Ancient Greek · ~67 min
ΚΕΦΑΛ. Γʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Γʹ.1
Not analysed yet
Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ. Τί βούλεται τὸ ὑπόδειγμα; Ἓν πρῶτον, καὶ μέγα, ὅτι Ὅπερ ἀνὴρ οὐκ ἀνέχεται, τοῦτο ἠνεσχόμην ἐγὼ, γιγνομένοις ὑμῖν ἀνδράσιν ἑτέροις, πάλιν ἐκάλουν, πάλιν ἐδεχόμην. Καίτοι ἐκεῖ τοῦ ἀνδρός ἐστιν ἡ ἀποστολὴ, αὐτοῦ μισοῦντος, ἐνταῦθα δὲ οὐχὶ τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικὸς, ὥστε οὐδὲ ἴσον τὸ ὑπόδειγμα· οὐ γὰρ αὐτὸς αὐτὴν ἐξαπέστειλεν, ἀλλ' αὐτὴ αὐτὸν ἐγκατέλιπεν. Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς . . . λέγει Κύριος. Τὸ λέγει, Οὐ πρὸς τὸ ἄνω ἀναγνωστέον ἀλλὰ πρὸς τὸ κάτω, τουτέστι, λέγει Κύριος πρὸς ὑμᾶς. Τέθεικε δὲ τὸν παρὰ Μωσέως τεθέντα λόγον, ἐὰν ἡ μὴ καθ' ἡδονὴν οὖσα γυνὴ ἀπολυθείη τοῦ ἀνδρὸς, εἶτα γενήσεται ἑτέρῳ, καὶ μισηθεῖσα αὖθις κἀκείνου ἀναχωρήσει, μὴ ἐξεῖναι τῷ προτέρῳ λαμβάνειν αὐτήν. Οὗτος μὲν οὖν, φησὶν, ὁ νόμος ἐπὶ τῶν γεγραμμένων κεῖται· σὺ δὲ πολλάκις, φησὶν, ἀποπεμφθεῖσα παρ' ἐμοῦ διὰ τὰς παρανομίας, καὶ τοὺς ἀλλοτρίους ἐπιβοωμένη, τουτέστιν Ἀσσυρίους, καὶ Αἰγυπτίους· ποιμένας γὰρ ἀεὶ τοὺς βασιλεῖς λέγει, ἐν συμφοραῖς ἐξεταζομένη πάλαι [πάλιν] κατέφυγες ἐπ' ἐμὲ, καὶ παρεῖχον τὴν παρ' ἐμαυτοῦ ῥοπήν. Τινὲς δὲ, ὅτι ἀναισχύντως παρανομοῦντα [παρανομοῦσα] ἔρχῃ εἰς τὸν οἶκον τὸν ἐμὸν, οὐδὲ τὰς γυναῖκας μιμουμένη, αἳ αἰδοῦνται ὑποστρέψαι πρὸς τοὺς ἤδη τῶν ἀνδρῶν ἐξαποστείλαντας. Πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη πρὸς τὸν ἄνδρα τὸν ἕτερον ἐπανελθεῖν οὐ δύναται, τοῦ νόμου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συναφθέντα καταλιποῦσα πολλοῖς συνήφθης δαίμοσιν ἀνοσίοις, εἶτα πάλιν αἴσθησιν δεχομένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην, εἰ δὲ νομίζεις οὐχ ἁπλῶς με ταῦτα λέγειν, ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε. Ὅρα, αὐτὴν μάρτυρα καλεῖται οἰκείων ἁμαρτημάτων, αὐτὴν ποιεῖται κατήγορον· πάλιν ἐβόα, φησὶ, πᾶσα ὁδὸς κατηγορεῖ· ἴδε ποῦ οὐκ ἐξεφύρης, ὁρᾷς πῶς ποιεῖται σαφεστέρας τὰς ἀποδείξεις, καὶ τότε ἐπάγει τὴν δίκην; Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἐνταῦθα βούλεται δεῖξαι τὴν πολλὴν περὶ τὰ ἁμαρτήματα σπουδὴν, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ταῦτα εἰργάζετο. