Ancient Greek · ~20 min
ΚΕΦΑΛ. Ιϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Ιϛʹ.1
Not analysed yet
Καὶ σὺ μὴ λάβῃς. Ἄξιον ὄντως θαυμάσαι, τίνος ἕνεκεν μὴ λαβεῖν κελεύει; Ὥστε μὴ ἐπὶ συμφορᾷ τεκεῖν. Ὅρα πῶς ἔτι νέος ἦν ὁ προφήτης, καὶ τοῦτο δὲ ὥστε πιστώσασθαι ἐκείνους περὶ τῶν μελλόντων δεινῶν. Οὐδεὶς γὰρ ἦν, ὃς ὁρῶν τὸν προφήτην μὴ γαμοῦντα, καὶ τὴν αἰτίαν μανθάνων, οὐκ ἂν ἐπίστευσεν. Ἐν γὰρ ταῖς ἐπιούσαις θλίψεσι, φησὶ, τοῦ λαοῦ εὔζωνον δεῖ εἶναι, καὶ μὴ κατατρύχεσθαι εἰς γυναῖκα, καὶ τέκνα. Ὅτι τάδε λέγει Κύριος. Οὐ γὰρ δὴ περὶ υἱῶν καὶ θυγατέρων, ἀλλὰ περὶ πατέρων καὶ μητέρων, καὶ τῶν γεννησαμένων εἴρηται. Διὸ καὶ μὴ γαμῆσαι παραινεῖ. Ἐν θανάτῳ. Πολλάκις τὰ αὐτὰ λέγει· καὶ οὐδὲ ἅπαξ ἀκούεται, οὐδὲ καθικνεῖται αὐτῶν καὶ τὸ ἄταφον, ὃ μάλιστα αὐτοὺς ἐλύπει, λιμὸς, θάνατος νοσερὸς, σφαγὴ, τὸ μὴ ταφῆναι, τὸ μετὰ αἰσχύνης ἀφειδοῦς, μηδὲ ἐλεουμένους· καὶ πρὸς τούτοις θηρίων γενέσθαι βορά· τίνα ταῦτα οὐκ ἂν ἔκαμψαν; Τάδε λέγει Κύριος· Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὰ ἑξῆς. Ἐντομίδας ἐποίουν τὸ παλαιόν· ἐξ ἀρχῆς γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς ἐσχάτην ἀμορφίαν καταστῆσαι τὸ ἔργον τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τὴν διάνοιαν ἐπῆρε, καὶ αὐτοῦ τοῦ σώματος τὸ κάλλος [videiur aliquid deesse: καταῤῥυπαίνει seu μολύνει, aut simile], ὁρᾷς πόσας ἐπινοεῖ μεθοδείας. Πρῶτον τῆς ἀσελγείας, φυκώματα καὶ ἐπιτρίμματα, καὶ ὅσα τοιαῦτά ἐστιν. Ἔπειτα τοῦ πένθους, ὥστε κατατέμνειν ἑαυτούς· ἑκάτερον δὲ πάθος ἔχει συμπαθητικὸν, ἐκεῖ μὲν οὖν πορνείαν, ἐνταῦθα δὲ ἀθυμίαν, τρίτον τῆς ἑορτῆς Ῥέας, ἔνθα καὶ μαλακοὺς, καὶ ἀποτόμους ἐργάζεται· οὐκέτι λοιπὸν εἰς ἀμορφίαν αὐτὸ καταστῆσαι σπεύδων, ἀλλὰ καὶ αὐτῆς τῆς διαδοχῆς τὴν ὑπόθεσιν ἀνελεῖν. Οὐδὲν γὰρ οὕτως ἐσπούδασεν, ὡς τὸ γένος ἀφανίσαι τὸ ἡμέτερον, καὶ τοῦ Θεοῦ κατηγορεῖν ὡς περιττά τινα πεποιηκότος· εἶτα μοιχείας, ἵνα ἀποπνίγωνται τὰ παιδία. *Τουτέστι, Μὴ εἰς συνέδριον αὐτῶν ἔλθῃς. Θίασον γὰρ καλεῖ τὴν καταφιλικὴν εὔοδον, ἢν ποιοῦνται, καὶ ἐν συμποσίοις, καὶ ἐπὶ πένθει, πρὸς παράκλησιν τοῦ πενθοῦντος. Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν. Δέον ὑμᾶς φοβηθέντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὑμεῖς τοὐναντίον ἐποιήσατε· ἐπονηρεύσασθε γὰρ ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ πῶς οὐκ ἄλογον, ἐκείνους μὲν ἁμαρτάνοντας μηδὲν παθεῖν, ἡμᾶς δὲ τιμωρηθῆναι; Οὐδαμῶς. Δώσουσι μὲν γὰρ κἀκεῖνοι δίκην, ἀλλ' οὐ νῦν, ὑμεῖς δὲ καὶ νῦν· ὑμεῖς γὰρ κἀκείνων χείρους, τὴν μακροθυμίαν εἰς οὐδὲν χρησάμενοι δέον. Ὥσπερ γὰρ ἐπὶ ἑνὸς ἀνθρώπου, ὅταν τις ἁμάρτῃ, εἶτα μὴ τιμωρήσηται ὁ Θεὸς, οὐ διὰ τοῦτο ῥᾳθυμότερον αὐτὸν εἶναι χρὴ, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων. Ἥμαρτεν