Ancient Greek · ~60 min
ΚΕΦΑΛ. ϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ϛʹ.1
Not analysed yet
Σημήνατε σάλπιγγι, ὅτι κακὰ ἐκκέκυφεν. Ὅρα πῶς αὐτοῖς δίδωσι προθεσμίαν μετανοίας, τὸ, διέκυψέ ποθεν, ἐκ μέρους φαίνεται μόνον, καὶ οὔτε πάρεστιν, ὡς εἰς ἀπόγνωσιν ἐμβαλεῖν· οὔτε μὴν ἄπεστιν [ἄλλ. ἀπέστη], ὡς ῥᾳθυμοτέρους ποιῆσαι. Ἀλλ' ἐν μέσῳ παρουσίας καὶ ἀπουσίας ἕστηκεν. Ἐξέκυψε τοῦ πλήρη φανῆναι τὰ κακά. Κύριοι λοιπὸν ὑμεῖς τοῦ πάντα πάλιν εἰς τὰ ὀπίσω ἀπελθεῖν, ὑμεῖς ἂν ἔχοιτε τὴν ἐξουσίαν. Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου. Διατί; Ὅτι τούτοις πρὸς κακίαν ἐχρήσατο, τῷ κάλλει πρὸς πορνείαν, τῷ ὕψει πρὸς ἀλαζονείαν. Τουτέστιν, ὡραία καὶ τρυφερά. Ὡραίαν δὲ λέγει διὰ τὸν νόμον, καὶ τὴν ἱερατείαν, καὶ τὰ λοιπά. Τρυφερὰν δὲ, διὰ τὸ κρείττονα τῶν πολεμίων ἀεὶ δείκνυσθαι τῇ τοῦ Θεοῦ συμμαχίᾳ. Εἰς αὐτὴν ἥξουσι ποιμένες. Τοῦτο ἐρημίας μέν ἐστι σύμβολον· ἐξέβη δὲ καὶ ἐπὶ τῶν ἀποστόλων. Κύκλῳ, τὰς Ἐκκλησίας εἰκότως ἄν τις εἴποι, καθάπερ σκηναὶ πανταχοῦ τῆς οἰκουμένης εἰ πεπηγυῖαι μάνδραι προβάτων. Παρατάξασθε ἐπ' αὐτὴν εἰς πόλεμον· ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας. Ὅρα πόσα ὁ Θεὸς κατασκευάζει, ὥστε αὐτοῖς ἐνθεῖναι τὸν φόβον, ὅπουγε καὶ ῥήματα ἀναπλάττει παρὰ τῶν πολεμίων ὥσπερ παρόντων, καὶ παρακελευομένων ἀλλήλοις. Καίτοιγε ἐν μεσημβρίᾳ οὐκ ἂν γένοιτο πόλεμος, ἀλλὰ τοῦτο δηλοῖ, ὅτι οὐ λάθρα, οὐδὲ λανθανόντως, ἀλλὰ μετὰ παῤῥησίας ἐπιθήσονται, ὃ τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν ἐστιν ἑαυτοῖς. Οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα. Τοῖς γὰρ πολιορκουμένοις μάλιστα μὲν πᾶς καιρὸς φοβερὸς καὶ ὑπόπτης, πολλῷ δὲ πλέον ὁ τῆς νυκτός· ἐν ἡμέρᾳ μὲν γὰρ καὶ στῆναι, καὶ βουλεύσασθαι, καὶ περιελθεῖν, καὶ ἰδεῖν τὰ γιγνόμενα· νυκτὸς δὲ ἐπελθούσης διπλοῦς ὁ πόλεμος γίγνεται. Δέον τοὐναντίον λέγειν, Οὐαὶ ἡμῖν, ὅτι παρωξύναμεν τὸν Θεόν· τὸν καιρὸν τῆς τιμωρίας θρηνοῦσιν. Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτί. Τοῦ Χρυσοστόμου, [ἄλλ. Ὀλυμπιοδώρου.] Νύκτα καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν πολεμίων καιρόν. Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας. Θαῤῥούντων ἡ φωνή. Οὐαὶ ἡμῖν, ὅτι βεβλημένη ἡμέρα. Ὡς γὰρ διὰ πάσης τῆς ἡμέρας αἱρούμενοι ὑπὸ τῶν πολεμίων, καὶ τῆς νυκτὸς καταλαβούσης οὐκέτι φεύγειν δυνάμενοι ταῦτά φασιν. Ἀνάστητε, καὶ ἀναβῶμεν ἐν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. Ὥστε τῶν πολεμίων λεγόντων ταῦτά φησιν. Ὅθεν καὶ οἱ ἐνοικοῦντες τὴν παρουσίαν τῆς νυκτὸς πεφόβηνται. Ἐκκόψατε τὰ ξύλα αὐτῆς. Καθάπερ ἐπὶ ὕλης τινὸς, ἔρημον αὐτὴν καταστήσατε, φησί· καθάπερ ἐπὶ δρυμοῦ τινος, πρόῤῥιζον αὐτὴν ἀνέλετε ξύλον, τοὺς ἄνδρας ἀκάρπους ὄντας, σκληροὺς ἅμα, καὶ τὸ σφοδρὸν τῶν πολεμίων δείκνυσιν. Ὢ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ. Τὸ δὲ αἴτιον ὁρᾷς, πόθεν ψευδής; ἐπειδὴ καταδυναστεία ἐν αὐτῇ, καὶ ὅλη ψευδής. Οὐ τὸ μὲν αὐτῆς ὑγιὲς, τὸ δὲ διεφθαρμένον, ὅλη ψευδής. Εἰ θρησκείαν βουληθῇς ἰδεῖν, ἀντὶ τοῦ ὄντως Θεοῦ λίθινα εἴδωλα ἀντικατέστησαν. Εἰ τὰ κατὰ βίον ἐξετάζεσθαι ἅπαντα δέον, καὶ ἐνταῦθα πολὺ τὸ ψεῦδος ὄψει· καὶ πονηρίαι ἐν τοῖς πρὸς ἀλλήλους, ἐν τοῖς πρὸς τὴν ἀλήθειαν· διέφθειρεν [ἴσ. διεφθάρη], ὅλη ψευδής. Οὐκ ἔστιν εἰπεῖν ὅτι τὸν μὲν δεσπότην ἠθέτησαν· ἐν δὲ τοῖς πρὸς ἀλλήλους δίκαιοί τινες ἦσαν, καὶ φιλάνθρωποι, ἀλλ' ὅλη ψευδής. Τουτέστι, Χῶμα κατ' αὐτῆς ποίησον, καὶ τὴν στρατιὰν περίστησον. Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ. Ἐπιτεταμένην λέγει πονηρίαν. Μετὰ πολλῆς τῆς ἀκριβείας τὰ κακὰ κατεῖχον, ὥσπερ ἀγαθόν τι καὶ μέγα· οὕτως ἐφύλαττον, καθάπερ φοβούμενοι, μήποτε καὶ ἀπόλωνται, ἂν αὐτοὺς ἐπιλίπῃ τὸ τῆς κακίας εἶδος. Ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. Ὅρα τὸ ἀναίσχυντον πῶς παρίστησιν. Ἐπὶ πρόσωπόν μου, τὴν παῤῥησίαν, τὴν ἀναίδειαν, καὶ τὸ διὰ παντὸς, οὐ χρόνος, οὐ καιρὸς οὐδείς. Ὅρα πῶς ποιεῖ χαλεπὴν τὴν κατηγορίαν, μόνον οὐκ ἀπολογούμενος ὑπὲρ τῆς τιμωρίας. Ἀντὶ τοῦ, ὡς ὁ λάκκος συνέχει τὸ ὕδωρ, οὕτως ἡ πόλις τὴν κακίαν, καὶ οὐδεμίαν δέχεται μεταβολήν. Πόνῳ καὶ μάστιγι παιδευθήσῃ. Ἀνίατον τὸ τραῦμα, λύσιν οὐκ ἔχον, οὐδὲ μεταβολὴν, οἵαν [ἄλλ. οἷα] τὰ πάθη τῶν Σοδόμων, οἵαν τὰ κατὰ Γομόῤῥων. Ἄρα οὐχ ὑπὲρ τῶν παρελθόντων, ἀλλ' ὑπὲρ τῶν μελλόντων ἡ κόλασις, καὶ δοκεῖ μὲν ὑπὲρ τῶν παρελθόντων ἡ κόλασις [ἄλλ. κολάζειν]. Δοκεῖ δὲ ἵνα μὴ τοῖς αὐτοῖς ἐπιμείνωσιν. Καλαμᾶσθε, καλαμᾶσθε. Πάλιν ἐπιτείνει τὴν τιμωρίαν, πάλιν τὸν φόβον. Οὐδὲ τῶν λειψάνων φείδομαι, φησί· Καὶ μὴν ἔλεγεν ἀνωτέρω· Ὑπολείπεσθε τὰ στηρίγματα [ἄλλ. ὑποστηρίγματα.] τοῦ Ἰσραὴλ, ὅτι τοῦ Κυρίου εἰσί. Καὶ πάλιν ἐνταῦθα· Καλαμᾶσθε, καλαμᾶσθε. Ἐναντιολογεῖ πολλάκις, πρὸς τὸ συμφέρον ἐκείνης, τήν τε ῥᾳθυμίαν αὐτῶν διεγείρων, καὶ τὴν ἀπόγνωσιν ἐκκόπτων. Ἐπιστρέψατε ὡς ὁ τρυγὼν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. Τουτέστιν, Ἀπόθεσθε οἴκοι τὰ λείψανα. Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι; Ἀπορεῖ ὁ προφήτης τίνι λαλήσει. Οἱ μὲν γὰρ πτωχοὶ, οἱ δὲ συνέτριψαν ζυγόν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν. Τουτέστιν, Ἐπειδὴ μὴ ταχέως ἐπάγω τὰ κακὰ, ὡς ψευδόμενον διαβάλλουσιν. Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν. Καὶ ποία γένοιτο ὤτων περιτομή; ἡμεῖς μὲν ἀκροβυστίαν ἴσμεν. Παραγενέσθω νῦν ἐνταῦθα Ἰουδαῖος εἰς μέσον, ὁ μηδὲν πλέον βουλόμενος ἀκούειν τοῦ ῥητοῦ, ὁ μέχρι τῆς κακίας ἑστὼς, ὁ πρὸς τὴν ἀλήθειαν ἰδεῖν μὴ βουλόμενος. Ἀκουέτω μετὰ τοῦ πρώτου καὶ τοῦτο· Περιτμήθητε τὴν ἀκροβυστίαν ὑμῶν τῆς καρδίας. Ἀκούεις ἐνταῦθα ἐγκαλουμένους αὐτοὺς, ὅτι ἀπερίτμητα τὰ ὦτά φησι. Ὅταν ἀκούῃ [ἄλλ. ἀκούσῃς] ἐγκαλοῦντος τοῦ Στεφάνου. Ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· μάθε, ὅτι προλαβὼν ὁ Ἱερεμίας ταῦτα λέγει. Καὶ μετ' ὀλίγα· Τίς οὖν ἐστιν αὕτη ἡ περιτομή; τὸ προσέχειν τοῖς λεγομένοις. Ἐπειδὴ γὰρ ἡμῶν προΐσταται [ἴσ. ἀνθίσταται] τῇ ἀκοῇ· Περίελε, φησὶ, τὸν ῥύπον, ἀπόκλυσον, καὶ οὐ χρεία ὑφαιρεῖν. Ὁρᾷς ὅπως [ἄλλ. πῶς] χρήσιμος ἡ περιτομή; οὐκ ἐᾷ ἐν τῇ σαρκὶ μένειν· οὕτω καὶ αἱ θυσίαι, οὕτω καὶ ὁ ναὸς, οὕτω καὶ ἑορταὶ, οὕτω καὶ ἡ ἀργία· ταῦτα τύποι ἑτέρων τινῶν, καὶ σύμβολα. Τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν. Δίκην χοίρων καταπατούντων τοὺς μαργαρίτας· βδέλυγμα γὰρ ἁμαρτωλῶν, θεοσέβεια. Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον. Ἵνα μάθωσιν ὅτι οὐδέπω παρὰ τὸ μὴ ἡμαρτηκέναι οὐ τιμωροῦνται, ἀλλὰ παρὰ τὸ τὸν Θεὸν εἶναι μακρόθυμον, ἄκουσον τί φησιν· Ἔπλησα τὸν θυμόν μου, καὶ ἐπέσχον. Ἀνθρωπίνοις χρᾶται ῥήμασιν, ἵνα φοβήσῃ. Ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγήν. Τὸ σφοδρὸν ὅρα πῶς παρίστησιν· λέγει, Ἐκχεῶ, ἵνα μὴ ἐκχέῃ, καὶ ἡλικίας ἅπτεται τῆς πρώτης, τῆς καὶ τὰ θηρία δυναμένης ἐπικάμψαι· Οὐκ ἀλγεῖς ἐκ τῶν οἰκείων κακῶν; λάβε αἴσθησιν ἐκ τῶν ἀλλοτρίων. Ἐπεὶ καὶ ἐν τῇ τοῦ σώματος τομῇ τὴν ἀναισθητότητα [ἄλλ. τὰ ἀναισθητότερα] τῶν μελῶν, πλείονα ἡμῖν παρέχει τὴν αἴσθησιν. Ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται· πρεσβύτερος μετὰ πλήρους. Οὐ πολιὰ, οὐ συζυγία, οὐκ ἄλλο οὐδὲν προστήσεται τῶν τότε. Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους. Ἐπειδὴ ὁρᾷ πλεονάζουσαν πρὸς τὰ ἡμέτερα τὴν διάθεσιν, ὡς καὶ ἀπελθόντες στενάζομεν, ὅταν καὶ οἰκίας καὶ ἀγροὺς ἴδωμεν, καὶ γυναῖκας ἑτέρων γιγνομένας. Ὅτι ἐκτενῶ τὴν χεῖρά μου. Ὁρᾷς ἄνωθεν τὸν πόλεμον ἀρχόμενον; ἐκεῖθεν τὴν μάχην ἀναῤῥιπιζομένην; τὸν οὐρανὸν αὐτοῖς πολεμοῦντα; Ἤκουσας ἀπὸ βοῤῥᾶ, κατεφρόνησας ὡς ἀνθρώπων ὁμοδούλων; Ἄκουσον νῦν, ὅτι ἐκτείνειν μέλλει τὴν χεῖρα. Ὅτι ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου πάντες συνετέλεσαν τὰ ἄνομα. Πολλὴν ἔλεγε τὴν κακίαν· οἱ δὲ πατέρες, κἂν αὐτοὶ ἐν κακίᾳ τυγχάνωσιν, ἀλλ' ὅμως βούλοιντο ἂν τοὺς παῖδας εἶναι ἐναρέτους. Ἐνταῦθα δὲ ἅπαν τοὐναντίον· καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, οὐδὲ πατέρων ἐπεδείξαντο φιλοστοργίαν. Ἔστω· αὐτὸς ἐπιθυμίαν ἔχεις εἰπεῖν [ἴσ. ποιεῖν.] ,καὶ ἡδονὴν, καὶ θυμὸν, καὶ πονηρίαν. Τίνος ἕνεκεν ἅπαξ τὸ παιδίον ἐπὶ τὸν αὐτὸν ὠθεῖς κρημνόν; Καὶ ἰῶντο τὸ σύντριμμα. Πάλιν αὐτοὶ οἱ ἄρχοντες αἴτιοι τῶν κακῶν. Τοῦτον γὰρ τὸν λόγον οὐχ ἡγοῦμαι πρὸς τοὺς ἀρχομένους εἶναι, ἀλλ' ἡμῖν διαφέρειν τοῖς ἄρχουσι. Πρὸς γὰρ τοὺς τοιούτους ἀποτείνεται, πρὸς τοὺς χαριζομένους, καὶ τὰ πρὸς ἡδονὴν ὁμιλοῦντας, καὶ δοκοῦντας ἰατρεύειν τὸ τραῦμα, ἐπέτεινον δὲ τὸ ἕλκος. Καὶ ποῦ ἐστιν εἰρήνη; Οὐκ εἶπεν, Οὐκ ἔστιν εἰρήνη, ἀλλὰ, Ποῦ ἐστιν, Ὅρα τὴν ἐπιείκειαν· Ἐλέγχων οὐδὲ νῦν ἀφαιροῦμαι. Δείξατε ἐπὶ τῶν ἔργων ἅπερ ἐπηγγέλλεσθε. Δέδοικα μὴ καὶ νῦν χώραν ἔχῃ λέγεσθαι· Καὶ ποῦ ἐστιν εἰρήνη; Μὴ γὰρ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τὰ παρὰ τῶν ἀπίστων ἅπαντα κατήργηται, καὶ ἀρχόντων εὐσεβῶν ἐπετύχομεν, καὶ οἴκους εὐκτηρίους ἔχομεν, καὶ [in al. deest. καὶ] ἀπολαύειν εἰρήνης νομίζομεν; Οὐκ ἔστι τοῦτο εἰρήνη πρέπουσα Ἐκκλησίᾳ· ἐπειδὴ καὶ οἱ ἀπόστολοι τούτων οὐδὲν ἔχοντες, τὴν εἰρήνην εἶχον ὄντως, ἣν ἀφῆκεν αὐτοῖς ὁ Θεός. Εἰρήνην, φησὶ, τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Κατῃσχύνθησαν, ὅτι. Πῶς κατῃσχύνθησαν; τουτέστιν οὐ παρεγένοντο [ἄλλ. παρεγένετο] τοῖς λόγοις ἡ διὰ τῶν πραγμάτων μαρτυρία. Ἠλέγχοντο διὰ τῶν ἔργων αὐτῶν. Εἰ γὰρ καὶ ὁ πόλεμος μὴ παρῆν, ἀλλὰ τὰ τοῦ πολέμου προοίμια· καὶ οὐδὲ οὕτως ἐνέδωκάν πως. Ὁρᾷς ὅτι τῶν σημείων οὐ χρεία πρὸς τὴν κακῶς διακειμένην ψυχήν; διὰ τοῦτό φησι, Πεσοῦνται ἐν πτώσει αὐτῶν. Στῆτε ἐπὶ ταῖς ὁδοῖς. Ὅρα τὸ ἐλεύθερον, καὶ ἀκατανάγκαστον· καὶ πῶς οὐχ αὑτοῦ ἕνεκεν, ἀλλ' ἡμῶν, βούλεται δουλεύειν ἡμᾶς αὐτούς. Ἐπιτρέπει τῆς ὁδοῦ τὴν αἵρεσιν. Ἴδετε ποία ἐστὶν ὁδὸς ἀγαθή· πάσας καταμάθετε, φησὶ, μετὰ ἀκριβείας, καὶ τὴν ἐμὴν, καὶ τὴν μὴ ἐμὴν, καὶ μάθετε, καὶ μὴ λάβετε τὴν ἐμὴν, ἀλλὰ τὴν ἀγαθήν. Καὶ πάντως τὴν ἐμὴν εὑρήσετε ταύτην οὖσαν· εἰ μὲν γὰρ τὸ ἐμαυτοῦ ἐσκόπουν, ἔλεγον, ὅτι Πάντως τὴν ἐμήν· νῦν δὲ οὐχ ἁπλῶς τὴν ἐμὴν, ἀλλὰ τὴν ὑμῖν συμφέρουσαν. Καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ. Ὃ λέγει τοῦτό ἐστι· Κρείττους γίνεσθε, καὶ ἐξ αἰῶνος δοκιμάσατε τίς ἐστιν ἀληθῶς Κύριος· ἡ δὲ δοκιμασία γενέσθω ἀπὸ τῶν ἔργων. Τὸ γὰρ, Τρίβους Κυρίου αἰωνίας, τουτέστι, τὰ ἔργα τοῦ Θεοῦ τὰ ἐξ αἰῶνος γενόμενα, νόμον τὸν ἐν τῇ κτίσει τεθέντα. Καὶ τοῦτο δοκιμάσαντες, ἐκτράπητε τῶν εἰδώλων, καὶ δουλεύσατε τῷ Θεῷ· ἀλλ' ὅμως οὐκ ἐδέξαντο τὴν παραίνεσιν. Οὐ λέγω, ὅτι τοσοῦτον χρόνον ἐλάβετε πεῖραν. Ἀλλὰ τί νῦν ἐπιτρέπω τὴν ἐξέτασιν, καὶ τὴν αἵρεσιν μετὰ τοσοῦτον χρόνον; Καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. Δύο τὰ μεγάλα ἀγαθὰ, ὧν ἴσον οὐδὲν ἄν ποτε γένοιτο, ἀνάπαυσις, [ἄλλ. ἀνάπαυσιν] οὐχ ἁπλῶς τοῖς σώμασιν, ἀλλὰ ταῖς ψυχαῖς· ταύτης γὰρ ἀναπαυομένης, οὐδέν ἐστιν ὃ τὸ σῶμα διαλυμαίνεται [ἄλλ. λυμαίνεται], ὥσπερ οὖν θλιβομένης, οὐκ ἔστιν οὐδὲν ὃ τὸ σῶμα ἀναπαῦσαι δύναται. Κατέστησα ἐφ' ὑμᾶς σκοπούς, [τουτέστι προφήτας.] Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπον, Οὐκ ἀκουσόμεθα. Τουτέστι, προέλεγον οἱ προφῆται τὰ δεινὰ, καὶ πείθεσθαι οὐκ ἐβούλοντο. Ἵνα εἴπῃ, Δι' ὅλου ὅτι οὔτε παραίνεσιν ἐκ τῶν συμφορῶν δέχονται, οὔτε ἐκ τῆς ἐφόδου τῶν πολεμίων σωφρονέστεροι γεγόνασιν. Σκοποὺς καὶ σάλπιγγας, τοὺς προφήτας φησί· τί ἢ πότε; ὅτι προορῶσι τὸ μέλλον, ὅτι μεγάλῃ τῇ φωνῇ προλέγουσι τὰ ἐσόμενα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη. Τοῦτο προφητεία τίς ἐστιν· ζώντων αὐτῶν οὐκ ἤκουσαν Ἰουδαῖοι, καὶ ἀποθανόντων ἀκούομεν ἡμεῖς, οὐ τόπῳ διῳκισμένοι μόνον, ἀλλὰ καὶ τῷ πολλῷ χρόνῳ διειργόμενοι. Ἑτέροις ἀπεστάλησαν οἱ προφῆται, καὶ ἑτέρους ἐπεσπάσαντο πρὸς οὓς οὐκ ἀπεστάλησαν. Οὕτως ἦσαν χρήσιμοι, οὕτω συμφέροντες, ὡς τοὺς μηδὲν προσήκοντας ἀκοῦσαι αὐτῶν. Ὑμῖν ἐδόθησαν, ὑμεῖς οὐ παρέβητε, καὶ ἕτεροι ἤκουσαν αὐτῶν. Ἄκουε, γῆ. Ὁρᾷς ὅταν αὐτοὶ μὴ ἀκούσωσι, πῶς πρὸς τὰ στοιχεῖα διαλέγεται; Ἐπειδὴ γὰρ εἶπον, Οὐκ ἀκουσόμεθα, φησίν· Ἄκουε, γῆ. Οὐ πρότερον αὐτοῖς ἐπάγει, ἀλλ' αὐτοὶ τὴν κακίαν ἐφέλκονται. Ἰδοὺ ἐγώ. Ὅτι τῷ λόγῳ μου οὐ προσέσχον. Ὅρα πανταχοῦ, οὐ τὸ μὴ πράττεσθαι τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τὸ μὴ ἀκούεσθαι, τιμωρίαν ἔχει. Ποία γὰρ χρημάτων δαπάνη, ποῖος σωμάτων πόνος πρὸς τὸ ἀκοῦσαι; Ἵνα τί μοι λίβανον ἐκ Σαβὰν φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Βούλεται εἰπεῖν, ὅτι Οὐ δέομαι τῶν προσκομιδῶν, οὐδὲ χρεία πόνων, μόνον δὲ τῆς περὶ τὸ καλὸν διαθέσεως. Σαβὰ δὲ χώρα ἐστὶν Ἰνδῶν. Ἐπειδὴ εἶπεν, ὅτι Τὸν νόμον μου ἀπώσαντο, ἵνα μὴ ἀνθυπενέγκωσι, Καὶ πῶς ἀπωσάμεθα τὸν νόμον καθημέραν θυσιάζοντες, καὶ τὸν λιβανωτὸν θυμιῶντες; πρὸς ταῦτά φησιν· Ἀλλ' ἐρεῖς ἴσως, ὅτι λίβανον φέρεις· οὐχὶ δῶρα ζητῶ, ἀλλὰ ψυχῆς εὐωδίαν· ἐκεῖνό μοι τὸ ἄρωμα ἡδύ. Οὐ γὰρ σωμάτων ὁ Θεὸς ὀσφραίνεται, οὐδὲ τῆς αἰσθητῆς εὐωδίας, ἀλλὰ τῆς νοερᾶς τῆς κατὰ ψυχὴν, τῆς παντὸς θυμιάματος εὐωδεστέρας, ἥτις ἐστὶν ἡ τοῦ προσφέροντος ψυχή. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν. Μὴ τῆς φυσικῆς ἀκολουθίας τὰ ἀῤῥωστήματα παρ' αὐτοῖς εἶναι δόξῃ, τὸ παράδοξον δείκνυσι θεήλατον οὖσαν τὴν νόσον, ὅπερ ἐστὶ λοιμικῆς καταστάσεως· καὶ τῆς ἄνωθεν ἀπειλῆς ἐφόβησε ῥήμασιν. Οὐκ εἶξαν. Ἀπέστειλε τὸν προφήτην ἀλγοῦντα, καὶ οὐκ ᾔσθοντο· φοβεῖ λοιπὸν ἑτέρως, καὶ ἐπάγει νόσον, ἵνα τὸ μεῖζον ἀνέλῃ κακὸν, τὸν πόλεμον. Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ. Εἶτα καὶ τὸν ἀπὸ βοῤῥᾶ [ἴσ. περὶ τῶν ἀπὸ βοῤῥᾶ] διαλέγεται, ὅτι οὐκ ἐλεεῖ [ἴσ. ἐλεήσουσιν], οὐδὲ ἄλλῳ τινὶ εἴξουσιν. Ὅταν γὰρ ὁ Θεὸς πολεμῇ, οὐδὲ τὰ ἀνθρώπινα πάθη ἴσασιν οἱ ἄνθρωποι. Ὥσπερ γὰρ τὰ θηρία ἀδύνατον ἡμερῶσαι, φησὶν, οὕτω καὶ τοὺς δυναμένους οἴκοθεν ἐπικαμφθῆναι, ἐκπολεμοῖ. Ἀλλ' ἴσως εἴποι τις ἂν, Καὶ τί δήποτε οὐχὶ αὐτὸς αὐτοὺς ἀνεῖλεν, ἀλλ' ἑτέρους ἐπανήγαγεν; Ὅτι καὶ ἡμεῖς τοῦτο ποιοῦμεν ἐφ' ὧν βουλόμεθα πλήττειν, ἵν' ἔχωσιν ὄνειδος ἐπὶ τῶν δεινῶν· οὐχ ἧττον [ἴσ. οὐ γὰρ ἴσον] λυπεῖ, τὸ παρ' ἑτέρων ταῦτα παθεῖν, ὥσπερ ὅταν οἰκέτην ἐπαφίωμεν ἐλευθέρῳ παιδί. Ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει. Ὁρᾷς πῶς δείκνυσιν ὡπλισμένους, ἀνηλεεῖς; Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν. Ταῦτα ὡς παρὰ τοῦ προφήτου, καὶ τῶν κατ' αὐτῶν· καὶ γὰρ καὶ φωνὰς ἐποίει φέρεσθαι προφητικῶς. Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν. Τὴν πολιορκίαν ἐνταῦθά φησιν. Ὅρα πῶς κατὰ μικρὸν ἐπάγει τὰ δεινὰ, καὶ ἠρέμα. Θύγατερ λαοῦ μου, περίζωσαι σάκκον. Τίνος ἕνεκεν; διὰ τὰ ἐπερχόμενα κακά. Εἶτα καὶ τὰς αἰτίας ἐπάγει πάλιν τῆς πονηρίας· ὅπερ ἀεὶ ποιεῖ, ἅμα μὲν ἀπολογούμενος, ἅμα δὲ ἀξιόπιστον ποιῶν τὸν λόγον. Δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις. Τὴν ὑπερβολὴν λέγει τῆς πονηρίας, ὅτι μηδὲ ἡ πολιορκία ἐποίει βελτίους αὐτούς. Ἰδοὺ, φησὶν, ἐπιτρέπω σοι δοκιμάσαι αὐτοὺς ἐν καιρῷ, ἐν ᾧ καὶ εἰ σφόδρα ἦσαν ἀναίσθητοι, σφόδρα ἂν ἐγένοντο βελτίους. Οὐδεὶς γὰρ, οὐδείς ἐστιν, ὅστις ὑπὸ τοῦ φόβου, κἂν σφόδρα ᾖ τραχὺς, οὐ μαλάσσεται. Τῷ προφήτῃ λέγει ὁ Θεὸς ἐλέγχων αὐτῶν τὴν κακίαν, ὡς ἂν μὴ δοκοίη ἀδίκως αὐτῶν καταποφαίνεσθαι. Πάντες ἀνήκοοι πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος. Χαλκῷ καὶ σιδήρῳ τούτους ἀπείκασε, τὸ ἰσχυρὸν αὐτῶν, καὶ ἐπίμονον πρὸς ἁμαρτίαν δηλῶν· σκολιαὶ δὲ αὐτῶν αἱ πορεῖαι, τὸν τῆς εὐθύτητος ἀπολείπουσαι κανόνα. Εὐθὺς γὰρ ὁ Κύριος, καὶ εὐθεῖαι αἱ ὁδοὶ αὐτοῦ. Τί ἐστιν, ὡς χαλκὸς καὶ σίδηρος; τὸ στάσιμον αὐτῶν δηλοῖ, τὸ ἀμετάβλητον τῆς κακίας· καὶ γὰρ καὶ ἀλλαχοῦ ὥσπερ ὅταν λέγῃ· Τὸ μέτωπόν σου χαλκοῦν· μὴ τὴν [ἴσ. τὴν] ἐν τῇ ῥύσει τοῦ χαλκοῦ πονηρίαν, ὅτι διεστραμμένας ἔχει τὰς ὁδοὺς, τηκόμενος καθάπερ ἐκεῖνος, καὶ ἐν πυρὶ καὶ χωνευτηρίῳ σκολιῶς βαδίζει. Οὕτω καὶ οὗτοι ἐν ταῖς τιμωρίαις, οὐκ ἐπιλανθάνονται τῆς οἰκείας διατροπῆς. Ὡς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν. Ὡς γὰρ ἐκεῖνα, φησὶ, τῷ χρόνῳ ὑπὸ τοῦ ἰοῦ ἀναλίσκεται, οὕτως οὗτοι παντελῶς τὴν γνώμην τῆς εὐσεβείας διεφθάρησαν τῷ χρόνῳ. Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός. Ἐξέλιπεν ὁ μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ὁ Ἑβραῖος, καθαίρει, ἔχει, ἀντὶ τοῦ, ἀργυροκοπεῖ. Παραδείγματι δὲ τὴν πονηρίαν αὐτῶν ἐσήμανε. Φησὶ γὰρ τὸν μόλιβδον καθαρτικὸν εἶναι τοῦ ἀργύρου, καὶ ἐπιβαλλόμενον αὐτὸν τὸν στερὸν παρασκιάζειν [ἴσ. εἰς τὸν ἄργυρον παρασκευάζειν]· τὸ μεμιγμένον τῆς ἀλλοτρίας ὕλης ἀποπέμπεσθαι τοῦτο τοίνυν· ὅτι πᾶσα ἐπίνοια κατ' αὐτῶν ἀνηλώθη, καὶ οὔτε προφητῶν ἤκουσαν, οὔτε ὑπὸ πληγῶν ἐσωφρονίσθησαν, οὔτε ὑπὸ ἄλλου τινὸς ἀμείνους γεγόνασιν. Πονηρίας αὐτῶν οὐκ ἐτάκησαν. Ἐπέμεινε τῇ μεταφορᾷ. Ὡς γὰρ ὁ ἄργυρος, φησὶ, πολὺν ἔχων χαλκὸν, κἂν μυριάκις σχοίη ἐπιμεμιγμένον τὸν μόλιβδον, μένει ἀκάθαρτος οὐκ ἀμιγὴς ὢν χαλκοῦ, οὕτω καὶ οὗτοι τῆς πονηρίας οὐκ ἐξέστησαν. Ἀργύριον ἀποδεδοκιμασμένον. Τουτέστι μὴ δεχόμενον διόρθωσιν. Παράσημον οὐ νομίμως χαραγὲν, οὐκ ἐν τοῖς ταμείοις τοῖς βασιλικοῖς εἰσηνέχθη· καὶ διὰ τοῦτο πρὸς οὐδὲν χρήσιμον, καίτοι καὶ τύπον ἔχον βασιλικὸν, καὶ γράμματα, τῆς ὕλης αὐτῷ διεφθαρμένης. Οὕτω καὶ οὗτοι μόρφωσιν ἔχουσιν εὐσεβείας, τὴν δὲ ἀλήθειαν ἤρνηνται.