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου. Καὶ μὴν ἀπὸ ἁμαρτημάτων οὐκ ἄν ποτε μιανθείη ἡ γῆ, ἀλλ' ὥστε ἐπᾶραι τὸ πρᾶγμα, λέγει. Καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἀντὶ τοῦ ἐμιάνθης. Ἀλλ' ἠσέβεις μὲν καὶ τότε, ὅμως δὲ καθυπεκρίνου τὴν εἰς ἐμὲ τιμὴν τῇ εἰς τὸν ναὸν ἀφίξει· νῦν δὲ εἰς ἀπέραντον ἐχώρησας βυθὸν κακῶν, πάντα τόπον ἐμπλήσασα τῆς παρανομίας σου. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτῆς, ὡσεὶ κορώνη ἐρημουμένη, τουτέστιν ὡς μεμονωμένη κορώνη γέγονας παντὸς καλοῦ στερηθεῖσα· ὑπὸ πολλῶν τε ἐχθρῶν αἰχμάλωτος γενομένη, καὶ διαφόρῳ θανάτῳ ληϊζομένη, καὶ ἔτι ἀντείχου τῆς κακίας. Καὶ ἔσχες ποιμένας πολλοὺς, ὄψις πόρνης ἐγένετό σοι. Οὐκ ἐμὲ ἔβλαψας, ἀλλὰ σὺ ἐβλάβης, σὺ τὰ δεινὰ πέπονθας, ποιμένων γὰρ τὸ ποιμαίνειν ἐστὶν, οὐ τὸ ἐμποδίζειν. Τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐπελάβετο τῶν οἰκείων ἁμαρτημάτων, οὔτε μετὰ ἐπιεικείας ἡμάρτανεν. Οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα, καὶ ἀρχηγόν; Ἀπὸ τῶν σῶν, ἀπὸ τῆς σῆς περὶ ἐμὲ διαθέσεως, ταῦτα λέγω, ἅπερ ἐστὶ διαθέσεως ὀνόματα, πατὴρ, ἀνὴρ, οἶκος, ἀρχηγὸς παρθενίας. *Τουτέστιν, οὐ προσέσχες, ὅπως σε ᾠκειωσάμην ἐν τάξει σοι πατρὸς γενόμενος, καὶ ἀνδρὸς παρθένον ἀγομένου· οὐ ταύτας μοι τὰς τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, κ. τ. λ. Τουτέστιν, ἡ πορνεία σου, καὶ τὸ ἀτιμωρητὶ ταῦτα ποιεῖν. Τουτέστι μὴ ἐπιμένουσα τοῖς κακοῖς, ἀτιμώρητος ἔσῃ, καὶ περιγενήσῃ τῶν πολεμίων ἐν εὐσεβείᾳ τυγχάνουσα. Ἰδοὺ ἐλάλησας. Ὁρᾷς αὐτὴν ἀπὸ μελέτης ποιοῦσαν, καὶ ἀπὸ σκέψεως. Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως. Οὕτως εὐδόκιμος ἦν, οὕτως εὐσεβής· Οὐχ ἁπλῶς ὁ χρόνος προστίθεται, ἀλλὰ μεῖζον ἔγκλημα τοῖς Ἰουδαίοις· ὅτι οὐδὲ ἄρχοντα ἔχοντες ἐπιμελούμενον αὐτῶν βελτίους ἐγένοντο, ἐντυγχάνει τῷ προφήτῃ ὁ Θεὸς, ἐπεὶ καὶ ἡμεῖς δούλοις ἐντυγχάνομεν, ὅταν παρὰ τῶν ἐρωμένων καταφρονώμεθα. Ἴδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Καὶ μὴν ἀπαθὲς τὸ Θεῖον ἀλλ' ὅμως ὡς ὑβρισμένος καὶ ἠδικημένος διαλέγεται. Ἡ κατοικία τοῦ Ἰσραὴλ οὐχ εἷς, οὐ δεύτερος, ἀλλὰ πᾶν τὸ πλῆθος, καὶ μὴν οὗτος οὐκ εἶδεν, ἐκεῖνα γὰρ πρὸ αὐτοῦ ἦσαν, ἀλλὰ τοῦτό ἐστιν ἀντὶ τοῦ, Ἔμαθες. *Δίκαιος γέγονεν ὁ Ἰωσίας, καὶ πολλὴν