Ancient Greek · ~49 min
ΚΕΦΑΛ. Εʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Εʹ.1
Not analysed yet
Οἴμοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ. Ὁρᾷς ὅτι οὐκ εἰς ἀπόγνωσιν ἐμβάλλει; Καὶ ὅρα τὸν Θεὸν ἀπολογούμενον, καὶ οὐχ ἑτέροις ἐπιτρέποντα τὴν ἐξέτασιν. Ὑμεῖς αὐτοὶ οἱ κακῶς παθόντες, ζητήσατε, φησί. Οὐχ ἑτέρῳ τὸ πρᾶγμα ἐπιτρέπω, οὐκ ἐχθρῷ, καὶ πολεμίῳ, οὐκ ἀμελοῦντι, καὶ ῥᾳθυμοῦντι τῶν ὑμετέρων· ὑμῖν αὐτοῖς τοῖς πονουμένοις καὶ ταλαιπωρουμένοις. Καὶ ἵνα μὴ πάλιν ἐκλύσῃ, Περιδράμετε, φησὶν, ὡς ἐγγὺς ὄντων τῶν δεινῶν, καὶ ἀκριβῆ τὴν ἔρευναν κελεύει ποιήσασθαι. Περὶ τῶν ὑπὸ τὴν ἀπόφασιν κειμένων ὁ λόγος, ἐπεὶ ἦσαν ἐν αὐτοῖς δίκαιοι, ὡς ὁ Ἱερεμίας, καὶ οἱ υἱοὶ Ῥιχὰβ, ἱερεῖς τυγχάνοντες, καὶ ὁ Ἀβιμελέχος Αἰθίοψ. Λέγει τοίνυν περὶ τῶν ἱερέων, καὶ βασιλέων, καὶ ψευδοπροφητῶν, καὶ τοῦ πλήθους. Ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι. Οὐ γὰρ ἀρκεῖ, φησὶ, τὸ ὀμνύναι, ἀλλὰ τὸ μὴ ἐπιορκεῖν. Ὁρᾷς ὅτι πανταχοῦ, οὐ τὸ ἑαυτοῦ ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ τὸ τῶν πλησίον. Ἐννόησον ὅσον τὸ ἐπὶ ψεύδεσιν ὀμνύναι, πῶς πόλιν ὁλόκληρον κατήνεγκεν· καὶ γὰρ ὁ μὴ ὀμνὺς τὸν Θεὸν, ἀλλὰ δαίμονας ἴσως, τούτῳ μεῖζον ἡ ὕβρις, κἀνταῦθα, ὅταν εἰς ἑτέρων ἐπήρειαν ὦμεν ἀποκεχρημένοι τῷ ὅρκῳ. Τουτέστιν, ἐπιορκοῦσιν οὐδὲν ἡγούμενοι τὸ κατ' ἐμοῦ ὀμνύειν, καὶ τῇ τοῦ ἐμοῦ ὀνόματος ἀξιοπιστίᾳ ἀποκέχρηνται εἰς τὴν τῶν κακῶν πρᾶξιν. Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Τουτέστιν, Οὐδὲν ἐναντίον ὁρᾷ ὁ σὸς ὀφθαλμός. Καθαρὸν τὸ κρϊμά σού ἐστιν. Μεγάλη κατηγορία, καὶ τῆς ἐσχάτης ἀναισθησίας τεκμήριον· τουτέστι, Πάντα ἀκριβῶς γινώσκεις, καὶ ἀληθῆ τὰ παρὰ σοῦ λεγόμενα. