Ancient Greek · ~113 min
ΚΕΦΑΛ. Βʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Βʹ.1
Not analysed yet
Ἐμνήσθην ἐλέους νεότητός σου. Τὰς εὐεργεσίας αὐτῶν λέγει, οὐχὶ αὐτῶν ἐγκώμια. Ἐπειδὴ γὰρ εἶπε τὴν τιμωρίαν, ἵνα δείξῃ, ὅτι δικαίαν ταύτην ἐπάγει, λέγει ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, Ἐμνήσθην ἐλέους νεότητός σου, τουτέστι τοῦ ἐλέους· οὗπερ ἀπεδειξάμην πρὸς σὲ νέαν οὖσαν ἐμνήσθην. Καθάπερ γὰρ ἡμεῖς περὶ τὰ παιδία μικρὰ ὄντα πολλὴν ἔχομεν φιλοστοργίαν, ὅτε οὔπω παροξύνουσιν ἡμᾶς· οὕτω καὶ ὁ Θεὸς ἐν ἀρχῇ, καὶ ἐν προοιμίοις ὅτε ἀπὸ τῆς αὐτοῦ χάριτος ἔσωσε μόνης αὐτοὺς, καὶ οὐκ ἀπῄτει τὰ παρ' ἑαυτῶν. Πλὴν ἔλεον ἐπιδείκνυται, ἄλλ' ὅμως εἰς λήθην αὐτὸν ἐποίησας ἐμπεσεῖν μετὰ ταῦτα. Τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ. Τουτέστιν, Ἐν τούτῳ ἔλεον ἐπεδειξάμην, ἐν τῷ ποιῆσαι ἐξακολουθῆσαί μοι, ἐν τῷ προηγεῖσθαί σου, ἐν τῷ ἀπιέναι καὶ προετοιμάζειν καταγώγια ἐν γῇ μὴ σπορίμῃ· οὐχ ἁπλῶς ἐν ἐρήμῳ, οὐχ ὑπὸ ἀνθρώπων καταλελειμμένῃ, ἀλλὰ μηδέποτε δεξαμένῃ καρπόν· ἐκεῖ ἠκολούθεις μοι. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, Ἐκεῖ σου προηγούμην, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τῷ ἅγιόν σε ποιῆσαι, καὶ ἅγιον ἐμοί. Μέγα μὲν γὰρ καὶ ἅγιον εἶναι, ὅταν δὲ καὶ Θεοῦ ἅγιος εἶ, ἐννόησόν μοι. Ἐντεῦθεν ἡ ἀρχὴ τῶν λόγων τοῦ προφήτου τῶν πρὸς τὸν λαόν· ὡς γὰρ κρινόμενος πρὸς αὐτοὺς ἀπομιμνήσκει τῆς ἰδίας εὐεργεσίας πείθων τὸν προφήτην, ὡς οὐκ ἀδίκως ἐκφέρει κατ' αὐτῶν τὴν ψῆφον. Λέγει τοίνυν, ὅτι Ἄνωθεν πολλῆς τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπήλαυσας. Νεότητα δὲ λέγει τὴν ἐν Αἰγύπτῳ διατριβὴν τοῦ λαοῦ, ὡς τότε ἐκλεγέντων παρὰ Θεοῦ. Τὸ δὲ, ἀγάπης τελειώσεώς σου, ἀντὶ τοῦ, Τελείως σε ἠγάπησα, πᾶσαν πρόνοιάν σοι νείμας· καὶ ἡ ἀπόδειξις ἀπὸ τοῦ ἐπαγομένου· Ἐν τῷ, φησὶν, ἐξακολουθῆσαί σε τῷ Ἁγίῳ Ἰσραήλ. Ἀντὶ τοῦ· Ἡνίκα ἐδεήθης μου πάσχων πάνδεινα ἐν Αἰγύπτῳ, καὶ ἐξήγαγόν σε καὶ ἡγούμην ὑποδεικνὺς τὴν ὁδὸν ἐν τῇ ἐρήμῳ. Καὶ παρεῖχόν σοι ἄφθονον τῶν ἀναγκαίων τὴν χρείαν ἐν ἐρημίᾳ ἀτριβεῖ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, ἀφωρισμένος τῷ Θεῷ. Οὕτω γὰρ λέγει καὶ ὁ Μωσῆς· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Ἀπαρχὴ γεννημάτων αὐτοῦ. Τουτέστι τῶν ἀνθρώπων ἁπάντων, τῆς οἰκουμένης ἁπάσης, καίτοι καὶ οἱ ἄλλοι αὐτοῦ. Ὅπερ οὖν λέγεται πρωτότοκος, οὐ διὰ τὸ πρῶτος γενέσθαι, οὐ διὰ φύσιν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἡ πρωτοτοκία ποιεῖ τὴν ἀγάπην· ἐνταῦθα δὲ ἡ ἀγάπη ἐποίησε πρωτότοκον εἶναι. Τουτέστιν ἡ ἀπαρχὴ τῷ Θεῷ οἰκεία, καὶ οὐ δύναται ἄλλως γενέσθαι. Οὕτω καὶ ὁ Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν γενόμενος. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι κακὰ ἐπ' αὐτοῖς. Οὐ μικρὸν καὶ τοῦτο δῶρον τὸ ποιοῦν τοὺς ἐχθροὺς ἀπόλλυσθαι τοὺς αὐτοῦ. Ὡς γὰρ ἁμαρτάνει ὁ τῶν ἀπαρχῶν γευόμενος, οὕτως καὶ ὁ εἰς σὲ πλημμελῶν. Διὰ τοῦτο πάλαι καὶ τὸν Φαραὼ ἐτιμωρησάμην, καὶ πάντας τοὺς ἐπανισταμένους· τὰ γὰρ παλαιὰ διηγεῖται. Τὸ δὲ, ἐσθίοντες, ἀντὶ τοῦ, φαγόντες, καὶ τὸ, πλημμελοῦσι, ἀντὶ τοῦ, ἐπλημμέλησαν. Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ. Ὁ θαῤῥῶν τοῖς ἑαυτοῦ δικαιώμασι, οὐ παραιτεῖται πολλοὺς εἶναι τοὺς ἀκροατάς. Ἀλλὰ καὶ σπουδάζει πανταχοῦ λαμπρὸν ἔχειν τὸ θέατρον, ὅπερ καὶ ὁ Θεὸς ποιεῖ, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄψυχα καλῶν, καὶ αἱρούμενος καὶ ἐπὶ τῶν ἔξω δικαστηρίων δικάζεσθαι. Ὁ βουλόμενος ἀκουέτω, διὰ τὸ περιφανὲς τῶν δικαίων· ὡς ὅγε ὑποπτεύων ἀεὶ παραιτεῖται τοὺς δικαστάς. Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί λέγεις; μετὰ τοσαύτην ἀπειλὴν, μετὰ τοσαῦτον φόβον ἀπολογῇ; Ναὶ, φησί. Τοιοῦτος γὰρ ὁ ἐρῶν· οὐκ ἀνέχεται μέχρι πολλοῦ φορτικὰ φθέγγεσθαι πρὸς τὸν ἐρώμενον· ἀλλὰ βαρέα [ἄλλ. ἀβαρέα] καὶ ἐντρεπτικὰ αὐτοῦ, μᾶλλον ἀλγῶν ἐπὶ τοῖς ἐκείνου κακοῖς. Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί τοῦτο; τοὺς πατέρας προσάγεις πρὸς τούτους ἔχων τὸν λόγον; ἵνα δείξῃ, ὅτι τούτους οὐ δι' ἐκείνους εὐεργέτησεν, ἀλλὰ δι' αὐτοὺς, ὃ μᾶλλον αὐτοὺς ὑπευθύνους ποιεῖ τῇ κολάσει. Ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων. Ὁρᾷς τὴν κατηγορίαν; οὐχ ἁπλῶς ἀπέστησαν, ἀλλὰ μακράν· πολὺ γὰρ ὄντως μακρὰν, ἀπὸ τῆς θείας φύσεως ἐκείνης ἐπὶ λίθους ἐλθεῖν. Οὕτω μακρὰν ὁδὸν ἑκάτερα ταῦτα τὰ πράγματά [ἄλλ. πέρατά] ἐστιν. Καὶ ἐματαιώθησαν. Τουτέστιν· Οὐδὲν εὗρον, καὶ οὐδὲ οὕτως ἀνέστησαν, οὐδὲ μετενόησαν. Πολὺ μῖσος τὸν εὐεργετοῦντα ἀποστρέφεσθαι, καὶ τοὺς βλάπτοντας αἱρεῖσθαι. Καὶ οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; Οὐ μόνον οὐχ εὑρόντες εἶπον, καίτοι γε ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ὠθούμενοι· τὰ γὰρ ἀγαθὰ παρόντα μὲν καταφρονεῖσθαι εἴωθεν· ὅταν δὲ ἀποστῇ, τότε μάλιστα ἐπιζητεῖται. Ἐνταῦθα δὲ οὐχ οὕτως, καίτοι γε ἔχοντες ἱκανὰ μνημόσυνα τῆς εὐεργεσίας αὐτοῦ. Ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Αὕτη δευτέρα εὐεργεσία, τὸ ὁδηγηθῆναι. Καὶ τίνος ἕνεκεν ἐκεῖθεν ἀνέφερεν; Ἵνα μὴ πάλιν τὴν Αἴγυπτον ζητήσωσι, τὸν πόλεμον ἰδόντες. Εἰ γὰρ μακρὰν αὐτοὺς περιέτρεψε, καὶ μνησθῆναι ἐκείνης ἔπεισε, πολλῷ μᾶλλον τότε νεαρῶν ὄντων τῶν δεινῶν, καὶ τῆς ἀπαλλαγῆς, καὶ τῆς μνήμης αὐτοῖς μενούσης. Ταυτὸν γὰρ ἐποίει Θεὸς, οἷον ἂν εἴ τις καμάτῳ πολλῷ εἰς ὑγείαν τινὰ προαγαγὼν, καὶ μηχανῆς δέοιτο πρὸς τὸ πεῖσαι ἑλέσθαι τὰ συμφέροντα. Εἰρηνικῶς τὰς οἰκείας εὐεργεσίας, αὐτὸν ἐκεῖνον μάρτυρα τῶν λεγομένων παράγει. Ἀκολούθως δὲ πάντα λέγει τῷ ἀνωτέρῳ λεχθέντι. Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον. Καὶ ταῦτα εὐεργεσία μεγίστη, τοὺς πτωχοὺς, τοὺς γυμνοὺς εἰς τὰ ἀλλότρια εἰσήγαγον ἀγαθὰ, οὐ ποιήσαντας οὐδὲ ἐνεργήσαντας. Ἀλλ' ἐπὶ τράπεζαν ἤγαγον ἕτοιμον. Οὐχὶ ὡδήγησα μόνον, ἀλλὰ καὶ λιμένα παρέσχον, καὶ τὴν ἀνάπαυσιν. Τί ταύτης τῆς φιλοφροσύνης ἴσον; ἀγαθὰ δὲ Καρμήλου, τὸν πλοῦτον λέγει τὸν πολύν. Ἀπὸ τοῦ τόπου τὴν γῆν τῆς ἐπαγγελίας λέγει. Ὁ δὲ Κάρμηλος ἦν πίονα γῆν ἔχων, καὶ γενναίους φέρων τοὺς καρπούς. Καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου. Τούτοις ἠμείψασθε τὸν εὐεργέτην, ἀφ' ὧν εὖ ποιῆσαι ἔδει, ἀπὸ τούτων ὑβρίσατε· δι' ὧν εὖ ἐπάθετε, διὰ τούτων ἐκακοποιήσατε, καὶ τὴν χάριν αὐτὴν ἀνετρέψατε. Ὅρα πῶς οἰκειοῦται τὸν τόπον, ἵνα δείξῃ μείζω τὰ ἁμαρτήματα. Ἐγὼ μὲν ὑμᾶς ἐνταῦθα ἀνέπαυσα εἰσαγαγὼν, ὑμεῖς δὲ τοὐναντίον ἐποιήσατε. Οἱ ἱερεῖς οὐκ εἶπαν. Οὓς μάλιστα ἔδει καὶ ἑτέρων εἶναι καθηγητάς. Ὅρα ἀπὸ τῆς κεφαλῆς τὰ κακά. Τουτέστιν οἱ Γραμματεῖς, οἱ διδάσκαλοι οὐκ ᾔδεσάν με. Ἐνταῦθα τὸν βίον λέγει τὸν ἀκάθαρτον. Εἰ γὰρ μηδὲν ἐκείνων ἦν, εἰ γὰρ μὴ ἐξήγαγον ἐξ Αἰγύπτου, ἱερεῖς ἦσαν, ἔδει τὸν νόμον φιλοσοφεῖν; τιμηθέντας ἀρχῇ παρ' ἐμοῦ. Καὶ οἱ προφῆται. Τοὺς ψευδοπροφήτας φησὶν ἐνταῦθα. Οἱ ἱερεῖς οὐκ εἶπον περὶ τῶν τὰς λειτουργίας ἐκπληρούντων λέγει. Καὶ οἱ ἀντεχόμενοι· περὶ τοῦ ἀρχιερέως λέγει, ὃς καθηγεῖται τοῦ λαοῦ. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς. Καὶ μὴν οὐκ ἔδει κρίσεως, ἀλλ' ἀποφάσεως, ἀλλὰ καταδίκης. Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι Οὐ πάντα εἶπον, ἀλλ' ἔχω καὶ ἕτερά τινα εἰπεῖν· ἔτι ἔχω κριθῆναι· ἢ ὅτι Ὑμεῖς με ἠναγκάσατε δικάσασθαι πρὸς ὑμᾶς. Καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Οὐκοῦν τούτους οὐ κολάζεις; Ναὶ, φησί. Τὴν ὑπερβολὴν λέγει, ὅτι Καὶ ἔτι κρίνομαι, καὶ οὔπω ὄντων τῶν δικαιωμάτων, οὐ παραιτοῦμαι, καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς ὑμῶν κριθῆναι, καὶ λόγον δοῦναι ὑμῖν κἀκείνοις. Μὴ γὰρ δὴ νομίσητε ἀπὸ τῶν προτέρων ἐγκλημάτων ἐκείνους με καταδικάζειν, καὶ πρὸς ἐκείνους κρίνομαι, οὐ παραιτούμενος πρὸς πάντας κρίνεσθαι. Ἐπειδὴ ἔμελλον λέγειν ὡς Οὐδὲν πρὸς ἡμᾶς, εἰ οἱ πατέρες ἥμαρτον, οὐδὲ δίκαιον ὑπὲρ τῶν ἑτέρων πλημμελημάτων δίκην δοῦναι· βουλόμενος δεῖξαι, ὅτι οὐκ ἐλάττους καὶ οὗτοι τῶν