σπουδὴν περὶ τὴν θεραπείαν τοῦ Θεοῦ ἐποιήσατο, ὥστε καὶ τὸν λαὸν αὐτῷ ὑπηρετεῖσθαι· ἀλλ' ἐπειδή τινες ἦσαν, οὐ γνησίως μετιόντες τὴν εὐσέβειαν, ἐλέγχει αὐτοὺς ὁ προφήτης διὰ τούτων τῶν ῥημάτων, καὶ τῇ παραθέσει τῶν δέκα φυλῶν παρανόμους τούτους δείκνυσιν, ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι· ἐδούλευον γὰρ ἐν Βαβυλῶνι. Καὶ εἶπα, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρός με ἀνάστρεψον. Καὶ οὐκ ἀνέστρεψε. Τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον, Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλόν. Εἶτα τὴν οἰκείαν ἀγαθότητα, καὶ φιλανθρωπίαν δείκνυσιν, Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα, ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. Καὶ εἶδε τὴν ἀσυνθεσίαν. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτην ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν, ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. Καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς. Οὐδὲν, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε, πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον, καὶ ἐφονοκτόνουν τὴν γῆν θύοντες τὰ τέκνα αὐτῶν τοῖς δαίμοσι. Καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἀλλ' ἐπὶ ψεύδει. Ἐπειδὴ γὰρ τότε ἔδοξαν εἶναι βελτίους, διὰ τοῦτο φησὶν, ὅτι ἐπεστράφησαν μὲν ἐπὶ ψεύδει· ψεῦδος γὰρ ἦν τοῦτο. Καὶ εἶπε Κύριος πρός με· Ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα. Οὐχ ὡς δικαιωθέντας τοὺς υἱοὺς Ἰσραὴλ ἐπαινεῖ, ἀλλ' ὡς ἔλαττον ἁμαρτάνοντας, καὶ πρώτους· τούτους δὲ κακίζει ὅτι οὐ βελτίους ἐγένοντο ἐκ τούτου τοῦ σωφρονισμοῦ. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη, καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ ἕτερα [αἴτια] τῶν συμφορῶν διετέλεσε δρῶσα. Οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται. Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν. Τί ποτε τοῦτό ἐστιν; Ἆρα πρὸς τὰ βόρεια μέρη τῆς πόλεως; καὶ τί τοῦτο βούλεται; τί δὲ τοῖς μὴ παροῦσι διαλέγεται Ἰσραηλίταις; ἢ τοῦτο ποιεῖ πρὸς τὰ βόρεια μέρη τῆς πόλεως, ὥσπερ τούτους παροξύνων, καὶ κνίζων· τὸ γὰρ πᾶν διὰ τούτους, ἐπεὶ καὶ ἡμεῖς καὶ τοὺς τελευτῶντας μακαρίζομεν τοὺς ζῶντας ποιοῦντες βελτίους, καὶ ὑμνοῦμεν κνίζοντες, καὶ ἀπόντας