Ancient Greek · ~18 min
ΚΕΦΑΛ. ΙΗʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΙΗʹ.1
Not analysed yet
Ἀνάστηθι. Τίνος ἕνεκεν αὐτὸν εἰς τὸ κεραμεῖον κατάγει; ἐπειδὴ ἔλεγον, Ποῦ ἐστιν ὁ λόγος τοῦ Θεοῦ; Ἐλθέτω, καὶ ἐνόμιζον αὐτὸν μὴ δύνασθαι, κατάγει αὐτὸν ἐκεῖ. Τίνος οὖν ἕνεκεν καὶ τῆς θεωρίας ἐδέησεν; Οὐ γὰρ ἐνῆν εἰπεῖν καθὼς ὁ κεραμεὺς, Οὐ δυνήσομαι; Ἀλλὰ πιστικώτερον καὶ ἐναργέστερον ἐποίει τὸν λόγον ἡ ὄψις. Καὶ κατέβη. Τί βούλεται ἡ ἀνάπαυσις [forte ἀνάπλασις]; Ὅτι καὶ πεσόντας ὑμᾶς ἀνανεῶσαι δυνήσομαι. Οὕτως εὔκολον ἐμοὶ πάντα ποιεῖν. Ἰδοὺ ὡς ὁ πηλός. Διεπέσατε καὶ ὑμεῖς, δυνήσομαι διορθώσασθαι ὑμᾶς. Πέρας λαλήσω. Μὴ γὰρ ἐπειδὴ εἶπον ἅπαξ, ἐκβῆναι δεῖ; Ἔστιν ὑμῖν σωτηρίας ἐλπὶς, ἐὰν προσέχητε ἑαυτοῖς καὶ μεταβάλησθε. Μήτε γοῦν ἐπὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς πατέρας θαῤῥήσητε, μήτε ἐπὶ τοῖς κακοῖς τοῖς περὶ ὑμῶν λεγομένοις ἀπογνῶτε. Τίνος ἕνεκεν ἔτι πλάσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. Καὶ εἶπαν, κ. τ. λ. Τί τούτου γένοιτο ἂν χεῖρον; Ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ. Ὥσπερ ἐκεῖνα ἀνάγκη εἶναι, οὕτω καὶ ὑμᾶς ἀνάγκη· καὶ πολλῷ μᾶλλον τῶν φυσικῶν, τοῦτο ἀναγκαιότερον ἦν, καὶ οὐχ οἷόν τε διαπεσεῖν. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; Ἢ ἐκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Ἀκρώρειά τις ἦν πέτρα καλουμένη Μαστοί. Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ' εὐθεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας. Ὅτι ἐπελάθοντό μου. Οὐχ ὡς ἐκεῖνα [ἴσ. οὐ τόσον ἐκ.] θαυμαστὰ εἰ παρέβη ὡς ταῦτα. Ὅταν γὰρ μηδὲν κέρδος ᾖ ἀπὸ τῆς ἀποστάσεως, πῶς οὐ θαυμαστόν; *Καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιστῆναι τρίβους οὐκ ἐχούσας ὁδόν. Σχοινίοις, τουτέστι, τῆς γῆς τὴν κληρονομίαν· ἀσθενήσαντες τοίνυν ἐντεῦθεν, φησὶν, ἐξελεύσονται, ὥστε αὐτὸν πορευθῆναι, καὶ ξένην ὁδόν· ἵνα εἴπῃ τὴν τῆς αἰχμαλωσίας. Διὰ τοῦτο καὶ σωματικῶς αὐτοῖς συνέβη· τοιαύτην ὥδευσαν ὁδὸν ἄβατον καὶ τραχεῖαν, ὡς πάντας κινεῖν κεφαλὰς αὐτῶν. Ὅταν γὰρ μεγάλα ᾖ τὰ δεινὰ, οὐδὲ λόγῳ παριστῶμεν αὐτὰ, ἀλλὰ συριγμῷ καὶ κινήσει κεφαλῆς. *Ὡς ἄνεμος καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Τουτέστιν, ὡς ἐν καύσωνι ἄνεμος θερμὸς σφοδρῶς φλέγειν οἶδε τὰ εὔθρυπτα· οὕτω καταναλώσω τοὺς Ἰουδαίους. *Καὶ εἶπον· Δεῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολείπεται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Δεῦτε, καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. Ὃ λέγει τοῦτό ἐστιν· Εἶπον, φησὶ, παρ' ἑαυτοῖς, ὅτι Οὐκ ἐνδέχεται προφήτου λόγον διαμαρτεῖν, ὥσπερ οὐδὲ ἱερέως χρησμόν· νόμον γὰρ λέγει τὸν διὰ τοῦ ἐφοὺδ λόγον λεγόμενον· ἵνα τοίνυν, φησὶ, μὴ εἰς ἔλεγχον ἡμῶν καθιστάμενος ἐλέγχῃ τὰς παρανομίας, καὶ λέγῃ τὰς συμφορὰς, σκευωρησάμενοι αὐτὸν ἀνέλωμεν. Τὸ δὲ, Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, τουτέστιν, εὕρωμεν αὐτῷ ἁμαρτίαν, ἢ εἰς Θεὸν, ἢ εἰς βασιλέα, ἵνα οὕτως εὐπροσώπως τὴν κατ' αὐτοῦ ἐνέγκωμεν ψῆφον. Ὅρα, πῶς ἐπίστευον τοῖς λεγομένοις. Ὢ τῆς ἀνοίας. Ὁ τοσαύτην δοὺς ἰσχὺν τῷ προφήτῃ, καὶ ἱερεῖ ὄντι, οὐ πολλῷ μᾶλλον αὐτοῦ φείσεται; συγκόπτεις τὸν ἰατρὸν, τὸν διδάσκαλον, τὸν ὁδηγόν· σβεννύεις τὸ φῶς, ἵνα μὴ βλέπῃς, πῶς λοιδορεῖ; Καὶ ἀκουσόμεθα τῶν λόγων ἐκ στόματος αὐτοῦ. Τοῦτό φησιν· Ἐκκόψωμεν αὐτοῦ τὴν φωνὴν, καὶ ἐξέλωμεν τὴν γλῶτταν· τὸν ἔλεγχον στήσωμεν, παύσωμεν τὸν κατήγορον. Τί γὰρ Ἱερεμίας γλώσσῃ βοᾷ; Οὐχὶ τὰ πράγματα βούλεσθε μὴ ἀκούειν; Παύσασθε τὰ τοιαῦτα ποιοῦντες, ἐφ' οἷς ὑμῶν κατηγορεῖ ὁ προφήτης, νῦν δὲ ταῦτα ποιοῦσιν· ὥσπερ ἂν εἴ τις κάμνων πρὸς ἑαυτὸν μὲν μὴ ὀργίζοιτο, ὅτι πυρέττοι διὰ ῥᾳθυμίας, τοὺς δὲ ἐλέγχοντας καὶ λέγοντας, ὅπως στήσεται τὸ κακὸν, διώκοι καὶ ἀποστρέφοιτο. Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά. Πολλὴ ἡ κακία, καὶ ἡ θηριωδία ὑπερβάλλουσα, καὶ ἔσχατος πονηρίας ὅρος. Εἰ γὰρ τὸ μὴ ἀνταποδιδόναι κακὰ ἀντὶ κακῶν προστετάγμεθα, ἀλλὰ καὶ ἀγαθὰ ἀντὶ κακῶν. Εἰ ὁ μηδὲν παθὼν ἀγαθὸν, ἀδικῶν ἄδικος· ὁ μετ' εὐεργεσίας τοιοῦτος ὢν, ποῦ τετάξεται; Οὐκ ἔχει φύσιν ἡ κακία, φησὶν, ἡ τούτων, πάντα λόγον ὑπερβαίνει τὰ τῆς πονηρίας αὐτῶν. Ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι. Τουτέστι, τὴν τιμωρίαν ἀποκρυψάμενοι ὡς φίλοι προσῄεσαν. Τινὲς δὲ ἔφασαν, ὡς γυναῖκα αὐτῷ ἐπέῤῥιψαν· ἕωλον δέ· οὐ γὰρ ἂν αὐτὸ ἐσιώπησεν ὁ προφήτης. Μνήσθητι, Κύριε. Καίτοι ταύτης μεῖζον τί γένοιτ' ἂν τῆς εὐεργεσίας, ἢ τὸν Θεὸν ἐκπεπολεμωμένον ἐθελῆσαι καταλλάξαι αὐτούς; ἀλλ' οὐκ ἠθέλησαν. Διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν. Εἶτα κατεύχεται αὐτῶν ἀράς τινας χαλεπάς· τοὺς γὰρ τοιούτους κἂν ἀναιρεθῆναι ἐχρῆν, πολλάκις ἐπιβουλευθεὶς οὐκ ἀπέστη, καὶ οὐδὲν πλέον ἐγένετο. Γενέσθωσαν αἱ γυναῖκες. Παντελῆ ἀναίρεσιν ἐνίων κατεύχεται, ἵνα μὴ ἐπιμένοντες, τοὺς λοιποὺς βλάπτωσι· καὶ κραυγὴν ἀξιοῖ γενέσθαι, ὥστε διάδηλον εἶναι τὴν συμφοράν.