Ancient Greek · ~21 min
ΚΕΦΑΛ. ΙΖʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΙΖʹ.1
Not analysed yet
Ἐπικατάρατος. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν Γραφῇ, ἐν σιδήρῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Ἵνα εἴπῃ, Ἀνεξάλειπτον ἔχουσι τὴν ἀσέβειαν, ὥσπερ ἐν ἀδάμαντι καὶ ἐν σιδήρῳ ἐγκεκολαμμένην ἐπὶ τῆς ἑαυτῶν καρδίας. Τὸ δὲ, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν, τὴν περὶ τὰ εἴδωλα σπουδὴν ἵνα δείξῃ. Τοῦτο ἡ εἰς ἀνθρώπους ἐλπὶς ποιεῖ· ἀπάγει τοῦ Θεοῦ. Ἢ οὐ τοῦτό φησιν, ἀλλ' οὕτως ἐλπίζων εἰς ἄνθρωπον, ὡς ἀποστῆναι τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς βούλεται, ὡς ἀεὶ ἡμᾶς ἐκκρέμασθαι αὐτοῦ. Καὶ διὰ τοῦτο πάντα ποιεῖ, οὐχ ἵνα τι καρπώσηται παρ' ἡμῶν, ἀλλ' ἵνα εὐεργετήσῃ ἡμᾶς· διὰ τοῦτο καὶ οὕτως ἡμᾶς ἐνδεεῖς ἐν ἅπασιν ἐποίησεν. Εἰπὲ, τί τὸ τέλος; Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἐν τῇ ἐρήμῳ. Αἰνίττεται δὲ ἐνταῦθα τὸν Σεδὲκ, προσφυγόντα τῷ Φαραὼ κατὰ τοῦ Βαβυλωνίου. Ἄκαρπον τοῦτο τὸ δένδρον, καὶ ἐν ἐρήμοις ἀεὶ διαιτώμενον, οὐκ ἀγόμενον εἰς ἐργασίαν τινὰ, οὐδὲ κομῶν τοῖς καρποῖς. —*Ἀσθενὲς τὸ ξύλον τοῦτο. *Καὶ κατασκηνώσει ἐν ἁλίμοις, ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. Τουτέστιν, οὐδενὸς ἀπολαύσει ἀγαθοῦ· ἀλλ' ἄγονος ἔσται, καὶ ἡ γῆ ἁλμυρὰ, ἥτις οὐ κατοικεῖται πρὸς καρπογονίαν. Καὶ εὐλογημένος. Οὕτω καὶ ὁ Δαβίδ φησιν· Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐ φοβηθήσεται, πάσης ἀνωμαλίας ἐκτός ἐστι. Τοῦτο ὁ Χριστὸς διὰ τῆς προφητείας ἐμφανῶς [forte ἐμφανὲς] πεποίηκε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Εἰ δὲ ἐλπὶς τοσοῦτον ἰσχύει, καὶ ταῦτα μὴ ἔχουσα κάματον, τίνος ἕνεκεν οὐκ ἀεὶ πρὸς αὐτὸν τὴν σωτηρίαν ἐπιῤῥίπτομεν, οὖ τῇ ἐλπίδι ἐσώθημεν. *Βαθεῖαν καρδίαν παρὰ πάντων, καὶ ἄνθρωπος, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ὁ Θεός. Πρὸς τοὺς λεληθότως ἀσεβοῦντας, καὶ λανθάνειν οἰομένους ὁ λόγος. Περὶ τῶν βουλευμάτων αὐτῶν λέγει, ὅτι καὶ λανθάνοντας οἶδεν ὁ Θεός. Οὐδὲν οὕτως ἄδηλον, ὡς ἀνθρώπου καρδία. Διὰ τοῦτο ἕτερός φησι· Καρδία βαθεῖα κεκρυμμένη ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἴσως νομίζετε λανθάνειν, φησίν. Οὐκ ἔστι τοῦτο· οἶδα τὰ καθ' ὑμᾶς ἅπαντα. *Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. Πρὸς τοὺς πλεονεκτοῦντας ὁ λόγος. Τινὲς δὲ οὕτως ἡρμήνευσαν· Ἔθος, φησὶ, τοὺς πέρδικας μετὰ τὸ ἀποτεχθῆναι τῶν ὠῶν, τοὺς νεοττοὺς τῇ φωνῇ προσκαλεῖσθαι, καὶ γυμνοῦν τὴν τεκοῦσαν. Οὕτω, φησὶ, καὶ οὗτοι τὸν ἀλλότριον πόνον συνάγουσι, περὶ οὗ οὐκ ἐπόνησαν. *Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τουτέστιν, οὐκ ἀπολαύσει ἀλλοτρίων. *Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Τουτέστιν, εἴσεται τὸ μάταιον τῆς σπουδῆς τελευτῶν, καὶ ἀλλοτρίοις τὸν πλοῦτον καταλιμπάνων. Τινὲς δὲ αὐτὸ οὕτως ἡρμήνευσαν ἐκ τοῦ Ἑβραϊκοῦ· Πέρδιξ θάλπει, καὶ οὐ γεννᾷ· ὡς ἂν εἰωθότος ὑποκλέπτειν τῆς θηλείας τὰ ὠὰ, εἶτα θερμάνας καὶ ἀποτεκὼν, ἀγαγὼν ἐφ' ὕδωρ, καὶ ποτίσας ἀναιρεῖ. Ἵνα τοίνυν εἴπῃ, ὅτι οὕτως εἰς μάτην ὁ πλεονέκτης τὸν πλοῦτον συνάγει. Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τὸ Ἑβραϊκὸν, φησὶν, οὕτως ἔχει· Ἐν ἡμίσει ἡμερῶν τούτων καταλείψει αὐτὸν, τουτέστι, τὸν πλοῦτον. *Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Ὁ Ἑβραῖός φησι· Καὶ τὸ τέλος αὐτοῦ ἔσται πένθιμον. Ἀμείνονα δὲ νομίζω καὶ σαφεστέραν τὴν προτέραν ἔννοιαν. Περὶ τοῦ Αἰγυπτίου φησὶν, ἅμα καὶ τὸ ἀσυνείδητον αὐτοῦ λέγων· καὶ τὸ, ἐγκαταλείψουσι, τοῦτ' ἔστιν, Αἰχμάλωτοι ἀπαχθήσονται. Ὤδινεν αὐτοὺς ὁ Θεός· ἐκεῖνος καλέσας ἠκούσθη μόνον· Ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ ἔσται ἄφρων. Τοῦτ' ἔστιν ἐλεγχθήσεται οὐχὶ τὰ οἰκεῖα συλλέγων, ἀλλὰ τὰ ἀλλότρια. Τί γὰρ ἂν γένοιτο ἀνοητότερον τοῦ μέγα φρονοῦντος ἐπὶ τοῖς οὐχ ἑαυτοῦ; Θρόνος δόξης. Περὶ τῆς τοῦ Θεοῦ λέγει βασιλείας, ὅτι ἀνάλωτός ἐστι καὶ ἀχείρωτος, καὶ μένει ἐφ' ἑαυτῆς, κἂν μηδεὶς ᾖ. Ἁγίασμα. Οὐχὶ ναὸς, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλὰ Θεὸς μόνος. Καταισχυνθήτωσαν. Οὐ γὰρ ἔχουσιν ἀσφάλειαν. Ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς. Συνεχῶς τοῦτο αὐτὸ καλεῖ τὸν Θεὸν ὁ προφήτης οὗτος. Τίνος ἕνεκεν; Ὅτι πάντα παρ' αὐτοῦ τὰ ζωὴν ποιοῦντα, ἣν καὶ οὐθὲν [fort. ᾧ καὶ οὐδὲν] ἐνέλιπεν. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Τοῦτο ἐπ' ἀνθρώπου εἰπεῖν οὐκ ἔνι· πολλάκις θεραπεύει, ἀλλ' οὐκ ἰᾶται ὁ κάμνων. Οὐκ ἔστι διαπεσεῖν τὴν ἐλπίδα τὴν εἰς σέ. Καὶ τί ἔκαμνες, φησὶν, ὦ οὗτος; ἴασαι ψυχὴν ἀῤῥωστοῦσαν· εἰκὸς γὰρ ἀπὸ τῶν ὀνειδισμῶν θορυβεῖσθαι αὐτόν. Σῶσόν με καὶ σωθήσομαι. Θεῷ μόνῳ τοῦτο ἔστιν εἰπεῖν. Ὠριγένους [in al. Τοῦ Χρυσοστόμου]. Τί δήποτε τοῦτ' ἔστιν; Ἐπειδὴ συνεχῶς ἀπειλεῖ τὰ δεινὰ, αὐτοὶ δὲ διηπίστουν τοῖς λεγομένοις σκώπτοντες εἰς αὐτὸν ἀεὶ ἔλεγον· Ἐλθέτω. Ἀλλ' ἐγὼ, φησὶν, οὐκ ἀπέκαμον καὶ ὀνειδιζόμενος. *Σὺ ἐπίστασαι τὰ ἐκπορευόμενα ἐκ τῶν χειλέων μου πρὸ προσώπου σου. Τουτέστι, Σὺ οἶδας, ὅτι ἀληθεύω. *Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ. Τουτέστι, Μὴ ὀφθείην ψευδόμενος, μή ποτε διαχειρίσωνταί με. *Καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ. Οὐχὶ τὸ αὑτοῦ ζητῶν ἐνταῦθα ταῦτά φησιν· ἀλλ' ἐπειδὴ ἐκοινώνει αὐτοῦ τῇ αἰσχύνῃ ἡ προφητεία διὰ τοῦτό φησιν· εἰ γὰρ ἐπιμένοντες τοῖς δεινοῖς ἔμελλον μὴ δώσειν δίκην, κατῃσχύνθη ἂν ὁ προφήτης. *Τουτέστι, Δίκην δότωσαν οὗτοι, καὶ μὴ ὀφθείην ἐγὼ ψευδόμενος. Δισσὸν σύντριμμα. Τί ποτε τοῦτό ἐστιν; Ἐπειδὴ οὐδαμοῦ εἶπε· Διπλᾶ ἀνταποδώσω τὰ ἁμαρτήματα ταύτης· οὗτος σωφρονιστικὸς ὁ λόγος ἐστίν. *Τάδε λέγει Κύριος· Φυλάσσεσθε ταῖς ψυχαῖς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ τὰ ἑξῆς. Προσετάχθησαν ἀργεῖν τὸ Σάββατον, ἐπὶ τῷ ἐξιλεοῦσθαι τὰ ἁμαρτήματα. Οἱ δὲ ἐμπορίας πρόφασιν ἐποιοῦντο τὴν ἡμέραν, καὶ συναλλάγματα εἰργάζοντο. Κωλύει τοίνυν αὐτοὺς ταύτης τῆς πράξεως.