα ἄγοντες καὶ φέροντες, ἀπώλοντο. Καὶ οὐκ εἶπεν, Ἀπώλοντο, ἀλλὰ, Κατεπόθησαν, δηλῶν ὅτι οὕτως, ὡς μηδὲ ἴχνος αὐτῶν φαίνεσθαι, ὃ καὶ περὶ τοῦ ἀσεβοῦς λέγει, ὅτι Παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Τί ἐστιν, Ἐχόμενα; Ἐγγύς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡ πέτρα τις κατὰ πόντου βληθεῖσα οὐκ ἂν φανείη, οὕτω δὴ καὶ αἱ ἐκείνων εὐημερίαι καταδυόμεναι λοιπὸν ἀφανεῖς γίνονται, ὁλοσχερῆ τὴν ἀπώλειαν ὑπομένουσαι. Ἢ τοῦτο τοίνυν φησὶ, τὸ ἀνώνυμον, τὸ πρόῤῥιζον, ἢ τὸ ἰσχυρὸν, καὶ δυνατὸν, καὶ κραταιόν. Τοῦτο γὰρ τὸ, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν. Ἕτερος, Ὅτι ἐδορυφορήθησαν. Ἄλλος, Ὅτι εὐπροσωπίσθησαν. Τουτέστι, διὰ τῆς πείρας εἴσονται τῶν πραγμάτων τὴν ἡδονὴν τῆς ἐμῆς παραινέσεως καὶ συμβουλῆς. Καὶ πῶς; Ὁ ἔλεγχος τῶν δικαίων τοῦτον φέρει τὸν καρπὸν, καὶ ἡ παιδεία αὐτῶν πολλὴν ἔχει τὴν ἡδονήν.