προγόνων, φησίν· Οὐ πρὸς ἐκείνους κριθήσομαι μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς, καὶ οὐ πρὸς ὑμᾶς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐκγόνους· ἵνα τὸ μέγεθος τῆς αὐτοῦ φιλανθρωπίας παραστήσῃ, ὅτι ἐπὶ τοσοῦτον ἐνέγκας τοὺς ἁμαρτάνον· τὰς οὐκ ἔπεισε μεταβάλλεσθαι τὴν γνώμην. Διέλθετε εἰς νήσους Χεττιείμ. Καὶ αὐτοὶ παραγίνεσθε, καὶ δι' ἄλλων μάθετε, οὐ κωλύω. Οὐδὲν εὐηργέτηκα, οὐδὲν πεποίηκα. Πατρικῶς ὑμῖν εἰμι Θεός. Μιμήσασθε τὰ ἔθνη, οἳ τοὺς αὑτῶν οὐκ ἀφιᾶσι, καὶ ποτὲ μὲν ὄνον, καὶ βοῦν, Εἶτα ὁ πρὸς αὐτοὺς ἔλεγχος ἀπὸ παραδείγματος· ὅτι Διέλθετε εἰς νήσους Χεττιείμ. Ἱστορίαν τοιαύτην φησὶν ἐνταῦθα. Χεττιεὶμ, τινὲς ἔφασαν Κυπρίους, τινὲς δὲ Χίους· Κηδὰρ δὲ ὄνομα πόλεως Σαρακηνῶν. Φασὶ δὲ ἐν μὲν τῇ Χίῳ πολυομβρίας εἶναι· ἐπιλείπειν δὲ ὑετὸν Σαρακηνοῖς. Ὡς οὖν εὐφορούσης τῆς γῆς ἐκ τοῦ ὑετοῦ, νομίζοντες οἱ τὴν Κηδὰρ οἰκοῦντες, ὡς ὅτι περ κατὰ προστασίαν τοῦ αὐτόθι Θεοῦ ὁ ὑετὸς γίνεται, τὸν ἑαυτῶν θεὸν, κατὰ μέν τινας ἐκ χρυσίου κατεσκευασμένον, κατὰ δέ τινας καὶ ἀπὸ μαργαρίτου, ἀνεκόμισαν πρὸς τοὺς Χίους, ξύλινον ἔχοντας θεὸν ἢ ὀστράκινον, ὥς τινές φασιν ἀνταλλάξασθαι βουλόμενοι. Οἱ δὲ οὐ πρὸς τὸ πολύτιμον τῆς ὕλης ἀφορῶντες, ὅλως δὲ τιμῶντες τὸν ἑαυτῶν θεὸν, οὐκ ἠλλάξαντο. Τοῦτο οὖν φησιν, ὅτι Τὰ μὲν λοιπὰ ἔθνη, τοσοῦτον τὸ σέβας ἔχουσι εἰς τὸν οἰκεῖον θεὸν, ὥστε οὐδὲ τιμίας ὕλης ἀλλάξασθαι ἐλάττονα διδόντα· ὁ δὲ λαός μου τοσαύτης τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπολαύσας καὶ δόξης τετυχηκὼς, ὥστε καὶ παρὰ πᾶσιν ᾄδεσθαι τὰ εἰς αὐτὸν γεγενημένα θαύματα, ἐν οὐδενὸς θέμενος μέρει, τὴν μεγαλουργίαν ἐπὶ τὴν τῶν εἰδώλων ἧκε θεραπείαν, καὶ ταῦτα κέρδος ἔχων οὐδέν. Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. Ὅτι αὐτοὺς οὐκ ἀφιᾶσιν οὕτως εὐσυνειδήτως ἔχουσι πρὸς τὴν ἁμαρτίαν. Ὁρᾷς τὰ παραδείγματα καὶ ἐξ ἁμαρτημάτων γινόμενα; Τὸ [τοῦτο] γὰρ δεινὸν, ἀλλ' ὅμως ἐπειδὴ ἔλαχον, καὶ ἔχουσιν. Οὐ τοῦτο προτρέπων λέγει, ἀλλὰ καὶ τούτους ἐντρέψαι βουλόμενος. Οὐκ ἀποδεχόμενος αὐτοὺς οὐδὲ θαυμάζων. Μὴ γένοιτο. Ἐκεῖνοι καὶ ἐπὶ βλάβῃ παραμένουσι τοῖς οἰκείοις· ὑμεῖς δὲ ἐπὶ βλάβῃ μεταπηδᾶτε τοῦ οἰκείου Δεσπότου. Ἐκεῖνοι κἂν δεινόν τι δεήσῃ, οὐκ ἂν ἕλοιντο ἀφεῖναι τοὺς αὑτῶν· ὑμεῖς δὲ ὠφελούμενοι, οὐκ ἂν ἕλοισθε παραμεῖναι. Ἐξέστη ὁ οὐρανὸς καὶ ἔφριξεν ἡ γῆ. Ἐπὶ γὰρ τῶν ἀτόπων καὶ τὰ ἄψυχα λέγομεν ἐξίστασθαι ὑπερβολικῶς· τοσαύτη ἡ κακία, ὡς μὴ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ἀναίσθητα ἐκπλῆξαι, πάντα ὑπερβαίνει λόγον, πᾶσαν διανοίας δύναμιν τὸ ἁμάρτημα. Λέγει Κύριος. Τοῦτο πανταχοῦ λέγει, ἵνα μὴ νομίζῃ τις, τοῦ προφήτου τὴν κατηγορίαν εἶναι. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. Πάλιν ἑαυτοῦ καλεῖ λαὸν, ὑπὸ τοῦ πόθου ἔτι καὶ τοῦ φίλτρου· ἐλεοῦντός ἐστιν, οὐχὶ κατηγοροῦντος ταῦτα, ταλανίζοντος, οὐκ ἐπεμβαίνοντος. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς. Οὐ λέγω διὰ φιλίαν, διὰ γοῦν τὴν ζωὴν τὴν αὐτῶν· πάντα γὰρ αὐτοῖς παρέσχον τὰ ἀγαθὰ, τὸ διειδὲς τῆς διδασκαλίας, καὶ τὸ καθαρὸν καὶ ἀθόλωτον, τὸ ἀένναον. Ὄντως γὰρ τοῦτό ἐστιν ὁ Θεὸς πηγὴ ζωῆς, πάντα ἀνέβλυζεν ἐνταῦθα τὰ ἀγαθὰ, ταύτην τὴν πηγὴν οὐκ αὐτοὶ ἐποίησαν, ἀλλ' αὐτόματος, ἥντινα ἀφέντες, τίνα εἵλοντο; Καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Οὐδὲ παρ' ἑτέρων λαβόντες δοῦναι, ἐρήμους, γυμνοὺς, καὶ κενοὺς ἀγαθῶν, ἐν δίψει εἵλοντο εἶναι διηνεκῶς, μάτην ἐπόνησαν· εἰκότως οὐδὲν ἔχουσιν οἴκοθεν ἀγαθὸν, ἀλλ' οὐδὲ παρ' ἑτέρου λαβόντες, οὐδ' ἂν ἐθέλωσι δύνανται, οὐδ' ἂν ἐπιχέῃ τις κατέχουσιν ἀγαθόν τι. Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστιν; Εἶπεν ὅτι οὐ δύνανται οἱ λάκκοι· λέγει λοιπὸν τὴν ἀπόδειξιν· πόθεν γὰρ ἄλλοθεν δοῦλοι γεγόνασιν, οὐχὶ ἀπὸ τούτων; Οὐκ ἔνι εἰπεῖν, ὅτι ῥήματά ἐστι ταῦτα, μονονουχὶ ἀπολογεῖται ὅτι αὐτοὶ ἑαυτοῖς αἴτιοι. Οὐ γὰρ δὴ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ἀλλ' ἑαυτῷ τὴν δουλείαν ἐπεσπάσατο. Μὴ ὡς δούλου κατεφρόνουν; Οὐχ ὡς υἱοῦ προενόησα; Ἢ οἰκογενής ἐστιν Ἰακώβ; Ἢ οὐχὶ καὶ τὸν προπάτορα διὰ τιμῆς ἤγαγον, ὥστε καὶ μετὰ θάνατον αὐτὸν τιμᾷν τῇ μνήμῃ; Τουτέστιν· Ἐγὼ μὲν ἄνωθεν ἐν υἱοῦ τάξει αὐτὸν ἐκτησάμην, αὐτὸς δὲ εὐκαταφρόνητον ἑαυτὸν πεποίηκεν· διὰ τοῦτο καὶ τοῖς ἐχθροῖς ὑποχείριος γέγονεν. Καὶ υἱοὶ Μέμφεως, καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιζόν σου. Μονονουχὶ ἀποδυρομένου ἐστί· Πόθεν σοι ταῦτα γέγονεν; Ἀνακαλουμένου αὐτοὺς, Καὶ κατέπαιξάν σου. Ὃ μάλιστα τῶν συμφορῶν τοὺς ἀνθρώπους δάκνειν εἴωθεν, τὸ ἔγνωσάν σε, καθάπερ τινὶ κόρῃ εὐγενίδι ῥιφείσῃ, καὶ ἐμπαροινήσαντες κατέπαιξάν σου. Περὶ Αἰγυπτίων λέγει. Τινὲς δὲ τὸ, ἔγνωσαν, ποιμανοῦσιν, ἔφασαν, μεταφορᾷ χρησάμενοι, καὶ τὸ, κατέπαιξαν ἐπήγαγεν, ἵνα τῶν κακούντων τὴν κακίαν σημάνῃ. Οὐχὶ ταῦτα ἐποίησέ σοι, τὸ καταλιπεῖν ἐμέ; Ὁρᾷς ὅτι οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλὰ τῶν σῶν. Πόθεν γοῦν [γὰρ] ταῦτα γεγένηται; πόθεν ἔρημοι αἱ πόλεις; πόθεν οἱ λέοντες ἐπεισέβησαν; πόθεν ἐκεῖνοι κατέπαιξαν; Εἰ μὴ ἐμὲ ἐγκατέλιπες, τὸν διαγαγόντα σε ἐν τῇ ἐρήμῳ, καὶ παρασκευάσαντα ἀσινῆ παρελθεῖν. Καὶ νῦν τί σοι ἐν τῇ ὁδῷ Αἰγύπτου, τοῦ ποιεῖν ὕδωρ Γηρῶν; Τοῦτο πάντες ἐγκαλοῦσι, καὶ κατηγοροῦσι καθ' ὑμῶν, ὅτι παρέντες τὸν Θεὸν ἐγκαλεῖν εἰς συμμαχίαν, τοὺς ἐχθροὺς καὶ ἐπιβουλεύοντας αὐτοῖς ἐπεσπῶντο, καὶ αὐτοὺς ἔσχον φίλους. Ζηλότυπός ἐστιν ὁ Θεὸς, καὶ ἀγανακτεῖ πλέον μάλιστα, ὅταν μὴ αὐτοῦ χρείαν ἔχωμεν, εἰς ἀνάγκην καθίστησιν, ὥστε χρείαν ἔχειν αὐτοῦ διὰ παντός· οὕτως ἡμῶν ἐρᾷ σφόδρα καὶ ἐπιθυμεῖ παρέχειν. Κἂν ἕτερος δῷ τὴν χάριν, ἀγανακτεῖ, καὶ δοθεῖσαν ἀνατρέπει, καὶ οὐκ ἀφίησιν εἰς ἔργον ἐλθεῖν. Οὐκ ἀνέχῃ τῶν ῥημάτων, ἀνέξῃ τῶν πραγμάτων. Μέμφεται αὐτοὺς, ὅτι ἐν κρείττοσιν ὄντες, τὰ ἐλάττονα ἐπιζητοῦσι· τὸ γὰρ Γηὼν, Σιὼρ ἔχει ὁ Ἑβραῖος, ὅπερ ἑρμηνεύεται διώρυξ. Ἐπειδὴ γὰρ καὶ ἐν τῷ νόμῳ ὁ μακάριος Μωϋσῆς παραθέσει τῆς πρὸς Αἰγυπτίους ἐπῄνεσε τὴν τῆς Παλαιστίνης γῆν, ὡς οὐκ ἀναμένουσαν συναγωγὴν ὕδατος ὥστε πολυχειρίᾳ τὴν γῆν ὡς κῆπον ἀρδεύειν, ἀλλ' ἄνωθεν μὲν ἐκ τοῦ οὐρανοῦ φέρεται τὸ ὕδωρ, οὐ διὰ χειρὸς ἀνθρωπίνης, τοῦ Θεοῦ δεικνύντος τὴν περὶ τὴν γῆν πρόνοιαν, ἐκείνων μέμνηται, ὀνειδίζων αὐτούς. Ταῦτα δέ φησιν, ὡς πολλάκις μὲν Αἰγυπτίων ἐπικαλεσαμένων, καὶ Ἀσσυρίων τὴν βοήθειαν, καὶ νῦν δὲ ὡς τοῦ Ἰωακεὶμ μεγάλα ἐπὶ τῷ Αἰγυπτίῳ φρονοῦντος, καὶ ὡς οὐδὲν πείσεται ὑπὸ τοῦ Βαβυλωνίου τῇ ἐκείνου συμμαχίᾳ, ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν. Ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον. Γηὼν γὰρ τὸν Νεῖλον καλεῖ. Παιδεύσει σε ἡ ἀποστασία σου. Ἱκανὸν γὰρ εἰς παιδείαν τὸ ἔξω τοῦ Θεοῦ γενέσθαι. Λέγει Κύριος. Οὐκ ἐμὰ τὰ ῥήματα, οὐκ ἀνθρωπίνη ἡ ἀπόφασις· ἔτι Θεὸν αὐτῆς ἑαυτὸν καλεῖ. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοί. Οὐδέποτε, τουτέστιν ἀνεπαυσάμην. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου. Οὐδὲ ἔλυσαν, ἀλλὰ συνέτριψαν. Εἶπας· Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνόν· ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου. Ὅρα ἀφανίζοντα [ἄλλ. ἀφηνιάζοντα] καὶ σκιρτῶντα. Ὅρα βουνοὺς καὶ ἄλση τοῦ Θεοῦ προτιμώμενα. Ὁρᾷς ὅτι οὐ τὸ φορτικὸν τῆς ἀρχῆς ἔφυγεν, ἀλλ' ἐξύβριζεν· οὐκ ἂν ᾖ [ἴσ. εἰ] τεταπεινωμένη καὶ κατειργασμένη, πορνεῦσαι ἐζήτησεν, ἀλλ', ἄνεσιν μόνην, καὶ οὐχ ἁπλῶς Πορνεύσω, ἀλλὰ Διαχυθήσομαι. Ὥστε καὶ εἰ ζυγὸς ἦν καὶ δεσμὸς, εἰκότως ἀπέσφιγγε τὰ ἄτακτα κατέχων σκιρτήματα, καὶ οὐδ' εἰς ὡρισμένους τόπους, ἀλλὰ πανταχοῦ εἰς ἕκαστον χωρίον τῆς ἀσεβείας ἡ ὑπόθεσις. Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Μὴ γὰρ δὴ νομίσῃς πάλιν ἀπὸ κακίας αὐτὰ γενέσθαι φυσικῆς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπορεῖν τινας καὶ λέγειν, τίνος ἕνεκεν ἐξ ἀρχῆς ἀπεπήδησε; λέγει· Οὐ παρὰ τὸν γεωργὸν, ἀλλὰ παρὰ τὴν ἄμπελον καρποφόρον, ἀληθινὴν, ταύτην τὴν γνησίαν. Ἐνταῦθα φυσικήν τινα δείκνυσιν ἀρετήν. Οὐκ ἔχεις ἐγκαλέσαι τῷ γεωργῷ. Σὺ ἐστράφης, οὐδὲ πολλοῦ πόνου ἐδεήθης πρὸς τὸ μεταβληθῆναι. Τοιοῦτον γὰρ κακία ῥᾴστη καὶ εὔκολος. Ἡ ἄμπελος ἡ ἀλλοτρία. Πῶς ἀλλοτρία; Ἔσῃ λοιπὸν ἀλλότριος· ἐμὴ γὰρ καὶ οὐκ ἐμή. Ὁρᾷς οὐκ ἀπὸ τῆς πλάσεως οἰκειουμένη [οἰκειουμένους] τῷ Θεῷ, ἀλλ' ἀπὸ τῶν ἔργων. Οὕτω καὶ ὅταν λέγῃ, Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, καὶ, Οὐκ οἶδα ὑμᾶς· οὐ δημιουργὸν ἕτερον ἐπεισάγει. Εἰ γὰρ αὐτὸς ἐφύτευσε, πῶς ἀλλοτρία; ἀλλὰ μετὰ τὸ στραφῆναι ἀλλοτρία. Ἐγὼ δὲ ἐφύτευσά σε. Τουτέστι, Πλείστην τὴν ἐπὶ σὲ ἐπιμέλειαν ἐποιησάμην. Ἐκβαλὼν ἐξ Αἰγύπτου, καὶ ἀλλοτρίαν σοι δοὺς γῆν, καὶ ἐκβαλὼν ἔθνη κατῴκησά σε, ἐφ' ᾧτε τῆς εὐσεβείας τὸν καρπὸν δοῦναι. Τὸ δὲ, πᾶσαν ἀληθινὴν, ἀντὶ τοῦ, ἐν ἀσφαλείᾳ σε κατῴκησα, ὅπερ λέγει καὶ ὁ Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Οὐχ ἁπλῶς δὲ τὸ, πᾶσαν, τέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε προφῆται καὶ οἱ τούτοις ἑπόμενοι, ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων ἐπίσης ἐπεμελήθην. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ· τουτέστιν ἐκλεκτήν. Ὅπερ γὰρ ἐκεῖ λέγει ἐκλεκτὴν, ἐνταῦθα ἀληθινὴν ἐπὶ τῇ τῶν πατέρων ἐκλογῇ. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ὁ Ἑβραῖος, Ἐστράφης μοι εἰς σπέρμα ἀμπέλου ἀλλοτρίας. ἵνα εἴπῃ, Τὰ μὲν ἐμὰ νόμιμα παρεχάραξας, τοῖς δὲ τῶν ἐθνῶν ἔθεσιν ἐξηκολούθησας. Ὃ λέγει καὶ ὁ Μωυσῆς· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ βότρυς αὐτῶν. Ὅθεν καὶ χολὴν τῷ Δεσπότῃ προσήνεγκαν. Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστράφησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας, ὁ ἐξ αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον ἀληθινὴν ἑαυτὸν ὀνομάζει λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας, κλήματα προσαγορεύει. Καὶ ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ. Εἶτα ἵνα μὴ φυσικὴν εἶναι νομίσῃς [αὐ]τὴν, Κεκηλίδωσαι ἐν ἀδικίαις σοῦ. Καὶ μὴν, καὶ εἰ ἐπίκτητός ἐστι, καὶ ἐπιγέγονε, καὶ ἐξ ἀδικιῶν ἐστι, δυνατὸν ἀποτρίψασθαι· καὶ γὰρ δυνατόν· εἰ γὰρ μὴ δυνατὸν, οὐκ ἂν εἶπεν· Τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου; Πῶς οὖν λέγει· Ἐὰν πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι; Ὥσπερ λέγει· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. Οὐδὲ γὰρ ἐκεῖ εἰς ἀδύνατον καθίστησι τὸ πρᾶγμα, καὶ τοιαῦτα ὑποδείγματα τοῦτο βούλονται, ἀλλὰ θυμοῦ τὰ ῥήματα. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν μετανοήσῃς, οὐ δέχομαί σε, ἀλλ' ὅτι ἡ δι' ὕδατος κάθαρσις οὐδὲν ὠφελεῖ, ἐπειδὴ ἐδόκουν καὶ οὕτω καθαίρεσθαι. Ἐκ μεταφορᾶς ἔλαβε τῶν δυσεκπλύτων ἐρίων, ἢ τῶν ἐπικεχρωσμένων σωμάτων, ὑπό τινος διαχυθείσης χολῆς, ἤ τινος τοιούτου. Τὸ μὲν γὰρ νίτρον, καὶ ἣν καλεῖ πόαν, τὸν εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀποπλύνειν ῥύπον οἶδεν· ἐπικεχρωσμένον μέντοι σῶμα, καὶ οἱονεὶ βεβαμμένον οὐκ ἰᾶται. Βούλεται γοῦν εἰπεῖν, ὅτι Οὐκ ἀπὸ τῶν σμηγμάτων δύνῃ τῶν ἁμαρτημάτων λαβεῖν τὴν ἄφεσιν. Γνησίας γὰρ τῆς περὶ τὸ καλὸν διαθέσεως δεῖ, καὶ τέλεον ἀποστραφῆναι τὸ κακόν. Ἵνα οὖν εἴπῃ· Οὐκ ἀπὸ τοῦ εἶναι ἐν τῇ γῇ, οὐδὲ ἀπὸ τοῦ θυσίας ἐπιτελεῖν, ἢ ἐν τῷ ναῷ εἰσιέναι, ἢ Σάββατον τηρεῖν, ἤ τι τοιοῦτον, λαμβάνεις τὴν ἄφεσιν, ἀλλ' ἀρετὴν μετελθὼν, καὶ ἔργων ἐπιδειξάμενος κατόρθωσιν. Πόαν δὲ λέγει, ὃ κατὰ τὴν Σύρων φωνὴν, ἀλάαν καλοῦσι· κατὰ δὲ τὴν Ἑβραίων, βορήθ· κατὰ δὲ τὴν Ἑλλήνων φωνὴν, δορύκνιον ὀνομάζουσι. Τὸ οὖν, κεκηλίδωσαι, οἱονεὶ, Βεβαμμένη εἶ τῇ κακίᾳ, καὶ τῇ περὶ τὴν ἀσέβειαν ἐπιμελείᾳ. Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην; Τί βούλει πάλιν; Οὐκ ὠργίσθης; οὐκ ἀπέῤῥιψας; οὐκ εἶπας ὅτι Κεκηλίδωσαι; Τί πάλιν ἐλέγχεις; Ὁρᾷς ἐραστοῦ ἠδικημένου ῥήματα; Πῶς [ἐρεῖς], Οὐκ ἐμιάνθην; τὸ μέγιστον ἁμάρτημα, ἐπὶ τῶν ἔργων παραβαίνοντες, ἐπὶ τῶν λόγων ἀρνεῖσθε. Τὸ Πολυάνδριον τοῦτο ἦν, ὅπου τὰ σώματα τῶν παίδων ἐπὶ τοῦ Μανασσῆ κατωρύγη· τὰς γὰρ ὁδοὺς ἐνταῦθα τὰς πράξεις λέγει· ἕστηκε γὰρ ὁ τόπος βοῶν, οὐδὲ ἀρνῇ τὸν ἔλεγχον φανερὸν ὄντα. Μὴ γὰρ μακρὰν ἀπελθεῖν δεῖ; Καὶ ἵνα δείξῃ ὅτι οὐ τὴν γνώμην μετεβάλλοντο, ἐπάγει· [Πῶς] ἐρεῖς, Οὐκ ἐμιάνθην, τουτέστιν· Ἁμαρτάνουσα ἀρνῇ ὡς μηδὲν ποιήσασα. Ἴδε τὰς ὁδούς σου ἐν τῷ Πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. Τουτέστιν, Ὅρα τὸν τόπον ὅπου ἡμάρτανες. Πολυάνδριον δὲ ὁ Ἑβραῖος οὐκ ἔχει, ἀλλ' ἴδε τὸν τόπον τοῦ Γαΐ· λέγει δὲ ἐν ᾧ πρὸς τὰς θυγατέρας τῶν Μαδιανιτῶν ἐκτραπέντες εἰς εἰδωλολατρείαν ἐξώκειλαν. Σκόπησον τοίνυν, φησὶ, τὰς ἄνωθέν σου παρανομίας· ἴσως δὲ Πολυάνδριον ἡρμήνευσαν, ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι ἀναιρεθέντων. Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε. Καθάπερ πρὸς γυναῖκα μεθύουσαν, καὶ οὐκ εἰδυῖαν ἅπερ ἔπραξεν, οὕτω διαλέγεται. Πανταχοῦ σπουδάζει μαθεῖν αὐτῆς τὰ ἁμαρτήματα· ὄντως γὰρ μεγάλης σοφίας δεόμεθα, πρὸς τὸ μαθεῖν ἡμῶν τὰ ἁμαρτήματα, ὄντως μεγάλων ὀφθαλμῶν. Τί τοῦ Δαυῒδ συνετώτερον; καὶ οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἁμαρτίαν, οὐκ ἠδυνήθη κατιδεῖν. Ἀλλ' ἐδεήθη προφήτου τοῦ δηλώσοντος αὐτήν. Οὐ γὰρ οὕτω πρὸς τὸ ἁμαρτεῖν σφοδρὸς ὁ διάβολος, ὡς πρὸς τὸ μὴ συνιδεῖν τὸ ἁμάρτημα, ἵνα ἐπιμένωμεν ἁμαρτάνοντες Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Οὐδὲ ὡς ἁμαρτάνουσα, οὐδὲ ὡς κλέπτουσα, ἀλλὰ μετὰ ἀδείας, μετὰ πολλῆς πλησμονῆς. Ὕδατα ἐρήμου, τί φησι; τὴν ἀσέβειαν, τὴν εἰδωλολατρείαν. Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Κατὰ δὲ τοὺς λοιποὺς, Εἵλκυσαν ἄνεμον· πνεῦμα γὰρ ἐπισπασάμενοι τὸ ἀκάθαρτον, ἐματαιώθησαν. Ἤγουν, ἅπερ ἀκούειν ἠβούλετο. Λέγειν οἱ ψευδοπροφῆται προσεποιοῦντο, ἢ ὅτι μαινομένης δίκην, ἐξ ἄλλης εἰς ἄλλην ἐπιθυμίαν μετέβαινεν. Ὕδατα ἀεὶ τὴν διδασκαλίαν καλεῖ τὴν ἑαυτοῦ πανταχοῦ, ἐκεῖνα δὲ τὰ ὕδατα τὴν διδασκαλίαν τῶν εἰδώλων, ἔνθα ἐκενοφωνεῖτο. Ὅρα οὐδαμοῦ ἐξ ἀνάγκης, πανταχοῦ ἐξ ὕβρεως ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς, ὅταν καὶ μετὰ ἐπιθυμίας τὰ κακὰ πράττῃ. Τίς ἐπιστρέψει αὐτήν, Ὁρᾷς καὶ τοῦτο πάλιν ἑτέρως λεγόμενον, καὶ ἑτέρως γινόμενον. Οὐκ ἀπεστράφη οὖν, καὶ μὴν καὶ σὺ ἐπέστρεψας αὐτὴν, καὶ οὐδὲ παρεδέδοτο. Ἀλλὰ τὸ μὴ συμβεβηκὸς εἶπεν, ἵνα οὕτω γοῦν ἐπιστραφῇ. Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτόν. Τουτέστι, κατειργασμένην, δεδεμένην, παραδεδομένην. Ὀψὲ φωνὴν αὐτῆς ὠλόλυξεν. *Κατὰ τὸν Ἑβραῖον οὕτως ἔχει· Ὡς πρωτότοκον μοσχάριον σκιρτᾷ. —Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Ἵνα εἴπῃ· Τὰς πράξεις αὐτῆς ἐξέχεεν ὡς ὕδατα ἐπὶ τὰς ἐρήμους εἰδώλοις λατρεύουσα καὶ καταφρονοῦσα τοῦ ναοῦ. Κατὰ τὸν Ἑβραῖον οὕτω κεῖται· Ὡς δάμαλις δεδιδαγμένη ἐν πανερήμῳ ἅλλεσθαι. Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς. Ἀκολούθως ὁ Ἑβραῖος ἔχει· Καὶ ἐν τῷ θελήματι τῆς ψυχῆς αὑτοῦ βαδίζειν πρὸς ἕκαστον κλίμα. Τίς ἐπιστρέψει αὐτόν; Ἀκολούθως κατὰ τὴν τῶν Ἑβραίων κεῖται, τουτέστιν, Ἐμοῦ ἀποφηναμένου κατ' αὐτῆς αἰχμαλωσίαν, τίς δύναται αὐτῇ βοηθῆσαι; Πάντες αὐτήν. Ὁ Ἑβραῖος· Ἐν τῷ ἀροτριᾷν εὑρήσουσιν αὐτήν· τουτέστιν, ἐν τῇ διαφθορᾷ αὐτῆς. Οὕτω μὲν οὖν κεῖται κατὰ τὴν τῶν Ἑβραίων ἔννοιαν· ὁ δὲ Ἑλληνικὸς τοιαύτην τινὰ ἔχει τῶν ῥημάτων διάνοιαν· Εὐάλωτος ἔσται, τῆς παρ' ἐμοῦ προνοίας οὐκ ἀξιουμένη. Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας· Πῶς πάλιν παραινεῖς; πῶς πάλιν συμβουλεύεις, εἰ κεκηλίδωται; Ὁδοὺς τραχείας τὰ εἴδωλα λέγει, καὶ δίψος δεικνὺς, ὅτι οὔτε ἡδονὴν τὸ πρᾶγμα ἔχει. Ποία γὰρ ἡδονὴ τὸ θύειν υἱοὺς καὶ θυγατέρας; Τί δὲ τούτων τραχύτερον τῶν ἐπιταγμάτων; ποία δὲ ἡδονὴ τὸ πορνεύεσθαι τὰς γυναῖκας αὐτῶν, καὶ μοιχᾶσθαι; Ποία δὲ ἡδονὴ τὰ μέλλοντα προακούειν, εἰκῆ, καὶ μάτην οὐδὲν ὠφελουμένους ἀπὸ τῆς προῤῥήσεως; Ποία δὲ ἡδονὴ τὸ κατατέμνεσθαι, καὶ αἱμάττειν τὰς χεῖρας; Ἢ ποία ἡδονὴ τὸ συγγίνεσθαι ἀλόγοις; οὐδὲν τραχύτερον τῆς ὁδοῦ ταύτης. Τίς