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἀπηλγηκότων ἀνθρώπων σημεῖον, οἷα τὰ τοῦ Φαραὼ ἦν· ἵνα δειχθῇ, ὅτι οὐ προφασιζόμενος. Τοῦτο ἦν τὸ λέγειν, περιδράμετε, ἀπὸ τῶν προτέρων δείκνυσιν αὐτοῦ τὴν κηδεμονίαν. Τί ἐστι, συνετέλεσας; ἀπέκτεινας ἅπαντας, τὸ πλέον αὐτῶν καθεῖλες, καὶ οὐδὲ οὕτως ἐπαιδεύθησαν. Οὐδὲν γὰρ, τῶν ἡκόντων εἰς σὲ, παραλέλειπται. Πανταχοῦ τῆς προαιρέσεως, καὶ οὐ τῆς φύσεως, τὸ, Οὐκ ἠθέλησας ἐπιστραφῆναι. Ὅρα κακίαν εἰς φύσιν ἐκτραπεῖσαν. Καὶ ἐγὼ εἶπα, Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν. Καὶ τί γένοιτο ἂν ἐμπόδιον ἡ πενία; οὐ τοῦτό φησιν, ἀλλὰ τὴν πρόφασιν τῶν πολλῶν ἀναιρεῖ, δεικνὺς, ὅτι οὔτε οὗτοι διὰ τὴν πενίαν ἐνεποδίσθησαν. Πρὸς τὸν μέλλοντα ἀνθυποφέρειν ἡμῖν, οὔτε ἀφ' ἑαυτοῦ [Fort. ὡς οὐκ ἀφ' ἑαυτοῦ] φυγὼν, προεῖπε τὴν πενίαν. Διὰ πενίαν οἱ πολλοὶ ταῦτα ποιοῦσι, καὶ τρέφεσθαι βουλόμενοι, ἠπάτηνται εἰς τὴν ἀσέβειαν. Τὸ γὰρ, διότι οὐκ ἠδυνήθησαν, τουτέστιν, οὐκ ἀντήρκεσαν φιλοσοφῆσαι πρὸς τὴν πενίαν, καὶ ἀπατηθέντες, οὐκ ἔγνωσαν τοῦ Θεοῦ τὴν ὁδόν. Πορεύσομαι πρὸς τοὺς ἁδρούς. Ἀλλὰ καὶ οἱ πλούσιοι ἴσως· οὔτε γὰρ πλοῦτος, οὔτε πενία πρὸς τοῦτο ἐμπόδιον. Ὅρα πῶς πανταχόθεν ἀναιρεῖ τὰς προφάσεις. Τουτέστιν, Ἐξέκλινα πρὸς τοὺς μεγιστᾶνας καὶ τοὺς βασιλεῖς, ἐννοήσας, ὡς ἴσως οὗτοι ἀκόλουθα τῷ νόμῳ διαπράττονται. Εὗρον δὲ πάντας ἀθρόον ἐπὶ τὸ χεῖρον ἐκκλίναντας, καὶ τοῦ Θεοῦ τὴν δεσποτείαν ἀπωσαμένους, καὶ τοῦ νόμου τὴν φυλακήν. Ζυγὸν γὰρ τὴν δεσποτείαν ἔφη· δεσμοὺς δὲ τῶν νόμων τὴν διάταξιν, ἐν οἷς ὥσπερ κανόνι τινὶ πορεύεσθαι δεῖ τοὺς ὑπὸ τὸν νόμον ὄντας. Εἰ ἡ πενία τούτοις ἐφόδιον γέγονεν, οὐκοῦν ἐκείνους ὁ πλοῦτος ὤφειλε βελτίους ποιῆσαι. Ἀλλ' οὐδεὶς οὔτε τούτων, οὔτε ἐκείνων ἀμείνων ἐγένετο. Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ. Πάντα τὰ θηρία, οὐκ ἔτι λέοντας λέγει μόνον, ἀλλὰ πάντα παραλαμβάνει τὰ θηρία. Οὕτω πάντα ποιεῖ ὑπὲρ τοῦ τὸν φόβον αὐξῆσαι· καὶ οὐχ ὡς περὶ μελλόντων, ἀλλ' ὡς περὶ παρελθόντων διαλέγεται. Ὁ Βαβυλώνιος. Λύκον δὲ καὶ πάρδαλιν, τοὺς περὶ Θεγλαθφασάρ. Τὸ ἀκόρεστον, τὸ ἔρημον, ὅταν μετὰ ἀδείας ἐξῇ τῷ τοιούτῳ μέχρι τῶν οἴκων ἐπιβαίνειν, οὐ φοβῆσαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὸ ἔρημον δεῖξαι. Λύκος δὲ ἴσως ὁ Σεναχηρεὶμ, μόνον ἁρπάξας, καὶ μηδέν τι διαπραξάμενος. Ἄλλος δέ τις τὸν Ἀντίοχον εἴρηκε πάρδαλιν. Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με. Ἐνταῦθα οὔτε τὸ ἀσεβῆσαι ἐγκαλεῖ, οὔτε τὸ ἀποστραφῆναι, ἀλλὰ τὸ ἀσεβῆσαι μετὰ πλήθους, καὶ τὸ ἀποστραφῆναι ἀνοήτως. Δεινὸν μὲν γὰρ τὸ ἁμαρτεῖν ἅπαξ, τὸ δὲ ἐπιμεῖναι, καὶ προσθεῖναι χαλεπώτερον. Ἥμαρτες, μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι. Ὅρα καθ' ἑκάστην τιμωρίαν πανταχοῦ κειμένας ἀπολογίας, καὶ τὸ συνεχὲς τοῦ λόγου διακοπτόμενον· οὕτω καθάπερ τίς τινα μαστίζων. Εἶτα διαναπαυσάμενος ἀπολογοῖτο πρὸς αὐτὸν, καὶ ὅλως οὕτως δι' ὅλου ὁ προφήτης εὐφραίνεται ἀπειλῇ καὶ ἀπολογίᾳ. Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο. Ὁρᾷς ἐξ εὐπαθείας τὴν ἀσέλγειαν, τὴν ἀκαθαρσίαν; Τί γὰρ ἂν εἴποις; Τί ἔχοντες ἐγκαλεῖν; σπάνιν ἀναγκαίων; καὶ μὴν τοσαύτη ἦν ἡ φορὰ, ὡς καὶ μοιχᾶσθαι αὐτοὺς, καὶ ἐν οἴκοις πορνῶν καταλύειν. Ἵπποι θηλυμανεῖς. Ὅρα πῶς παρέστησε τὴν ἡδονήν. Ὅρα πῶς εἰς ἀσέλγειαν ἐξέπιπτον, αὐτὴν τὴν φύσιν ἠτίμασαν. Ὅρα τὸ ἀναιδῆ [Fort. ἀναιδῶς] μίγνυσθαι τῶν ἀλόγων ἐστίν. Παρὰ μὲν τῷ Ἑβραίῳ φασὶ, τὸ, ἑλκόμενοι μὴ κεῖσθαι· ἔστι δὲ αὐτὸ ἐκλαβεῖν, ὅτι ὑπὸ τῆς ἐπιθυμίας ἤγοντο. Ἀνάβητε. Συντέλειαν δὲ μὴ ποιήσητε. Λείψανα καταλείπετε τῆς πόλεως, ἵνα καὶ τοῖς αἰχμαλωτιζομένοις ὑπόθεσις ᾖ πάλιν ἐπανόδου· διὸ προλέγει, ἵν' ὅταν ἴδωσιν οὐ μέχρι τῶν θεμελίων ἀναιροῦντας, μὴ τῆς ἐκείνων φιλανθρωπίας, ἀλλὰ τῆς τοῦ Θεοῦ κωλύσεως εἶναι νομίζωσιν. Ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ. Εἰ τοῦ Κυρίου εἰσὶ, τίνος χάριν ταῦτα πέπονθε; διὰ τοὺς ἐνοικοῦντας, ὅτι ἠθέτησαν. Τουτέστι, παρέβησαν τὰς συνθήκας τὰς πρὸς ἐμὲ, καὶ παντελῶς εἰς ἀσέβειαν ἐξώκειλαν. Ἐψεύσατο τῷ Κυρίῳ. Καὶ εἶπαν, Οὐκ ἔστι ταῦτα. Ἐννόησον ὅσον κακόν· Οὐκ ἐπίστευον ἀπειλοῦντι, οὐκ ἐπίστευον τιμωρουμένῳ, καὶ κολάζοντι, πολλοὶ καὶ νῦν οἱ περὶ τῆς γεέννης εἰσὶ [ἴσ. εἰσὶ τὰ αὐτὰ] οἱ ταῦτα διαλαλοῦντες, ἀπιστοῦντες τῷ Θεῷ. Ὁ οἶκος Ἰσραὴλ, καὶ ὁ οἶκος Ἰούδα ἐψεύσατο. Οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον. Ἐκεῖνοι γὰρ τὰ πρὸς ἡδονὴν δημηγοροῦντες, οὐκ εἴων γενέσθαι βελτίους ποτέ. Τουτέστιν, οὐδὲν προσδοκῶσι δεινὸν, ἀλλὰ λέγουσιν οἱ πολλοὶ, ὅτι Καὶ οἱ προφῆται μάτην ἐφθέγξαντο, καὶ ἀπέθανον· καὶ οὐδὲν κατὰ τὴν γνώμην τοῦ Θεοῦ εἶπον περὶ ἡμῶν. Τὸ δὲ, Οὕτως ἔσται αὐτοῖς, τουτέστι, Παραπλησίως ἐκείνοις, καὶ ὑμεῖς φθέγγεσθε οἱ δοκοῦντες εἶναι προφῆται. Ὡς γὰρ ἐκείνων εἰπόντων οὐδὲν δεινὸν πέπονθεν ἡ πόλις, οὕτως οὐδὲ νῦν πείσεται. Διὰ τοῦτο. Ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. Τὸ τάχιον δείκνυσιν ὅτι πάντα εἴκει τῷ πυρί. Καὶ ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν. Ὥστε μηδὲ ἐξ ἱκετηρίας ἐπισπᾶσθαί τινα ἔλεον. Τὸ δὲ, Καὶ ἀρχαῖον, δηλοῖ, ὅτι καὶ ἀρχαῖον, καὶ φοβερόν ἐστι, καὶ δείκνυσιν ὅτι οὐκ οἴκοθεν ἐπέρχεται· οὐ γὰρ ἂν ἐν τῷ τοσούτῳ χρόνῳ ἡσύχασαν, καὶ ὕστερον ἀπῆλθον. Καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν. Τὸν καιρὸν τῆς ἐφόδου λέγει, ὅτι ἡνίκα τὸν καρπὸν ἀπολαύειν ἐμέλλετε, τότε ἐπελθόντες ἐκεῖνοι δῃώσουσι τὴν γῆν. Τὸ δὲ, τοὺς ἄρτους ὑμῶν, ἀντὶ τοῦ, καὶ τὰ ἀπόθετα ἀναλώσουσιν. Καὶ ἔσται ὅταν εἴπητε, Τίνος ἕνεκεν. Καὶ γὰρ καὶ τοῦτο ἀναισθησίας πολλῆς, μετὰ τὸ παθεῖν λέγειν· Ἕνεκεν τίνος ἐποίησεν; Ἀλλ' ὅμως τότε καιρὸν ὁ λόγος ἕξει. Διὰ τοῦτό φησιν· Ἵνα δουλεύσητε ἐν γῇ οὐχ ὑμετέρᾳ ἀλλοτρίοις θεοῖς, τοῦτο ἀπειλεῖ πάλιν. Ἀναγγείλατε ταῦτα εἰς οἶκον Ἰακώβ. Πάλιν ἀναμιμνήσκει τῶν προγόνων, ἵνα κἂν οὕτως ἐντραπῶσι. Πάλιν τὸν πατριάρχην ἐκεῖνον, καὶ θαυμαστὸν ἄνδρα, καὶ μέγαν εἰς μέσον παράγει, τὸν οἶκον Ἰακὼβ, καὶ τὸν οἶκον Ἰούδα λέγων, ἵνα μάθῃς ὅση τοῦ Θεοῦ ἡ δύναμις· πῶς δι' ἑνὸς φυλάρχου [ἄλλ. φιλάρχου] πόλεις ὁλοκλήρους, καὶ δήμους, καὶ ἔθνη συνεστήσατο. Ἀκούσατε δὴ ταῦτα, λαός. Τίνος ἕνεκεν ὑβριστικῶς προσάγει τὸν λόγον; διαναστῆσαι βούλεται πεπτωκότας διὰ τῆς ὕβρεως· οὐδὲν ταύτης τῆς τιμωρίας χεῖρον, τοῦ, τὸν Θεὸν ἀγνοεῖν. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Ταύτας δὲ μόνον λέγει τὰς αἰσθήσεις, αἳ μάλιστα τῶν ἄλλων πρὸς θεογνωσίαν ἄγουσιν, ὧν μάλιστα δεόμεθα. Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ; Οὐκ εἶπεν· Ἐγὼ τὴν θάλασσαν ἐποίησα, ἀλλ', Ἐγὼ, φησὶν, ἐχαλίνωσα. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς δημιουργίας φαίνεσθαι βούλεται, ἀλλὰ καὶ ἀπὸ τῆς διατυπώσεως. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι μηδεμίαν πάσχουσα βίαν, οὕτως ἠρεμεῖ, καὶ ὑποτάσσεται· ἀλλὰ καὶ πολλῆς αὐτὴν ἀνάγκης πρὸς τὰ ἔξω ὠθούσης, καὶ βίαν ὑπομενούσης τὴν ἐσχάτην, ὥστε ἐξαντληθῆναι, ἐμμένει φέρουσα τὴν βίαν, ὥστε μὴ ὑπερβῆναι τὸ πρόσταγμα τοῦ Θεοῦ. Ἀλλ' ἴσως πρὸς τοῦτο εἴποι τις ἂν, ὅτι Ταῦτα φύσει καὶ νόμῳ διατέτακται· ἐγὼ δὲ ἔχω τὴν ἐφ' ἑκάτερα ῥοπὴν, ὡς εἰ θέλω μένω ἐπὶ τοῦ κρείττονος. Τί γὰρ ἐρεῖς; ὅτι πνεῦμα καὶ ἐπιθυμίαι πονηραὶ τὴν ψυχὴν ἐξωθοῦσιν; ἀλλ' ἀντίστησον αὐτοῖς τὸ πρόσταγμα τοῦ Θεοῦ. Ἀσθενὴς ἡ φύσις; καὶ γὰρ ἡ ψάμμος, ἀλλ' ὑπερισχυρὰ αὐτὴ γίνεται νόμῳ θείῳ. Οὕτω καὶ σὺ φόβῳ Θεοῦ. Οὐδὲν οὕτως ἀσθενὲς, οὐδὲν οὕτως ἀδύνατον, ὃ μὴ τὰ ὑπὲρ οἰκείαν ἐπιδείκνυται φύσιν διὰ τὸν φόβον τοῦ Θεοῦ. Καὶ μεθ' ἕτερα· Διατί μὴ ἤγαγεν ἕτερον στοιχεῖον εἰς ὑπόδειγμα, ἀλλ' ἢ τὴν θάλασσαν; ἐπεὶ περὶ πολέμου καὶ μάχης ὁ λόγος ἦν αὐτῷ, καὶ στρατιωτῶν ἐφόδου, νεφέλης δίκην, καὶ πελάγους ἐπέχειν μελλόντων τὴν πόλιν πᾶσαν. Δεῖξαι τοίνυν βουλόμενος, ὡς οὐκ ἐξ οἰκείας ἰσχύος, οὐδὲ δυνάμεως, ἀλλ' ἐκ τῆς αὐτοῦ συγχωρήσεως ὁ πόλεμος γίνεται, τὴν θάλασσαν εἰς μέσον παράγει· δεικνὺς, ὅτι ὁ τοιοῦτο στοιχεῖον, μέγα, καὶ ὑπέρογκον, καὶ τῇ βίᾳ ἀφόρητον, μαινόμενον, καὶ ἀγριαῖνον, ψάμμῳ λεπτῇ διὰ παντὸς χαλινῶσαι δυνάμενος, πολλῷ μᾶλλον ἰσχύσει ἐπισχεῖν τοὺς πολεμίους τοὺς ὑμετέρους, ὥστε μήτε παραγενέσθαι, μήτε λυμήνασθαί τι τῶν ὑμετέρων. Καὶ οὐκ εἶπον· Τὸν διδόντα