ἐκεῖνος, οὐκ ἐκολάσθη· μὴ ῥᾳθυμήσῃς σὺ ὡς οὐ δώσων δίκην· εἰ γὰρ μὴ ἤμελλεν ἐπὶ πάντων τὸ αὐτὸ ποιεῖν ὁ Θεὸς, θᾶττον ἂν ἅπαντες ἀπολώλαμεν· ἐμακροθύμησεν ἐπ' ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν. Καὶ ἀποῤῥίψω ὑμᾶς. Περὶ τῆς ἀπήνης [forte ἀπηνείας] λέγει τῶν ἀλλοτρίων θεῶν. Ἐκεῖνοι καὶ δουλεύοντας οὐ μὴ ἐλεήσωσιν· ἐμὲ ὑβρίζετε, καὶ ἠλέουν, ἵνα μάθητε ἀπὸ τῆς συγκρίσεως, τίς ἐγὼ, τίνες ἐκεῖνοι. Εἰ γάρ τις ἐξετάζει τὰς τιμωρίας, οὐχ ἧττον ἡ μακροθυμία ὠφελεῖ τοὺς φρονίμους. Ζῇ Κύριος. Τίνος ἕνεκεν τὰ χρηστὰ προτίθησι; οὐχ ἵνα αὐτοὺς ἐκλύσῃ, ἀλλ' ἵνα καὶ περὶ τῶν σκυθρωποτέρων πιστεύσωσι. Μᾶλλον δὲ μετὰ τὸ κατελθεῖν, ἵνα σχῶσί τινα καὶ τοῦ ἀνελθεῖν πίστιν. Ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε. Τίνος ἕνεκεν τοῦτο πρόσκειται; ἀξιοπιστίας ἕνεκεν. Εἰ γὰρ ἐκείνων τετρακόσια ἔτη πεποιηκότων ἠδυνήθη δοῦναι, πολλῷ μᾶλλον ὑμῖν· ἱκανὸν γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν ἐμβαλεῖν. *Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς, καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτούς. Λέγει μὲν περὶ Βαβυλωνίων, τουτέστι, Ναβουχοδονόσορ, καὶ τῶν αὐτοῦ στρατηγῶν. Ἁλιεῦσι δὲ καὶ θηρευταῖς παρέβαλεν, ἵνα εἴπῃ, Καὶ τοὺς κρυπτομένους ἀνιχνεύσας εἰς τιμωρίαν ἄξει. Λέγει γοῦν· Καὶ θηρεύσω αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Ὁ γὰρ τὰ κρυφῆ γινομένα εἰδὼς, καὶ τοὺς λανθάνοντας παραδοῦναι δυνάμενος· καὶ μάλιστα ὅταν πολλοὶ ὦσιν οἱ θηρεύοντες. Τινὲς καὶ εἰς τοὺς ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω· τέως δὲ ἱστορίας ἐχώμεθα· ὅταν γὰρ ὁ Θεὸς παραδῷ, οὐδεὶς οὐκέτι προστήσεται. Καὶ ἀνταποδώσω. Τάχα πολλοὺς θορυβεῖ τὸ λεχθέν· εἴγε ἡμεῖς μὲν οὐ προσδοκῶμεν, οὐδὲ ἁπλῶς ἀπολήψεσθαι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ θαῤῥοῦντες. Οὗτος δέ φησι, διπλᾶς. Καὶ ὁ Ἡσαΐας δὲ, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἵνα γὰρ νομίσῃς ὅτι ἀπειλῆς τὸ λεχθὲν, ἐκεῖνος μαρτυρεῖ, ὅτι ἐγένετο. Τί οὖν; Ἄνθρωποι μὲν πρὸς τὴν ἀξίαν κολάζουσι τῶν ἁμαρτημάτων, ὁ δὲ Θεὸς καὶ ὑπὲρ τὴν ἀξίαν; Οὐκ ἔστιν· ἀλλὰ τί ἐστι; Διπλᾶ ἥμαρτον, διπλᾶ καὶ ἀπολήψονται. Ἢ διπλᾶ λέγει, τῷ μὴ τῶν ἀγαθῶν ὑστερεῖσθαι μόνον, ἀλλὰ καὶ μυρία ὑποστῆναι δεινά. Ἐπεὶ καὶ ἡμῖν ἡ κόλασις γίνεται διπλῆ, τῆς βασιλείας ἡ ἔκπτωσις, καὶ τῆς γεέννης ἡ πεῖρα· τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ μέγα καὶ ἀφόρητον δεινόν. Πρὸς σὲ ἔθνη. Οἱ μὲν Ἰουδαῖοι, εὐσεβεῖς πατέρας ἔχοντες, εἰς ἀσέβειαν ἔκλιναν, οὗτοι δὲ τοὐναντίον. Τοῦτό φησιν ὁ προφήτης, κατηγορῶν τούτων, καὶ δεικνὺς ὅσον ἔσται κέρδος ἐκ τῆς τιμωρίας αὐτῶν ἑτέροις, ἅμα καὶ κνίζων τοὺς Ἰουδαίους· Οἱ πλησίον ἀτιμάζουσί σε, οἱ δὲ μακρὰν ἥξουσι πρὸς σέ. Εἰ ποιήσει. Πῶς γὰρ τὸ ποιηθὲν Θεός;