οὐκ ἂν φύγῃ τραχεῖαν ὁδόν; Τίς οὐκ ἀποσταίη δίψους; Αὕτη δὲ οὔτε μετὰ παραίνεσιν τὴν ἀπὸ τῶν λόγων. Τί ἐστιν, ἀνδριοῦμαι; τῇ φιλονεικίᾳ ἐπιμενῶ. *Ὁρᾷς ὅτι τὸ ἄνω κείμενον, ὅτι Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, οὐκ ἀποστρεφομένων τὴν μετάνοιαν λέγει, ἀλλὰ γνησίαν τὴν ἐκ τῶν ἁμαρτημάτων ζητῶν ἐπιστροφήν. Ἐπειδὴ τοίνυν ἔφη ἄνω· Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου, παραινεῖ αὐτῇ νῦν, μὴ κάμνειν περὶ τὴν τῶν εἰδώλων θεραπείαν, τὰ ὄρη καταλαμβάνουσαν, μηδὲ ἐπιθυμεῖν ἐκείνων τῶν ματαίων. Τοῦτο γὰρ μηνύει, Τὸν φάρυγγά σου ἀπὸ δίψους. Κατὰ μέντοι τὸν Ἑβραῖον οὕτως ἔχει, Ἀπόστρεψον τὸν πόδα σου τοῦ περιπατεῖν ἀνυπόδετος, καὶ τὴν φωνήν σου ἀπὸ κλαυθμοῦ. Τουτέστι, Μεταβαλοῦ τὴν γνώμην, ὥστε μὴ αἰχμάλωτον γενέσθαι καὶ πενθεῖν ἐπὶ τοῖς καταλαβοῦσι κακοῖς, σώζεται δὲ ἐν ἑκατέρῳ ἡ ἔννοια ἡ αὐτή. Ὁ μὲν γὰρ τὰ ἀποβαίνοντα ἐκ τῆς ἀσεβείας ἔφη· Ὁ δὲ Ἑλληνικὸς τὴν αἰτίαν τῶν κακῶν. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι. Οὐ βούλομαι, τουτέστιν, ἀρκῶ ἐμαυτῇ. Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται. *Τουτέστιν ὡς ἐπαυτοφώρῳ ληφθεὶς κλέπτης ἀρνήσασθαι οὐ δύναται, οὕτω καὶ οὗτοι τῶν συμφορῶν καταλαβουσῶν οὐκ ἂν ἀρνηθεῖεν τῶν εἰδώλων τὴν ἀσθένειαν, αἰσχυνόμενοι τῇ περὶ αὐτὰ θεραπείᾳ. Οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. Ἐπειδὴ πολλάκις τῶν τιμωριῶν τοῦτο μᾶλλον ἡμᾶς θορυβεῖ, καὶ τοῦτο τίθησιν, ὃ μετὰ τὸν ἐμπρησμὸν γέγονεν. Τῶν γὰρ ψευδοπροφητῶν ἀπατώντων αὐτοὺς εἰκῆ, καὶ φυσώντων τοὐναντίον ἐξέβη, καὶ ἐγένετο, καὶ γέγονεν αἰσχύνη μεγάλη, καὶ ᾐσχύνθησαν οἱ βασιλεῖς, ὡς οὐ δυνάμενοι προστῆναι, οἱ ἱερεῖς μὴ πειθαρχήσαντες τοῖς παρὰ Θεοῦ, οἱ προφῆται διὰ τοὺς μάντεις. Τῷ ξύλῳ εἶπαν· Ὅτι πατήρ μου εἶ σύ. Τί ταύτης χεῖρον τῆς ἀναισθησίας; Εἰ γὰρ μὴ Θεὸν ἐγκατέλιπον, τί ταύτης τῆς πηρώσεως χαλεπώτερον; Ἀλλὰ τῷ ξύλῳ οὐκ εἶπε, φησὶν, ἀλλὰ τῷ δαίμονι τῷ τὸ ξύλον κινοῦντι. Καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα. Χείρων ἁμαρτία αὕτη. Τίνα κατέλιπον; Πῶς ἀπεστράφησαν; Συνεχῶς αὐτῶν λέγει τὰ ἁμαρτήματα. Ὁρᾷς ὅσον ἀγαθὸν τὰ κακὰ, ὅταν τὸν Θεὸν ἐπιγινώσκειν ποιεῖ. Ὁρᾷς ὅτι παρὰ ῥᾳθυμίαν ἡ πλάνη; Ὁρᾷς ὅτι παρὰ ἄνοιαν; Ὁρᾷς, ὅτι παρὰ τὰ ἄλλα τὰ ἀνθρώπινα ἁμαρτήματα [ἄλλ'. ἐλαττώματα]. Ὅτι κατ' ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα. Πάλιν ὄνειδος, ὅταν ποιηταὶ τῶν θεῶν ὦσι. Οὐδὲ γὰρ ὅτι ἐλάχιστοί εἰσιν ἔχει εἰπεῖν, οὐδὲ γὰρ ὅτι μακράν. Κατὰ ἀριθμὸν γὰρ τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα. Ἵνα τί λαλεῖτε πρός με· πάντες ὑμεῖς ἠσεβήσατε Οὐκ ἔστιν εἰπεῖν ὅτι οἱ μὲν, ναὶ, οἱ δὲ, οὔ. Ἵν' οἱ διαφεύγοντες τὴν πλάνην τοῖς ἄλλοις γένωνται παραμυθία. Ἄρα οὐδὲ καλεῖν τὸν Θεὸν ἄξιοί ἐσμεν ἀσεβοῦντες· οὐδὲ ἐν συμφοραῖς αὐτῷ εὔχεσθαι, ὅταν ἐν ἀδείᾳ αὐτὸν ἀγνοῶμεν, λέγει Κύριος· Μὴ γὰρ ἐγὼ λέγω; Ὁ ὑβρισθεὶς, ὁ τὰ πάντα εἰδώς. Μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν. Τοὺς προφήτας. Ἀλλ' οὐκ ἔδει τὰ παιδία, ἀλλὰ τοὺς ἀπατῶντας, καὶ τοῦτο ἐποίησε, φησὶ, καὶ οὐχ ἁπλῶς, οὐδὲ κοινῷ θανάτῳ· ἵνα μή τις τῇ φύσει τοῦτο λογίσηται, ἀλλ' ἵνα μάθωσιν ὅτι ἀπὸ Θεοῦ γέγονεν ἡ ὀργή. *Οὔτε εὐεργετούμενοι, τὸν εὐεργέτην ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. Μάχαιρα, γὰρ, φησὶ, κατέφαγε. Τοὺς μὲν γὰρ, Ἠλίας ὁ προφήτης, τοὺς δὲ Ἰηοῦ ὁ βασιλεὺς, τοὺς δὲ Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς σφαγῇ παραδέδωκεν. Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ; Μὴ ἔρημος, τουτέστι μὴ ἄκαρπος. Εἰ γὰρ ἄκαρπος, ἀναχωρῆσαι αὐτοὺς ἐχρῆν. Οὐδὲ οὕτω μὲν οὖν, οὐ γὰρ μισθῷ δουλεύειν δεῖ τῷ Θεῷ. Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς; Ὁ δὲ λαός μου. Ὅρα πάλιν ὑφειμένον τὸν λόγον. Ὃ μάλιστα ἐζήτουν ἄνθρωποι, τὴν δόξαν, οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἀγαθῶν μὲν ἀπελαύομεν, ἐν ἀτιμίᾳ δὲ ἦμεν. Ὥσπερ τῇ νύμφῃ κόσμος, κἀγὼ τῷ λαῷ, ὥστε δύσκολον ἦν τὸ ἐπιλαθέσθαι. *Τουτέστι, τὰ πρὸς εὐκοσμίαν διώκουσιν ἄνθρωποι. Καὶ νύμφη μὲν ἀγαπᾷ τὸν κόσμον, ὡς ὡραϊζομένη ἐξ αὐτοῦ, παρθένος δὲ τῆς στηθοδεσμίδος ἀντέχεται, ὡς εὐπρέπειαν ἐχούσης· ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ' ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ' ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ' ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; *Τουτέστι, πόσα ποιήσασα δυνήσῃ ἐξαλεῖψαι τὰ ἁμαρτήματά σου, καὶ δεῖξαι αὐτὴν καθαρὰν, ὥστε τῆς παρ' ἐμοῦ ἀγάπης ἀξιωθῆναι. Οὐχ οὕτως, τουτέστιν, οὐδὲ πολλὰ ποιήσασα, δύνῃ ἐκπλῦναι τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. Τουτέστιν, σπουδὴν ἔθου ταύτην, ὥσπερ φιλονεικοῦσα καὶ ἐπιτηδεύουσα ἀκάθαρτος γενέσθαι, οὕτω πάντα πεποίηκας. Αὕτη τοίνυν σπουδὴν ἔσχε τοιαύτην, τί τοιοῦτον σὺ περὶ αὐτῆς; Καίτοι πάντα τὰ ἄλλα παραλιπὼν, ὅρα ποῖον τίθησιν, ἐν χερσί σου εὑρέθη αἵματα ψυχῶν ἀθώων. Οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς. Τοῦτο καὶ Ἰεζεκιήλ φησι, Τοῦτο ὑπὲρ πᾶσαν τὴν πονηρίαν σου, ὅτι τοὺς υἱοὺς ἔθυον, καὶ τὴν φύ σιν ἐξεπολέμωσαν πρὸς ἑαυτούς. Οὐδὲν οὐδέπω λέγω, ὅτι δαίμοσιν, ἀλλ' ὅτι μηδὲν ἔχοντες ἐγκαλεῖν, καὶ τὸ δεινὸν οὐδὲ λάθρα, οὐδὲ νόμῳ λῃστείας, ἀλλὰ τρόπῳ εὐσεβείας ἐδρᾶτο τὰ δεινὰ, ἐπὶ προσχήματι ἁγιαστείας μιαιφονίαι ἐτελοῦντο [ἄλλ'. ἐτολμῶντο]. Καὶ εἶπας ἀθῶός εἰμι. Τὸ ἀναίσχυντον τὸ περὶ τὰ ἁμαρτήματα, ὃ μάλιστα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκκαίειν δύναται, τὸ μηδὲ ἐπιγινώσκειν τὰ ἑαυτῶν πλημμελήματα. Ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Τί λέγεις, μάτην ὀργίζομαι ἢ εἰκῆ χαλεπαίνω; Οὐκοῦν ἀπολογοῦμαι ὑπὲρ ἐμαυτοῦ, ὅτι κατεφρόνησας σφόδρα. Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· Οὐχ ἥμαρτον Ὡς εἰ μὴ τοῦτο προσέθηκας, οὐκ ἂν ἐκρίθην· Ὁρᾷς ὅτι τοῦτό ἐστι τὸ ποιοῦν με καταδικάζειν [καταψηφιεῖν] σε, καὶ καταφρονεῖν σου; σύ με κατέστησας εἰς τὴν ἀνάγκην ταύτην, σὺ τῆς δίκης αἴτιος γέγονας, σὺ τὴν κατηγορίαν ταύτην κρίνεις, ἵνα ἀπολογήσωμαι ὑπὲρ ἐμαυτοῦ τοὺς μακροὺς τούτους ἀποτείνεις [ἀποτείνω] λόγους, καὶ οὐκ εἶπε, Κατηγορῶ σου· ἀλλὰ, Κρίνομαι πρὸς σὲ, ἐμαυτοῦ προΐσταμαι, ἐμαυτῷ συνδικῶ, ὥστε οὐδ' ἂν ἐκρίθην, οὐ μόνον οὐκ ἂν κατηγόρησα, εἰ μὴ τοῦτο ἔλεγες, ἐπειδή με ὑπεύθυνον ἐγκλήματι βούλει ποιῆσαι. Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς σου. Οὐδὲ ἐπὶ τοῖς πρώτοις [ἄλλ. προτέροις] σε εὐθύνω νῦν ἁμαρτήμασι, τοῖς αὐτοῖς ἐπέθου πάλιν. Καὶ οὐδὲ τοῦτο ἔγκλημα ἂν ἐθέμην, εἰ μὴ πάλιν τοῖς αὐτοῖς ἐπεχείρεις, οὐκ ἐκ τοῦ νικᾶσθαι πάθεσι, ἀλλ' ἐκ τοῦ ῥᾳθυμεῖν. Ὁρᾷς ὅτι οὐ τοῦτό ἐστι τὸ παροξύνον τὸν Θεὸν τὸ ἁμαρτάνειν, ἀλλὰ τὸ τοῖς αὐτοῖς περιπίπτειν, καὶ καταφρονοῦντας μὴ ἐπιστρέφεσθαι, ἐπεὶ καὶ ἡμᾶς τοῦτο πάλιν παροξύνειν εἴωθε. Καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης Ἀσσούρ. Ἤτοι ἀγνωμονησάντων ἐκείνων, ἤτοι ἀσθενῶν ἀποδειχθέντων, καὶ τοῦ Πέρσου κρατήσαντος. Οὐ τῆς τῶν Αἰγυπτίων ἢ Ἀσσυρίων ἀγνωμοσύνης, ἀλλὰ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως τὸ πᾶν γέγονε, τουτέστι τὰ ἀγαθά σου τὴν προσδοκίαν σου ἀπώσατο. Ἡ ἐλπὶς αὐτῆς [αὐτοῖς] Αἰγύπτιοι ἦσαν· ἀπώσατο αὐτὴν ὁ Θεὸς, καὶ οὐκ εὐωδώθη. Διατί; ὅτι οὐκ ἐπ' ἀσφάλειαν ἤλπισαν, Ἐπικατάρατος ἄνθρωπος ὁ ἐλπίζων ἐπ' ἄνθρωπον. Ὁρᾷς πῶς τὰ πάντα ποιεῖ εἰς ἀνάγκην καθιστὰς αὐτοὺς τοῦ ἐλπίσαι ἐπ' αὐτόν· οἱ δὲ οὐ προσεῖχον, οὐδὲ ἐπείσθησαν. Καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. Οὗτος γὰρ τῶν πενθούντων ὁ τρόπος ἐστὶν, ὅταν ἀνήνυτα θρηνῶσιν. Ὥσπερ πάλαι φησὶ, τὸν Ἀσσύριον ἐπικαλεσάμενοι, ὡς Ἄχας φαίνεται πεποιηκὼς, τέλος ὑπ' αὐτοῦ τοῦ Ἀσσυρίου τὰ δεινὰ πάντα πεπόνθατε· οὐ γὰρ μόνον εἷλε τὰς δέκα φυλὰς, ἀλλὰ πολλὰς πόλεις τῆς Ἰουδαίας. Τὰ αὐτὰ, φησὶ, πείσῃ καὶ παρ' Αἰγυπτίων ἵνα εἴπῃ· Εἰς ἀνόητόν σοι ἔσται ἡ ἐλπὶς τῶν Αἰγυπτίων ἐν τῷ λέγειν σε, κατάλληλος γὰρ ἡ ἀναίδεια τῇ παρανομίᾳ.