ἡμῖν ὑετόν. Ἔστω. Οὐκ ἐβούλεσθε δι' ἐμέ· διὰ τὰ παρ' ἐμοῦ οὐκ ἔδει, οὐ διὰ τὸ δοῦναι μόνον ὑετὸν, ἀλλὰ καὶ τὸ κατὰ καιρόν; Ἐκεῖνο γὰρ ἐπιδείξεως ἦν μόνον, ὅτι δύναμαι ὕειν. Τοῦτο δὲ προνοίας μεγάλης καὶ φιλοστοργίας. Κατὰ τὸν καιρὸν πληρώσεως προστάγματος θερισμοῦ. Ἀσαφῶς τοῦτο εἴρηται· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄρτι, φησὶν, ἐκ τῆς ἅλω συλλέξαντες τὰ γεννήματα τῆς γῆς, καὶ πλήρη τὰ ταμεῖα ἔχοντες, ἀπολαύομεν ὑετῶν. Οὐ γὰρ μένει, δαπανηθέντων αὐτῶν τότε δοῦναι· ἀλλ' ὁμοῦ τε ὁ θερισμὸς ἐπαύσατο, καὶ οὐδὲ ἀρχὴν εἰς ἀνάλωσιν τῶν ἐναποτεθέντων ἐβάλομεν, καὶ μήπω τῶν προτέρων ἀναλωμένων, κάτεισιν ὑετὸς, κελεύων ἕτερα καταβάλλειν. Ἐπειδὴ γὰρ μικρόψυχος ἡ ἀνθρωπίνη φύσις, καὶ βραχυμέριμνος, καὶ οὐχὶ μόνον ἐν ἐνδείᾳ, ἀλλὰ καὶ ἐν ἀφθονίᾳ τρέμει, καὶ δέδοικε τὸ μέλλον· τοῦτο ἰώμενος τὸ νόσημα ὁ Θεὸς, πλήρη κατάγει ἡμῖν τὸν ὑετὸν, ἵνα τὸν ὑπὲρ τῆς μελλούσης ἀναλώσεως τῶν ἀποτεθέντων φόβον αἱ τῶν νέων ἐλπίδες ἐκβάλωσι. Τοῦτο οὖν ᾐνίξατο, Κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ· θερισμοῦ ἐναποτιθεμένων τῶν καρπῶν [ἄλλ. ἐναπόθετε μόνον τὸν καρπὸν], καὶ μηδέπω συλλεγέντων αὐτῶν, πάλιν αὐτὴν κελεύει τὰ αὐτὰ ἐκφέρειν. Τί ἐστιν, Ἐφύλαξεν ἡμῖν; καθάπερ πατὴρ φιλόστοργος μέρος παιδίοις ἀεὶ διατηρεῖ, οὕτως καὶ αὐτὸς ἡμῖν τὸν ὑετὸν διατηρεῖ, καὶ οὐκ ἀναλίσκει τοὺς ὄμβρους ὁ πρῶτος χειμὼν, οὐδὲ ὁ δεύτερος, ἀλλ' ἀεὶ μένει καὶ ὑπολέλειπται. Αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα. Ἐπειδὴ περὶ πολλῆς εὐπραγίας διελέχθη. Ὅτε δὲ ταῦτα ἔλεγε, λιμοὶ, καὶ λοιμοὶ, ἵνα μὴ ἀνθυπενέγκωσι· καὶ μὴν οὐδὲ τούτων [ἴσ. τοῦτον, ἢ τοῦτο] ὁρῶμεν. Οὐ γὰρ, φησὶν, οὐ διὰ τὸ τὸν Θεὸν μεταβεβλῆσθαι, ἀλλὰ καὶ διὰ τὸ ταῖς ἁμαρτίαις ὑμῶν ἀποκρούσασθαι τὴν εὐεργεσίαν· ταῦτα ἃ λέγω, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμῶν. Μείζων γὰρ κηδεμονία μηδὲν δοῦναι λοιπὸν, ἢ δοῦναι· καθάπερ τῷ πυρέττοντι ὁ μὲν παρέχων πολεμεῖ, ὁ δὲ ἀποστερῶν φείδεται μόνον [ἄλλ. μόνος]. Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου. Ὡς ἀλόγοις ἐχρῶντο τοῖς ὁμοφύλοις. Ὁρᾷς ὡς οὐχὶ τὰ εἰς αὐτὸν ἁμαρτήματα ἐκδικεῖ μόνον, ἀλλὰ καὶ τὰ τοῦ πλησίον; κατ' ἀλλήλων ἐξεπολεμώθησαν, κατ' ἀλλήλων ἔστησαν ἀπὸ τῆς εὐπραγίας. Ὁρᾷς πῶς αὐτοῖς ἀπολογεῖται; Τοὺς εἰδωλολατροῦντας λέγει. Καὶ παῖδες ὡς δίκτυον ἰξευτοῦ. Τοὺς ἐπὶ προφάσει τὰ ἀλλότρια λαμβάνοντας διαβάλλει. Ἐπάγει γοῦν· Ἔστησαν διαφθεῖραι ἄνδρα, καὶ συνελάμβανον· ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου. Τουτέστιν, οὕτω μετὰ πονηρίας τὰ ἀλλότρια ἐλάμβανον· ἐπάγει γοῦν· Κρίσιν οὐκ ἔκριναν. Κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἔκριναν τὴν ὡραίαν καὶ τρυφεράν. Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ. Μάλιστα μὲν γὰρ πολλαχοῦ τὸ δίκαιον διώκειν δεῖ· ὅταν δὲ ἔχῃ τι καὶ ἐπαγωγὸν, ὁ ἀδικούμενος πρὸς ἔλεον, τὴν ὀρφανείαν, τὴν χηρείαν λέγω, τίς οὕτως ὠμὸς καὶ ἠλίθιος, ὡς μὴ ἂν βραβεῦσαι τῷ τοιούτῳ τὸ δίκαιον; ὅταν γὰρ ὃν ἐλεεῖν ἐχρῆν, τοῦτον μήτε τῶν δικαίων συγχωροίη μετέχειν, ποῦ ταῦτα ἀνεκτά; Ἔκστασις καὶ φρικτὰ ἐγενήθη. Ὅρα διὰ πάντων τὴν ἁμαρτίαν χωροῦσαν, οἱ μὲν εἰργάσαντο τὰ πονηρὰ, οἱ δὲ ἐπῄνεσαν τὰ γεγενημένα. Διὸ καὶ ὁ Παῦλος, οὐχὶ τοὺς τολμῶντας, οὐδὲ τοὺς ἐργαζομένους μόνον τὰ πονηρὰ, ἀλλὰ καὶ τοὺς εὐδοκοῦντας αὐτοῖς κολάζει. Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως. Ὅρα διὰ πάντων κεχυμένην τὴν κακίαν. Καὶ τί ποιῆσαι ἔδει τοὺς ἀρχομένους; οὐχὶ τοῖς ἄρχουσιν ἀκολουθῆσαι; οὐχὶ τοῖς διδασκάλοις πεισθῆναι; οὐδαμῶς, ἀλλ' ἐναντιωθῆναι. Νῦν δὲ οὐδὲ κατ' ἀνάγκην αὐτοῖς ταῦτα γέγονεν, ἀλλ' ἠγάπησαν οὕτως, οὐχὶ παρελογίσθησαν. Οὐχὶ τοὺς ἄρχοντας φοβούμενοι τούτοις ἐπείθοντο. Ἀλλὰ καὶ αὐτοὶ ταῦτα ἐφίλουν. Καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα; Ὅταν καιρὸς μετανοίας μηκέτι γένηται, ὅταν διόρθωσις πᾶσα ἀνῃρημένη ᾖ, ὅταν ἡ πρὸς τὰ βελτίω μεταβολὴ πᾶσα ἠφανισμένη.