ἐπαινοῦμεν. Οὕτω καὶ ὁ Θεὸς, φησὶ, κελεύει πεμφθῆναι τοὺς λόγους, ὥστε καὶ τούτους βελτίους γενέσθαι κἀκείνους, ὥσπερ ὁ Παῦλός φησιν· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Οὕτω καὶ ὁ Θεὸς τούτους διεγείρει, ἐκείνους ἐπαινῶν. Ἐπειδὴ γὰρ χείρους ὑμῶν οὗτοί εἰσι λοιπὸν, ὑμῖν διαλέγομαι. Οὐ γὰρ δὴ ἱστορεῖται ὁ προφήτης οὗτος ἀπελθὼν εἰς Περσίδα, οὐδὲ πέμψαι κελεύει. Πορεύου γὰρ, φησὶν, καὶ ἀνάγνωθι τοὺς λόγους. Ἀμέτρητος ἡ τοῦ Δεσπότου φιλανθρωπία, μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν, διδάσκει δὲ ταύτης τὸν τρόπον. Ἀποστράφηθι πρός με, ἡ κατοικία Ἰσραήλ. Τοῦτο ζητεῖ μόνον ὁ Θεὸς, ἵνα κἂν ἐπιγνῶμεν ὑμῶν τὰ ἁμαρτήματα· τί μέγα ἀπαιτεῖ; ὑπὲρ ἡμῶν αὐτῶν, ἵνα γνῶμεν ὅτι ἀφίεται, ὅτι φιλάνθρωπός ἐστιν. Πλὴν γνῶθι μὲν ἀδικίαν σου, ὅτι εἰς Κύριον, κ. τ. λ. Ὅρα τὸ ἀκάθεκτον, ἐξέχεας, οὐδὲ ἁπλῶς· Ἡ γὰρ κώμη προέτρεπεν εἰς ἀσέβειαν. Οὐκ ἔνι εἰπεῖν οὐδὲ τοῦτο, ἔδει διακρῖναι, τίνι κεχρῆσθαι ἐχρῆν. Πᾶν ξύλον εἰς ἀσέβειαν προὔκειτο. Εἰς δὲ ἀλλοτρίους, τοὺς δαίμονας, φησί. Καὶ οὐκ ἔνι εἰπεῖν, ὅτι οὐ παρῄνουν, οὐδὲ συνεβούλευον, ἀλλ' ἐμοῦ παραινοῦντος ταῦτα ἐποίησας, τῆς δὲ φωνῆς μου οὐκ ἤκουσας, ἀλλὰ τοῖς ἀφωνοτάτοις προσέσχες. Ἀρχὴ γὰρ ὑγείας, αἴσθησις ἀῤῥωστίας, καὶ ἐξέχεας τὰς ὁδούς σου. Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιητὴν, καὶ εὐεργέτην καταλιποῦσα ἀλλοτρίοις συνήφθης. Τίνες δὲ οὗτοι; ὑποκάτω παντὸς ξύλου ἀλσώδους, ἔδειξε τῆς πλάνης τὸ ἀκερδὲς, ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, νομοθετῶν γὰρ εἶπεν· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν. Ὅρα μετὰ τὴν κατηγορίαν πάλιν παραίνεσιν, καὶ συμβουλὴν, εἰ τοίνυν ἀφεστηκότες εἰσὶ, τί καλεῖς; Διότι ἐγὼ κατακυριεύσω ὑμῶν, ὥσπερ ἀνάγκην τῆς ἐπιστροφῆς, φησίν. Ὥσπερ ἂν εἴ τις πρὸς οἰκέτην λέγει, Ἐμοὶ δουλεῦσαι ἔχεις, τίνος ἕνεκεν ἀπεπήδησας, τὴν κατοίκησιν κυρίαν λέγει. Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς. Ἔλαττον τὸ σωζόμενον, τοῦτο καὶ ἐν τῇ μελλούσῃ γίνεται κρίσει, ἐλάχιστοι οἱ σωζόμενοι. Ἐγὼ κατακυριεύσω ὑμῶν. *Τουτέστι, Κύριος ὢν πάντων, καὶ τοὺς ἤδη ὑπὸ τῶν πολεμίων ληφθέντας δυνήσομαι ἀναγαγεῖν οὐδένα ὑπολιπόμενος. Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου. Αὕτη ὄντως εὐεργεσία τὸ, ποιμένων τυγχάνειν ἀγαθῶν, ὥσπερ οὖν καὶ τοὐναντίον τιμωρία μεγίστη, πολλῆς γὰρ δεῖται ἐπιστήμης ὁ ποιμήν· εἰ γὰρ ὁ σωματικὸς ποιμὴν πάντα ἂν ἐπέσχε, πολλῷ μᾶλλον ὁ πνευματικὸς, ὄντως ἀνδρείας χρείας πολλῷ μᾶλλον, ἢ ἐκείνῳ, ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ἔσται, ἐὰν πληθυνθῆτε. Ἐπειδὴ γὰρ αὐτοὺς ἐλύπει τὸ, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, ἐπήγαγεν, Ὅτι πληθύνεσθε. Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες [ἐπανελθεῖν] πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν. Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι. Ἀσαφὲς εἶναί μοι τοῦτο δοκεῖ. Τινὲς μέν φασιν, ὅτι οὐκ ἔσται φοβερὰ, τινὲς δὲ λέγουσιν ὅτι οὐ δεηθήσονται τοῦ νόμου, ὥσπερ ὅταν λέγῃ, Καρδίαν καινὴν, καὶ ἐπαρῶ τὴν καρδίαν τὴν λιθίνην, τουτέστι, τὸ πνεῦμα ὑμῖν ἔσται, ἀντὶ πάντων αὐτὸ διδάξει, καὶ καθοδηγήσει ἡμᾶς, οὐδὲ ὀνομασθήσεται. *Οὐκ ἀναβήσεται, τουτέστιν ἡ κιβωτός. Οὐδὲ ὀνομασθήσεται ἐν αὐτῇ, τουτέστιν ὁ νόμος. Οὐδὲ ἐπισκεφθήσεται ἔτι, τουτέστιν οὐδὲ βασταχθήσεται. Καὶ οὐ ποιηθήσεται ἔτι, τουτέστιν, ὡς ἤδη πρότερον, ὅτε μετῆγον αὐτὴν πανταχοῦ οἱ ἱερεῖς βαστάζοντες. Ἵνα εἴπῃ· Ἐπιδοξωτέραν ὑμῖν μετανοοῦσιν τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον παρέξω τῆς ἀπ' Αἰγύπτου ἐξόδου. Καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν, καὶ οὐ πορεύσονται ἔτι. Οὐ νόμῳ πολέμου, ἀλλ' εὐσεβείας καλούσης αὐτοὺς, ἢ τοὺς πολίτας θρηνῆσαι ὡς ἀσεβοῦντας, καὶ ἀλλογενεῖς εὐσεβεῖς διαμεῖναι, Ἢ τοῦτο φησὶν, ἔτι τὸ ὄνομα αὐτοῦ ἰσχυρὸν συναγαγεῖν αὐτοὺς, ἢ ὅτι ἐπ' εὐσεβείᾳ, καὶ οὐχ ἁπλῶς. Καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν. Βίος ἐνάρετος ἔσται, ζωῆς δὲ οὔσης ἀρίστης, καὶ θαῤῥεῖν χρὴ περὶ τῶν μελλόντων, καὶ οὐκέτι φοβεῖσθαι. Ἡ γὰρ αἰτία ἀναιρεῖται τοῦ νοσήματος. Εἴ τις τῷ ὀνόματι τοῦ Θεοῦ συνάγεται, οὐ πορεύεται ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς. *Τουτέστιν, ἐπὶ τῆς ψυχῆς ἕξουσι τὸ γνήσιον τῆς εὐσεβείας, ὥστε καὶ αὐτὴν μόνην τὴν πόλιν ὁρῶντας, φαντάζεσθαι τὸν Θεόν. Δυνατὸν δὲ καὶ ἐπὶ τῶν καιρῶν τοῦ Χριστοῦ αὐτὸ ἐκλαβεῖν, ὡς οὐ δεομένων ἡμῶν τῆς νομικῆς λατρείας. Ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος τοῦ Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτό. Τὸ κεφάλαιον τῶν ἀγαθῶν ἡ ὁμόνοια, ἡ ἀγάπη, ἐπειδὴ καὶ τὸ κεφάλαιον τῶν κακῶν ἐντεῦθεν ἐγένετο. Καὶ ὅρα πῶς οὐκ ἄλλως αὐτὸ τέθεικεν. Οὐ γὰρ εἶπεν Ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, ὁ πρῶτος ἀφηνιάσας, ὁ πρῶτος ἄρξας τῆς ἔχθρας, ὁ ἀπειθὴς, ὁ σκληρὸς, αὐτὸς ἄρξει καὶ ὁμονοίας· καὶ οὐ μετὰ τὸν ἐπάνοδον, ἀλλ' ὁμοῦ ἐπανήξουσι πρὸ τῆς ἐπανόδου. Ὁρᾷς, ἀγαπητὲ, ὅσα ἀγαθὰ πεποίηκεν ἡ αἰχμαλωσία· Ἔχθραν ἀθάνατον ἔλυσε, δήμους ἀποσχισθέντας συνήγαγεν, συγγενεῖς, καὶ πολίτας ἐκπεπολεμωμένους κατήλλαξεν, ἡ φύσις καθ' ἑαυτῆς ἐφάνη μανεῖσα, γένος διεσπάσθη, τὰ τῆς πολιτείας διῃρέθη δίκαια, ταῦτα πάντα εἰργάσατο ἡ ἀδικία, ταῦτα πάντα διέλυσε, καὶ ἠφάνισεν ἡ αἰχμαλωσία. Ἀπὸ γῆς βοῤῥᾶ. Ὅρα τὸ ἀξιόπιστον. Ἀπὸ βοῤῥᾷ, πολλῷ μᾶλλον ὅτι ἀπὸ [ἢ ἀπὸ] τῶν ἄλλων χωρῶν· εἶτα καὶ ἀναμιμνήσκει αὐτοὺς παλαιῶν διηγημάτων. Ἣν κατεκλη ρονόμησα τοὺς πατέρας αὐτῶν· ἐκεῖνο γὰρ ἀπιστότερον ἦν. Ὅταν μέλλῃ θαῦμα διηγεῖσθαι, ἀναμιμνήσκει τοῦ παλαιοῦ διηγήματος, ἢ θαύματος. Ἀπιστεῖς οὖν πῶς οἱ πατέρες σου συνῆλθον; πῶς κατεκληρονόμησα αὐτούς; Τὸ γὰρ θαυμαστὸν τοῦτο, τὸ πανταχοῦ τῆς γῆς σπαρέντας εἰς ἕνα τόπον συνελθεῖν. Καὶ ἐγὼ εἶπα· Γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα. Ὅρα τοῦ προφήτου τὸ κηδεμονικὸν, καίτοιγε οὐκ ἔμελλεν ἐκείνοις ὑποκεῖσθαι τοῖς καιροῖς, οὐδὲ αὐτόπτης ἔσεσθαι τῶν ἀγαθῶν, ἀλλ' ὡς αὐτὰ μέλλων ἀπολαύειν, οὕτω συνεύχεται. Τοῦτο διὰ μέσου, ὡς ἀπὸ τοῦ προφήτου, καὶ εὐθὺς ὡς ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Τάξω σε εἰς τέκνα, συνῆπται γὰρ τῇ προηγουμένων ῥητῶν ἀκολουθίᾳ. Τὸ πρῶτον ἀξίωμα ἡ πατρικὴ κληρονομία, καίτοιγε ἑαυτοὺς ἐξέβαλλον ταύτης τῆς συγγενείας. Πατέρα ἐκάλεσαν τὸν λίθον, ἀλλ' ὅμως Τάξω σε εἰς τέκνα. Ὅρα καὶ ἐπὶ τῆς Παλαιᾶς καθάπερ καὶ ἐπὶ τῆς Καινῆς, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ἐξ ἡμῶν τὴν συγγένειαν ταύτην ἐνισταμένην, Τάξω σε εἰς τέκνα, τοῦτο τοῦ Θεοῦ· καὶ Παῦλός φησιν· Ὧν ἡ υἱοθεσία. Οὐδὲν γὰρ ἴσον ταύτης τῆς τιμῆς. Καὶ πάλιν· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ὥστε διαφυλάσσειν τὴν τάξιν. Ὅταν γὰρ τάξῃ μὲν αὐτὸς, ἡμεῖς δὲ καταλείπωμεν, ἐξοστρακιζόμεθα, οὐ γὰρ ἀπολλομένου [ἀπολελυμένως] εἶπε, Ποιήσω σε τέκνον, ἀλλὰ, στήσω σε, εἰς ἐκείνην τὴν τάξιν καθάπερ ἐπὶ ἀξιώματος· τὸ δὲ διατηρῆσαι, ἡμέτερον. Ὁρᾷς