Ancient Greek · ~73 min
ΚΕΦΑΛ. Δʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Δʹ.1
Not analysed yet
Καὶ ὀμόσῃ· Ζῇ Κύριος, μετὰ ἀληθείας. Μηδεὶς ἐντεῦθεν λαμβανέτω πρόφασιν ὅρκου, ἀλλ' ἀκουέτω τοῦ Εὐαγγελίου, ὅτι Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Πρὸ τούτου ταῦτα ἐλέγετο τοῖς ἀνοήτοις, τοῖς ἐξ εἰδώλων προαγομένοις, οὐχὶ τοῖς φιλοσοφοῦσιν, οὐχὶ τοῖς ἁπτομένοις τῶν οὐρανῶν, οὐχὶ τοῖς εἰς ἄνδρα τελοῦσιν. Τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἀσφάλεια γὰρ πόλεως, οὐκ οἰκοδομῆς ἁρμονία, οὐδὲ λίθων μέγεθος, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετή. Ὥσπερ οὖν καὶ προδοσία πόλεως οὐκ οἰκοδομημάτων σαθρότης, ἀλλ' ἡ τῶν πολιτῶν φαυλότης. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ἐκ τῆς πείρας τῶν γεωργικῶν ὁ προφήτης παραγγέλλει γίνεσθαι ἐπὶ τῶν ψυχῶν, ἃς ὑπὸ πολλῆς ἀργίας ἐν τῷ παρελθόντι χρόνῳ, πολλὴν ἐξενεγκούσας κακίαν, καὶ ἔργα ἄκαρπα, τῷ ἀρότρῳ τοῦ λόγου μετασχεῖν παρακελεύεται. Οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον, μὴ πρότερον τὰς ἀκάνθας ἐκβαλόντα· διό φησιν, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Γεωργήσατε, φησὶ, τὰς ἡμετέρας ψυχὰς, πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην, ταῦτα γὰρ ἀκάνθας καλεῖ· τουτέστιν, ἐξάρατε τὰ εἴδωλα, καὶ οὕτω τῷ Θεῷ προσέρχεσθε, εἰς τὸν ναὸν ἀφικνούμενοι. Ἔλαβε δὲ καὶ αὐτὸ ἐκ μεταφορᾶς τῶν γεωργῶν. Τὸ οὖν· Μὴ σπείρητε ἐπ' ἀκάνθαις, τουτέστιν, Μὴ εἰδωλολατροῦντες εἰσέρχεσθαι εἰς τὸν ναόν. Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Ἆρα περὶ ταύτης λέγει τῆς περιτομῆς; Οὐδαμῶς, ἀλλὰ περὶ τῆς κατὰ ψυχήν. Ἄρα ἐκείνη οὐ τῷ Θεῷ ἐστιν ἡ περιτομή· οὐ γὰρ ἂν εἶπεν, Τῷ Θεῷ περιτμήθητε. Καὶ μὴν εἶπεν ἄν τις ὅτι περιτεμνόμεθα· πῶς γὰρ ἂν αὐτοῦ οὐκ ἂν εἴη; Οὐ βούλομαι τὴν παρ' ἑτέρου γινομένην περιτομὴν, ἀλλὰ τὴν παρ' ἡμῶν αὐτῶν, ἧς ἕκαστός ἐστι Κύριος. Ἐκείνη παρ' ἑτέρου γίνεται, καὶ ἐν σώματι γίγνεται· αὕτη οὐχί. Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν ἡ παλαιά; Οὐ γὰρ ἂν εἶπεν τῷ Θεῷ ὑμῶν, εἰ μὴ ἐδήλου, ὅτι ἐκείνη, οὐ τῷ Θεῷ, τί γὰρ ὄφελος εἰς ἀρετὴν ἐκείνη; Τί ἐνταῦθά φησιν ὁ Ἰουδαῖος; Ὁρᾷς ὅτι ὁ νόμος ἄλλο τι αἰνίττεται; καὶ οὐκ ἔστι καθ' ἑαυτὸν ἱκανὸς σῶσαι, εἴγε τοιαύτη ἡ περιτομή; Ἄρα τῆς Καινῆς ἠρέμα παρανοιγομένης τὰς θύρας· ὁρᾷς τὴν παλαιὰν αὐτὴν ὑφ' ἑαυτῆς κατεργουμένην. Οὐκ εἶπε Παῦλος περὶ τούτου, Ἰουδαῖε, οὐκ ἐνομοθέτησε Πέτρος· Ἱερεμίας εἶπεν, ὃν περιέπεις ἔτι καὶ νῦν. Οὐκ ἐκ τῶν ἡμετέρων ταῦτα προφέρω σοι βιβλίων· ἐκ τῶν ἡμετέρων μᾶλλον, ἢ σῶν· καὶ γὰρ καὶ τὰ τῆς Καινῆς οὐχ ἧττον ἡμέτερα μᾶλλον ἢ σὰ, καὶ τὰ τῆς Παλαιᾶς οὐχ ἧττον ἀλλότριά σου· ὥσπερ ἐκείνοις ἀπιστεῖς οὕτω, καὶ τούτοις· Ὥστε ὁ μὲν Ἰουδαῖος ἀμφοτέρων ἐκπέπτωκεν, ἡμεῖς δὲ ἀμφοτέρων ἐχόμεθα· ἐν γὰρ ἀμφοτέραις τὸ πνεῦμα. Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. Καὶ περιτεμεῖσθαι τὴν σκληροκαρδίαν ἡμῶν. Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης ἐστὶν, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοις γέγραφεν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ. Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· Περιτμήθητε τῷ Θεῷ ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβεννύων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ἡμῶν. Ἀνθρωπίνως διαλέγεται, βουλόμενος αὐτοὺς παιδεῦσαι· διὸ πολλάκις ἐπικρεμνᾷ τὸν φόβον αὐτοῖς, καὶ οὐκ ἔσται ὁ σβέσων τὸ δεινὸν τοῦτο. Ἐπειδὴ γὰρ πολλάκις εἰς τὴν φιλανθρωπίαν αὐτοῦ τὰς ἐλπίδας εἶχον, ἀναιρεῖ ταύτην τὴν παραμυθίαν. *Τοῖς δὲ μὴ πειθομένοις ἐπάγει τὴν ἀπειλὴν, Μή ποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου. Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελόμενοι, ὑμῶν δὲ μεταμέλειαν μὴ κεκτημένων οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας. Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τί τοῦτο; ἄνω εἶπε, Μή ποτε ἐκκαυθήσεται ὡς πῦρ ὁ θυμός μου· ἤδη αὐτὸν ἐξέκαυσεν, ἐφίστησιν αὐτοῖς τὰ δεινὰ, καὶ ἐπὶ θύραις αὐταῖς ἀγαγὼν, οὐκ ἐπαφίησιν αὐτοῖς τὰ δεινά. Οὐ γὰρ εἰς ἁρπαγὰς εἰσάγει τὰς πόλεις, ἀλλ' ἐφίστησι τοὺς πολεμίους ταῖς πύλαις, καθάπερ διδάσκαλος ἄριστος, κατάγει μὲν τὸν ἱμάντα, οὐ πλήττει δέ. *Δεδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίων φυλῇ, ὥστε σαλπίσαι, καὶ σημῆναι πᾶσι τῶν πολεμίων τὴν προσβολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφέρονται δὲ εἰς Σιὼν ὡς ὀχυρωτέραν. Ἀναλαβόντες φεύγετε εἰς Σιών. Ἐναντιολογία τίς ἐστιν· ταῦτα μὲν γὰρ κηδομένου, καὶ προνοοῦντος, καὶ ὅπως μηδὲν γένηται ἄτοπον, πράττοντος. Ἐκεῖνο δὲ βουλομένου παραδοῦναι, καὶ ποιῆσαι ἐκδότους, καὶ ἐσχάτοις περιβαλεῖν κακοῖς. Εἰ σὺ ἐπάγεις τὰ κακὰ ἀπὸ βοῤῥᾶ, τίνος ἕνεκεν καὶ ἐπισπεύδεις; ταῦτα μὲν γὰρ αὐτοῦ στρατηγοῦντος τὰ ῥήματα, ἐκεῖνα δὲ πολεμίων προϊσταμένου. Ὁρᾷς ὅτι διορθοῦντός ἐστι καὶ κηδομένου· καὶ εἰς πίστιν βιαζομένου τὰ ἐσόμενα ἀγαγεῖν; ἐπειδὴ γὰρ τὰ ῥήματα, οὐδὲν αὐτοὺς ὠφελεῖ, σχεδὸν εἰς τὰ πράγματα αὐτῶν ἀνατυποῖ [Fort. σχεδὸν τὰ πράγματα αὐτοῖς ἀνατυποῖ]. *Τοῦ Βαβυλωνίου τὴν ἔφοδον ἀπειλεῖ καὶ τὴν πρώτην αἰχμαλωσίαν μηνύει, τῶν γὰρ ἔξω τέως τὴν ἀπώλειαν λέγει. Φησὶ γάρ· Φεύγετε εἰς Σιὼν, σπεύσατε, μὴ στῆτε. Ὡς περισωζομένης τῆς πόλεως. Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ. Ἀνέμνησε καὶ τῶν τοῖς ἀδελφοῖς συμβεβηκότων δεινῶν. Τί λέγω μίαν πόλιν, καὶ φυλὴν ἐλαχίστην; ὁλοκλήρους δήμους, καὶ πόλεις αὐτάνδρους ἀνεῖλεν. *Λέγει ταῦτα παραβολικώτερον. Καὶ καλεῖ λέοντα τὸν Ναβουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα, ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι· τούτου δὴ χάριν, περιζώσασθαι, καὶ τὰ λοιπά. Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε. Διότι οὐκ ἀπεστράφη. Τουτέστιν, οὐκ ἀπὸ τῶν Ἰωσίου γενομένων ἐπαύσατο τῆς ὀργῆς ὁ Θεὸς, ἀλλ' ἐπειδὴ, καὶ μετὰ τὸν ἐκείνου θάνατον αὖθις εἰς ἀσέβειαν ἐξετράπητε, δεικνύντες ὡς καὶ τὰ ἤδη γενόμενα, ὡς οὐ μετὰ γνησίας τῆς γνώμης γεγένηται παρ' ὑμῶν, τὴν καθ' ὑμῶν ἐξήνεγκε ψῆφον ὁ Θεός. Καὶ ἀλαλάξατε. Οὐ διὰ τὰ δεινὰ, ἀλλ' ὅτι οὐκ ἀπεστράφη ὁ θυμός· ὄντως γὰρ ὄντως, οὐ διὰ τὴν γέενναν δεῖ μόνην χαλεπαίνειν, ἀλλ' ὅτι ὀργίζεται Θεός. Οὐχ ὅτι ὠργίσθη, ἀλλ' ὅτι ἀπεστράφη. Ἀπολεῖ ἡ καρδία τοῦ βασιλέως. Τοιαύτη γὰρ τῶν δεινῶν ἡ φύσις, ἀποστερεῖ τῶν κατὰ φύσιν φρενῶν. Ὅταν γὰρ ἄμετρος ὁ φόβος ᾖ, οὐδὲν ἀφίησι κατὰ χώραν μένειν. Καὶ οἱ προφῆται θαυμάσονται. Τουτέστιν οἱ ψευδοπροφῆται. Διατί; οὐχ ὡς παρ' ἐλπίδας τῶν πραγμάτων ἐξελθόντων, ἀλλ' ὡς παρ' ἐλπίδας δεικνυμένων, καὶ γιγνομένων. Καὶ εἶπα· ὦ Δέσποτα Κύριε. Ἆρά γε ἀπατῶν. Πολλὰ συναποκρίνονται τῷ Θεῷ οἱ προφῆται, καθάπερ ἔν τινι σκηνῇ, τὴν διόρθωσιν ἐργαζόμενοι τοῦ λαοῦ. Τοῦτο καὶ πατέρες, καὶ φίλοι πατέρων μετ' ἀλλήλων ποιοῦσιν, τοὺς παῖδας διορθοῦντες. Ποῦ δὲ εἶπε τούτοις, Εἰρήνη ἔσται ὑμῖν; Ἀνωτέρω τὰ χρηστὰ διηγούμενος ἔλεγε· Καὶ ἥξουσιν ὁ οἶκος Ἰσραὴλ, καὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ, ἐὰν περιέλῃ τὰ βδελύγματα. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν ὁ προφήτης; οὐ γὰρ δὴ ἀγνοεῖ. Μὴ γένοιτο, ὁ πάντα εἰδὼς ἀκριβῶς, ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, τοῦτο, ὅτι συναποκρίνεται τῷ Θεῷ, ὅπερ εἰκὸς ἦν ἐκείνους εἰπεῖν, ἵνα δῷ πάλιν ἀρχὴν ἀποκρίσεως τῷ Θεῷ. Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ. Τοὺς πολεμίους φησὶ πνεῦμα πλανήσεως, καλῶς. Καθάπερ τὸ πνεῦμα περιφέρει πανταχοῦ τὸν χοῦν ἀναῤῥιπίζον, οὐκ εἰς τεταγμένους ἀποτιθέμενον τόπους, οὕτω καὶ τούτοις ἐγένετο, ὥσπερ ἄνεμος σφοδρὸς ἐμπεσὼν ὁ πόλεμος ἐκεῖνος ὁ βαρβαρικὸς πανταχοῦ τῆς γῆς διέσπειρε, καίτοι καὶ τὸ διασπαρῆναι χαλεπὸν, τὸ δὲ καὶ ἀτάκτως τοῦτο παθεῖν [ἄλλ. ποιεῖν] ἀμύθητον. Αὕτη ἡ ἀπόκρισις πρὸς τὸ λέγειν· Ἀπατῶν ἠπάτησας τὸν λαόν· οὐκ ἐγὼ ἠπάτησα, ἀλλ' αὐτοὶ γεγόνασιν ἑαυτοῖς αἴτιοι. Ἐπειδὴ εἶπεν ὁ προφήτης, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον, καὶ τὴν Ἱερουσαλὴμ λέγων, Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα τῶν ψυχῶν αὐτῶν; Λέγει ὁ Θεὸς, ὅτι τῶν κακῶν ἐπελθόντων εἴσονται τῶν παρὰ σοῦ λεγομένων τὴν ἀλήθειαν, καὶ ὅτι κατὰ δαιμόνων ἐνέργειαν ἐπλάνησαν αὐτοὺς οἱ μάντεις. Παραπλήσιον δέ ἐστι τῷ παρὰ τοῦ Μιχαίου λεχθέντι ἐπὶ τοῦ Ἀχὰβ, ὅτι ἐξῆλθε πνεῦμα ψευδὲς, καὶ γέγονεν ἐν πᾶσι τοῖς ψευδοπροφήταις πρὸς ἀπάτην τοῦ βασιλέως· τὸ δὲ πλανήσεως ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐν τοῖς ὄρεσι τοῖς εἰδώλοις ἐλάτρευον. Ὁδὸς δὲ τῆς θυγατρὸς τοῦ λαοῦ μου, ἀντὶ τοῦ, αἱ πράξεις· οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον· δι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανήσεως ἦν, τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον. Πνεῦμα πληρώσεως ἥξει μοι. Τουτέστι πέπαυμαι τοῦ ἀποδεδωκέναι αὐτοῖς τὰ δεινά. Τοῦ πληρωθῆναι αὐτῶν τὰς τιμωρίας. Ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς τριάδος, ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά. Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι. Τὴν δὲ πλάνην, φησὶ, ταύτην ὑπομένουσιν, ἐπειδὴ ἀκάθαρτοί εἰσιν εἰδωλολατροῦντες, καὶ μολυσμάτων πεπληρωμένοι, καὶ τοῦ ἐμοῦ πνεύματος ἀμέτοχοι· τὸ δὲ, Ἀπὸ τούτων ἥξει μοι, τουτέστιν, Οὐδὲ γὰρ ἐπειδὴ εἰς τὸν ναὸν ἤρχοντο μετὰ τοσαύτης ἀκαθαρσίας, ἤδη τῆς παρ' ἐμοῦ τυγχάνουσι χάριτος. Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς. Τουτέστι, κολάσω αὐτούς· ἐπειδὴ γὰρ εἶπεν, ἥξει πάλιν, ἵνα μὴ ἡ τοῦ μέλλοντος καιροῦ προθεσμία ῥᾳθυμοτέρους ποιήσῃ, τὴν γινομένην ἄδειαν ἐκ τοῦ χρόνου τοῦ μεταξὺ, συνέστειλεν εἰπών· Καὶ νῦν δὲ ἐγὼ λαλήσω κρίματα. Ἰδοὺ ὡς νεφέλη ἀναβήσονται, καὶ ὡς καταιγίς. Ὁρᾷς πῶς διαφόρους εἰκόνας ἐπιζητεῖ φοβερωτέρας. Ἵνα καταπλήξῃ αὐτῶν τὴν διάνοιαν, ἵνα αὐτοὺς πτοήσῃ, διαγράφει τὸ στρατόπεδον. Καὶ τί τὸ κέρδος; τὸ ταχὺ λέγει τῆς παρουσίας, ἀλλ' οὐδὲν τούτων καθήψατο, τοιοῦτον ἡ κακία. Ἀλλ' ὅμως προὔλεγεν ὁ Θεὸς, εἰ μὴ ἐνέδωκαν ἐκεῖνοι. Ἀπόπλυνε ἀπὸ κακίας. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; Ὄντως γὰρ οὐδὲν ταύτης τῆς ταλαιπωρίας ἴσον. Ταύτῃ τῇ λέξει κεχρῆσθαι εἰώθαμεν, ὅταν ἴδωμέν τινα μακρᾷ ἀῤῥωστίᾳ παραδεδομένον, καὶ οὐδέποτε ἀνενεγκεῖν ἐκ τῆς φθορᾶς ἐκείνης δυνάμενον. Καθάπερ γὰρ σῶμα ἀσθενὲς ὑπὸ πυρετῶν δυσέκνιπτον γίνεται, οὕτω καὶ ψυχὴ ταλαίπωρος ὑπὸ ἁμαρτημάτων. Οὐκ ἀρκεῖ τὰ ῥήματα, οὐδὲ τὸ ταλανίσαι μόνον ἑαυτὸν ἐν Ἐκκλησίᾳ Κυρίου· Μὴ κλαίετε δάκρυσιν· ἀλλὰ δεῖ καὶ τῆς τῶν ἔργων προσθήκης. Καὶ μετ' ὀλίγα. —Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου. Τί τοῦτο, εἰ ἀνέβη ὡς λέων; εἰ πάρεστιν ὡς νεφέλη; εἶτα δεινὰ ἐπὶ θύραις; Ποία μεταβολῆς προθεσμία; Ποῖος μεταβολῆς καιρὸς ὑπολέλειπται; Ἀλλ' ὅρα τὴν φιλανθρωπίαν· Διελέχθη περὶ ἐκείνων ὡς παρόντων, ἵνα τὴν ῥᾳθυμίαν ταύτης καλύψῃ [fort. ταύτης εἰς προθυμίαν ἀμείψῃ], διελέχθη δὲ πάλιν ὡς μελλόντων, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ. Ἐκεῖνα μὲν τὰ ῥήματα τοῦ τὴν ἀπόφασιν ἐξενεγκόντος ἐστί· ταῦτα δὲ τοῦ διδόντος καιρὸν, διορθώσεως. Οὐδεὶς γὰρ ὁμοῦ τε ἐπάγει τὴν τιμωρίαν, καὶ παραίνεσιν εἰσάγει. Ταῦτα γὰρ ἀμφότερα ἐναντία· εἰ συμβουλεύεις, ἄνες τὴν κόλασιν· εἰ κολάζεις, πῶς παραινεῖς τοῖς τιμωρουμένοις; Ἀλλὰ καὶ ὅμως λέγει μὲν κολάζειν, ἵνα μὴ ῥᾳθυμῶσι· λέγει δὲ, ἀνιέναι, ἵνα διορθώσωνται. Ὁρᾷς; τοῦτο ὅ φησι καὶ ὁ Χριστὸς, ἐνταῦθα κεῖται. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἕως πότε ὑπάρξουσιν; ὁρᾷς τοῦ Θεοῦ τὴν μακροθυμίαν. Ἕως πότε; Ὅτε καὶ τῇ φύσει φευκτέον ἦν, καὶ τῷ χρόνῳ, ποία συγγνώμη; τίς ἀπολογία; Ἔστω· τὴν κακίαν οὐκ ἀπεστράφης ἀπὸ τῆς φύσεως αὐτῆς, ἀπὸ τοῦ χρόνου οὐκ ἔδει; Ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασι. Δείκνυσιν ὅτι πολλάκις ἀκούσαντες ἐπελάθοντο. Τὴν ἄδειαν λέγει καὶ τὴν πολλὴν παῤῥησίαν, ὡς οὐ νόμῳ πολεμίων παρέσονται· ἀλλ' ὡς ἐπὶ ἤδη προκατειλημμένα χωρία. Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλῳ. Ὥστε μὴ εἶναι διαφυγεῖν βουλομένοις αὐτοῖς. Εἶπε καὶ τὴν αἰτίαν τῶν δεινῶν. Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. Ἐντρεπτικῶς, Τοῦ δεσπότου ἠμέλησας Καὶ τὸ ἀξιόπιστον. Οὐκ ἀρκεῖ τοῦτο εἰς κόλασιν; οὐ πάσης τιμωρίας χαλεπώτερον; εἰ γὰρ μὴ πόλεμος ἦν, εἰ γὰρ μὴ πόλεως ἅλωσις, αὐτὸ τοῦτο μόνον ἀκοῦσαι τὸ ῥῆμα, πόσην ἔχει τιμωρίαν; Τουτέστιν, ὥσπερ ἐκεῖνοι οἱ ὀπωροφύλακες εὑρόντες τινὰ κλέπτοντα βοῶσι, καὶ εἰς φόβον καθιστῶσι τὸν κλέπτην, καὶ μετὰ πάσης προθυμίας αὐτοὶ ἐπιᾶσιν ἑλεῖν βουλόμενοι τὸν τολμήσαντα. Οὕτω καὶ οὗτοι βοῶσι μόνον, καὶ εἰς φυγὴν ὑμᾶς τρέπουσιν, ὡς ἐπ' ἀλλοτρίοις ὄντας. Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας. Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν. Τίς λοιπὸν ἐλπὶς θεραπείας ἐστὶ, τοῦ κεφαλαίου, καὶ ἡγεμονικωτάτου διαφθαρέντος; ἔστι γὰρ κακία οὐ πικρὰ, ἔστι κακία ἐξ ἀφελείας γινομένη, ᾗ καὶ συγγνοίη τις ἄν. Αὕτη, φησὶν, ἀφόρητός ἐστι, τῷ καὶ μόνιμος γενέσθαι, καὶ πρὸς αὐτὴν, φησὶν, ἐλθεῖν τὴν καρδίαν. Τὴν κοιλίαν μου ἀλγῶ. *Ταῦτα προειπὼν ὁ προφήτης, ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει· Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου. Ἔλαβε δὲ τοῦτο ἐκ μεταφορᾶς τῆς ὀδυνομένης γυναικός. Μαιμάσσει ἡ ψυχή μου, τουτέστι, θορυβεῖται ἐν ἀγῶνι τυγχάνουσα. Σπαράσσεται ἡ καρδία μου, τουτέστιν, ὑπὸ τοῦ δέους πηδᾷ μόνον οὐχὶ ἐξελθεῖν βουλομένη· μιμεῖται μητέρα τὰ σπλάγχνα σπαραττομένην, ἐπὶ τέκνων ὀλέθρῳ. Ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου. Ἔνθους γέγονεν ὁ προφήτης. Οὐ νῦν, ἀλλὰ μικρῷ πρόσθεν εἶπε ταῦτα, ἐπὶ πραγμάτων ὁρᾷ συμβαίνοντα προφητικοῖς ὀφθαλμοῖς, πολέμους, καὶ παρατάξεις, καὶ μάχας, σαλπίγγων ἠχὴν, θόρυβον ἵππων, ἔφοδον πολεμίων ἀνδρῶν, πάσας τὰς Ἰουδαίων συμφοράς. Ὅρα δέ μοι τοῦ Θεοῦ τὴν μακροθυμίαν· ἠπείλησε διὰ ῥημάτων, οὐκ ἔδακεν αὐτοὺς ὁ λόγος· ἀξιοπιστοτέραν ποιεῖ τὴν πρόῤῥησιν, αὐτὸν τὸν ἀξιοῦντα θεατὴν τῶν λεγομένων ποιῶν. Συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή. Διεσπάσθησαν αἱ δέῤῥεις μου. Τὸ εὐάλωτον δείκνυσι, σκηνὴν καλῶν· ἄλλως δὲ οὐκ ἄν τις ἁμάρτοι, πόλιν πᾶσαν, καὶ οἰκίαν πᾶσαν τούτῳ τῷ τρόπῳ τῆς προσηγορίας προσονομάζων· σκηνὴ γὰρ ὁ παρὼν βίος ἐστίν. Οὐδὲ πόνου δεήσει τοῖς πολεμίοις, οὐδὲ χρόνου τινὸς, ἀλλ' ὥσπερ σκηνὴν διασπῶντες, οὕτω κρατοῦσι τῶν τειχῶν. Ὅρα δὲ καὶ τὸ τοῦ προφήτου φιλόστοργον, πᾶσαν οἰκειοῦται τὴν πόλιν, οἰκίαν αὐτοῦ φησιν εἶναι τὴν Ἱερουσαλήμ. Διεσπάσθησαν αἱ δέῤῥεις μου. Περὶ τῶν λοιπῶν πόλεών φησιν· ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν ἐν ταῖς στρατοπεδείαις σκηνοποιουμένων βασιλέων, καὶ τῶν λοιπῶν. Τινὲς δὲ σκηνὴν μὲν ἔφασαν τὰ βασίλεια, δέῤῥεις δὲ τὰς λοιπὰς οἰκίας τῆς πόλεως. Ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων; Τί οὖν δὴ τῶν μὲν σαλπίγγων ἠχουσῶν, καὶ πολέμου, καὶ μάχην, οὐ πρὸς ἡμᾶς δὲ ἀφικνουμένων; ἀλλ' ἐπήγαγεν, ὅτι Τεταλαιπώρηκε πᾶσα ἡ γῆ. Καλῶς τὸ, τεταλαιπώρηκε· πανταχοῦ γὰρ σπουδάζει θεόθεν τὸν πόλεμον ἀναῤῥιπιζόμενον τοῖς ἰδίοις ἐπιδεῖξαι τοῦτον. Τὸ γὰρ ταλαιπωρῆσαι τοῦτό ἐστιν. Οὐ γὰρ διὰ πολέμου μόνον καὶ μάχης αὐτῶν ἐκράτουν, ἀλλ' ἀθρόον ἐλθόντες καὶ παρ' ἐλπίδας καὶ ἄφνω. Θεατὴν αὐτὸν ποιεῖ, καὶ ἀκροατὴν, ἵνα ἑκατέρωθεν αὐτοὺς καταπλήξῃ. Εἶδεν ὁ προφήτης, ἵνα μὴ ἴδωσιν οἱ Ἰουδαῖοι. Ἐπῄνεσε τὴν καρδίαν ὁ Ἱερεμίας, ἵνα αὐτοὺς ἐν ἀσφαλείᾳ φυλάξῃ, πολλαχοῦ τοὺς θεραπεύοντας ἐκδίδωσι. Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν. Ἡ μεγίστη κατηγορία, ὅταν οἱ τοὺς ἄλλους διδάσκειν ὀφείλοντες, αὐτοὶ πρῶτον ἀγνοῶσιν. *Εἶτα τοῦ προφήτου ἀκολούθως τούτοις φήσαντος, Ἕως πότε ὄψομαι φεύγοντας; ἀποκρίνεται ὁ Θεὸς, Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, τουτέστι, Διὰ τὰς ἀσεβείας αὐτῶν ταῦτα πάσχουσιν, ἐπεὶ καὶ τὸ πρότερον, καὶ εἷς ἐδίωκε χιλίους, καὶ τὰ κατ' Αἴγυπτον ἐμάθετε, ἐξηγεῖται καὶ τῶν φευγόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι, Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν, σοφοί εἰσι τοῦ κακοποιῆσαι. Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο, ἀφρόνως, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σιδήρῳ οἱ ἀνδροφόνοι. Ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐδὲν, καὶ εἰς τὸν οὐρανόν. Πῶς οὐδέν; Οὐ πρόβατα, φησὶν, οὐ βόες, οὐκ οἰκοδομήματα, καὶ τείχη. Πάντα γὰρ τὰ τοιαῦτα ἀφανίζειν οἶδεν ὁ πόλεμος. Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Τὴν διάνοιαν λέγει τοῦ θεατοῦ, οὐ τὴν φύσιν τοῦ πράγματος. Οὐ γὰρ ἁπλῶς λέγει, ἀλλ', Εἶδον, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Τὸ μὲν γὰρ τῆς νυκτὸς σκότος καλύπτειν εἴωθε τὸ φῶς, δείκνυσι δὲ τὴν σελήνην μετὰ τῶν ἄστρων· ἡ δὲ τῆς ἀθυμίας νὺξ, ἡ πολὺ ταύτης χαλεπωτέρα, πάντα ἀφανίζει τὰ ἄστρα, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν ὄψιν τοῦ θεωμένου. Ὥστε τὰ μὲν φῶτα αὐτοῦ οὐκ ἐφαίνετο, διόπερ οὐδὲ εἶναι ἐδόκει τοῖς θεαταῖς. Ἀλλ' ὥσπερ γυμνὸς, καὶ ἐρημωθεὶς τοῦ φωτὸς, οὕτως ἐγένετο. Τοιοῦτόν τι πάσχει ψυχὴ σκοτωθεῖσα· καὶ γὰρ πολλοὶ τοῦ πελάγους ἀποβάντες ὀρθουμένην ἔδοξαν ὁρᾷν τὴν γῆν, καὶ περιδινουμένην αὐτοῖς. Ταῦτα δὲ πάντα ποιεῖν ἡ φύσις εἴωθε. Καθάπερ γὰρ εἰς ὕδωρ καθαρὸν καὶ ἑστὸς ἐμπεσὼν ὁ φόβος τῶν αἰσθητηρίων, τὴν γῆν τὴν ἐν τῷ βυθῷ ταράσσει, καὶ συγχεῖ τὰ ἄνω κάτω ποιῶν, καὶ τὴν τάξιν ταράσσων ἅπασαν· οὕτω δὴ καὶ ἐνταῦθα γίνεται, ἕτερα ἀκούει, καὶ ἕτερα βλέπει, καὶ οὐδὲν ἐπὶ τῆς οἰκείας ἕστηκεν ἕδρας. Ὡς ἐν σκότῳ γέγονα ὑπὸ τοῦ φόβου διὰ τὴν τῆς πόλεως ἐρημίαν. Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα. Τουτέστιν, οὐδὲ ἐν τοῖς ὄρεσι γενομένοις ἔστι σώζεσθαι. Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο. Οὐδὲ γὰρ τοὺς πλησίον ἑστῶτας δοκοῦμεν ὁρᾷν· πῶς οὖν περὶ τῶν πετεινῶν φησι, ὅτι ἐπτόηντο; Τοῦτο καὶ ἀπὸ τῆς διαθέσεως τοῦ προφήτου. Ὑπὸ γὰρ τῆς ἐρημίας, καὶ τὰ πετεινὰ τὸν τόπον κατέλιπον. Τὰ γὰρ πολλὰ τῶν ζώων εἰς ἀπῳκισμένους τόπους εἰπεῖν [οἰκεῖν] πέφυκεν. Ἔρημος ἔσται πᾶσα ἡ γῆ. Τί λέγεις; Ἐκλύεις τὸν φόβον τὸν Ἰουδαϊκόν; Τί γὰρ οὐκ ἔστης ἐπὶ τῇ προτέρᾳ ἀπειλῇ; ἤρκει εἰπεῖν, Ἔρημος ἔσται πᾶσα ἡ γῆ. Ἀλλ' εὐθέως τὸ σκυθρωπὸν ἔστρεψεν, τὸ χρηστὸν ἐπαγαγών. Τίνος ἕνεκεν; ὥστε καὶ ταύτῃ ποιῆσαι βελτίους. Ὅταν γὰρ ἐπὶ χαλεποῖς χαλεπὰ συνάπτοντες λέγωμεν, εἰς ἀπόγνωσιν ἡ ψυχὴ πολλάκις ἐμπέπτωκεν· ἡ δὲ ἐλπίδας ἔχουσα χρηστὰς, κἂν βραχείας, ταχέως ἀναστῆναι δυνήσεται. Ἐπὶ τούτοις δὲ πενθείτω ἡ γῆ. Καλῶς τὴν γῆν πρὸς αἴσθησιν τῶν μελλόντων γίνεσθαι καλεῖ, τῶν ἀνθρώπων ἀναισθήτως διακειμένων. Διότι ἐλάλησα, καὶ οὐ μετανοήσω. Μὴ νομίσῃ τις εἶναι ἀπειλὴν τὸ πρᾶγμα, πάντως ἕψεται καὶ τὸ ἔργον. Ἐπειδὴ γὰρ πολλάκις εἰπὼν, διὰ φιλανθρωπίαν τὸ τέλος οὐκ ἐπήγαγεν, οὐχ οὕτως καὶ νῦν ἔσται, ἀλλὰ ὡς ἐλάλησα, καὶ ποιήσω. Ἐὰν περιβάλῃ κόκκινον. Τί ποτέ ἐστι τὸ λεγόμενον; Μεταφορικὸς ὁ λόγος ἐστίν· ὡς πρὸς γυναῖκα ἄτιμον, τὴν πόλιν, καὶ ἑταιριζομένην ὁ προφήτης συνεχῶς διαλέγεται. Ἐπειδὴ εἶπεν ἀνωτέρω, Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, τουτέστι τὸν τόπον, ἔνθα ταῖς γυναιξὶν ἁλοὺς ἠσέβησας, φησὶν, ἐὰν τὸν ὅμοιον τρόπον θελήσῃς ἀπατῆσαι τοὺς πολεμίους, οὐ δυνήσῃ. Τὸ δὲ, Ἐὰν χρίσῃς στίβει, τὸ μέλαν λέγει, ᾧ ἐπιχρωννύειν τοὺς ὀφθαλμοὺς εἰώθασιν αἱ γυναῖκες. Ὡς πρὸς πόρνην προσδοκῶσαν τῷ κάλλει τῆς ὄψεως ἑλεῖν τοὺς ἐραστὰς, καθάπερ ἡ Ἰεζάβελ, καθάπερ τῶν Ἰουδαίων αἱ θυγατέρες. Ἀλλὰ νῦν πρὸς τὴν πόλιν, πᾶσαν ἐννόησον δυσπραγίαν, ὅταν καὶ ἐρασταὶ ὦσι καὶ καλλωπιζομένην τὴν ἐρωμένην διαπτύωσι· καὶ μὴ διαπτύωσι μόνον, ἀλλὰ καὶ ἀνελεῖν ἐπιθυμῶσιν. Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα. Καὶ παρήσει τὰς χεῖρας αὐτῆς. Οὐδὲν εἰς αὐτὸν τὸν πόλεμον ἐργάζεσθαι δυνήσεται λοιπόν. Πάλιν ὁ προφήτης ἑώρα τὰ μέλλοντα. Οὐ φέρει τῶν ἀποσφαγέντων τὸ πλῆθος· ἐξίσταται, καὶ ἀποψύχει. Εἰ δὲ ἡ θέα ἀφόρητος, πόσῳ μᾶλλον ἡ πεῖρα; Τὸ μὲν πρῶτον φεύγοντας εἶδε, τὸ δὲ δεύτερον θρηνοῦντας, ἔπειτα καὶ ἀναιρουμένους. Προϊὼν λέγει, ὅτι Οὐδὲ συγχωρήσει τις ὑμῖν θρηνῆσαι.