ὅσα διῆλθεν ἀγαθά; Ποίαν αὐτοὺς ἀπαιτεῖ τὴν ἀμοιβήν; οὐδεὶς πόνος, οὐδεὶς ἱδρὼς, μέχρι προσηγορίας ἡ ἄσκησις ποῖον ἔχει κάματον; Τοῦτο γὰρ παιδὸς, τὸν Πατέρα διώκειν ἀεὶ, καὶ τύπτοντα· Οὐχ ὁρᾶτε τὰ παιδία τὰ μικρὰ κλαυθμυριζόμενα, ἐπιτιμώμενα, καὶ τοῦ κρασπέδου τῆς μητρὸς ἐχόμενα, καὶ ἐπακολουθοῦντα; Ἓν μόνον ζητοῦσι παρ' ἡμῶν, τὸ φιλεῖσθαι. *Συνῆπται τοῦτο τῷ, Καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν· Τὸ γὰρ μεταξὺ κείμενον, Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε, τοῦ προφήτου ἐστὶν ἡδομένου ἐπὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Λέγει δὲ, ὅτι Ἄξω ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐν τάξει τέκνων ἐσχηκὼς, ὥσπερ καὶ πάλαι, ἡνίκα ἀπ' Αἰγύπτου ὑμᾶς ἐξήγαγον. Καὶ εἶπα· Πατέρα ἐπικαλέσασθέ με· τουτέστι, μόνον ὑμεῖς γνησίως περὶ ἐμὲ διατέθησθε. Πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος. *Ἐπίγνωτε τὰ οἰκεῖα κακὰ, καὶ παρέξω τὴν ἀμνηστίαν τῶν ἤδη πλημμεληθέντων. Φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ. Ἐντεῦθεν παιδευόμεθα, μὴ μόνον ὀδύρεσθαι, καὶ θρηνεῖν ἐν ταῖς συμφοραῖς, ἀλλὰ πρὸ τούτου τὸν Θεὸν παρακαλεῖν· κλαυθμοῦ γὰρ καὶ δεήσεώς φησιν· οὔτε γὰρ ὁ κλαυθμὸς καθ' ἑαυτὸν δύναιτο ἂν ἐργάσασθαί τι, οὔτε εὐχὴ μὴ πυρωθεῖσα τοῖς θρήνοις, τοῦτο τῶν συμφορῶν τὸ κέρδος. Φωνὴ ἐκ χειλέων. Τὰ ἐπὶ τοῦ Ἰωσίου γενόμενα λέγει. Υἱοὶ, ἐπιστράφητε ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν· Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι. Οὐ γὰρ ἀρκεῖ τὸ κλαῦσαι, οὐδὲ τὸ δεηθῆναι, ἀπὸ γὰρ τῆς φύσεως τοῦτο συνέβαινε τῶν δεινῶν, ἀλλ' ἐγγὺς [ἐγγύας] αὐτοὺς καὶ εὐθύνας ὑπὲρ τῶν μελλόντων ἀπαιτεῖ, ἵνα μὴ μετὰ τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐπὶ τὰ πρότερα πάλιν ἐπανέλθωσιν. Μάθωμεν ἐξομολογεῖσθαι μετὰ ἀκριβείας, οὐ γὰρ ἁπλῶς ταῦτα ἀναγέγραπται, ἀλλ' ὥστε ἕπεσθαι καὶ ἡμᾶς. Τουτέστι γνησίως μεταβάλλεσθε, μὴ διὰ τὸν φόβον τοῦ βασιλέως ὑποκρίνεσθε τὴν εὐσέβειαν. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ δύναμις τῶν ὀρέων· πλὴν διὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Προσεκύνησαν τῇ ἁμαρτίᾳ, ἐθυσίασαν ταῖς πονηρίαις τῆς ἐπιθυμίας· τάχα καὶ πρὸς ἡμᾶς ὁ λόγος εἴρηται, Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες. —Καὶ μετ' ὀλίγα. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί. Ὅταν τὸ φῶς ἴδωμεν, τότε τὸ σκότος ἐπιγινώσκομεν. Ἔγνωσαν τὸν Θεὸν, τότε καὶ τοὺς δαίμονας ἐγνώρισαν· οὕτω καὶ ἡμεῖς τότε τὴν ἁμαρτίαν εἰσόμεθα ὄντως, οὐ ῥήμασι λέγοντες, ἀλλὰ διὰ τῶν πραγμάτων πεισθέντες. Καὶ ἀφῆκεν αὐτοὺς ὁ Θεὸς, διὰ τῶν ἔργων μαθεῖν, δεῖ καὶ τῶν προτέρων καταγινώσκειν. Ἰδοὺ πάλιν τὸ, διὰ, ἐπὶ τοῦ Θεοῦ εἴρηται· ἔδει μὲν ὑμᾶς καὶ ἀπὸ τῶν ἄλλων μαθεῖν, ἀπὸ τοῦ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης· νῦν δὲ ἐκ τῶν εἰς αὐτοὺς γενομένων. Οἱ δὲ παλαιοὶ, οὐχὶ λίθινα μόνον ἐποίουν, ἀλλὰ καὶ ὄρη, καὶ βουνοὺς ἐδίωκον. Τὸ δὲ αἴτιον, ἐν τοῖς ὑψηλοῖς ἐνόμιζον κατοικεῖν τοὺς δαίμονας· οὐδὲν γὰρ μέρος ἐστὶ τῆς κτίσεως, ὃ μὴ προσκυνηθῆναι παρεσκεύασεν ὁ διάβολος. Καὶ μετ' ὀλίγα. —Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ. Τί γὰρ ἄλλο ζητεῖ ὁ Θεὸς, ἢ ἵνα μάθῃς, ὅτι αὐτός σε εὐεργετεῖ; Τοῦτο, ἢ οὐδὲν πλέον ἀπαιτεῖ παρὰ σοῦ, καὶ τούτου αὐτοῦ ἐρᾷ. Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Εἰ καὶ μηδὲν ἔπαθον δεινὸν, αἰσχύνη μετὰ τὰ πράγματα ἦν, ἐπόνουν εἰκῆ, καὶ ἐταλαιπωροῦντο, καὶ οὐδὲν ἕτερον ἦν, ἢ θύειν ἁπλῶς, Ἡ μὲν θυσία τοῖς δαίμοσιν, ἡ δὲ σωτηρία παρὰ τοῦ Θεοῦ. Πρόβατα. Οὐδὲ τῶν ἐγγόνων ἐφείσαντο, καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν, εἰς μανίαν τὴν ἐσχάτην ἐξοκείλαντες. Ὁ γὰρ μαινόμενος οὐκ οἶδεν τί πράττει· ὁ δὲ αἰσχρὰ πράγματα ποιῶν, καὶ αἰσχύνης ἄξια, ἐν αἰσθήσει τέ ἐστι, καὶ πολλοὺς ἔχει τοὺς ἐπιτιμῶντας· οὐκ ἔστιν εἰπεῖν ὅτι λάθρα ἐποίουν, ἀλλὰ πάντων ὁρώντων, πολλῶν τῶν μελλόντων ὄντων καταισχύνειν αὐτούς. Διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς. Τὸν ἐξομολογούμενον οὕτως ἐξομολογεῖσθαι δεῖ, ὥστε αὔξειν τὸ ἁμάρτημα πάντοθεν, ἀποστερεῖν αὐτὸν συγγνώμης, ἵνα τύχῃ συγγνώμης. Ἕως τῆς ἡμέρας ταύτης. Οὐχ ἁπλῶς εἶπεν, οὐ δεύτερον, οὐ τρίτον, ἀλλὰ μυριοστὸν, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι πανταχοῦ τοιοῦτοι. Καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου. Ἀλλὰ περὶ μὲν τοὺς δαίμονας οὕτω θερμοὶ, καὶ μανικοὶ, ὡς μηδὲ σπλάγχνων φείσασθαι οἰκείων, ὡς καὶ τὰ ἔκγονα καταθῦσαι, περὶ δὲ τὸν Δεσπότην οὕτω ῥᾴθυμοι, καὶ αὐθάδεις, καὶ ἀφηνιῶντες, ὡς μηδὲ τῆς φωνῆς ἀκοῦσαι, ἀλλὰ παρακοῦσαι.