Ancient Greek · ~11 min
ΚΕΦΑΛ. ΙΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΙΘʹ
Not analysed yet
*Τότε εἶπε Κύριος πρός με· Βάδισαι, καὶ κτῆσαι βίκον ὀστράκινον πεπλασμένον. Τουτέστι ξέστην. Καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τεθνηκότων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν θυρῶν τῆς πύλης τῆς Χαρσίδις. Πολυάνδριον τεθνηκότων λέγει τὸν τόπον ἔνθα ὁ Ἀσσύριος ἀνῃρέθη, καὶ τῶν Ἰουδαίων ὑπὸ τοῦ Χαλδαίου πολλοὶ διεφθάρησαν. Ὡς οὖν τόπου ὑπομνῆσαι αὐτοὺς, καὶ τῆς προτέρας εὐεργεσίας, καὶ τῆς μετὰ ταῦτα τοῦ Θεοῦ ἀποστροφῆς, ἐπὶ τοῦ τόπου ἐκείνου προσέταξεν εἰπεῖν, ἅπερ ἔμελλε λέγειν ὁ προφήτης. Καλῶς αὐτὸν εἰς τὸν τόπον παραπέμπει τῶν ἁμαρτημάτων, ἔνθα ἐθυμίων, φησὶ, τῷ Βάαλ, καὶ τοὺς υἱοὺς αὐτῶν κατέκαιον πυρί. *Καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων, καὶ ᾠκοδόμησαν τὰ ὑψηλὰ τῷ Βάαλ. Ὑψηλὰ, κατὰ τὸ σύνηθες τῆς θείας Γραφῆς, τοὺς βωμοὺς λέγει. Βάαλ δὲ νῦν τὸ εἴδωλον αὐτό. *Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ὁλοκαυτώματα τῷ Βάαλ. Ἕτερον εἶδος ἀσεβείας λέγει, ὃ τελευταῖον ἐπενθήθη. Ἐγκαλέσας γὰρ αὐτοῖς, ὡς εἴδωλον ποιήσασι, καὶ περὶ τὴν τοῦ Πλούτωνος θεραπείαν ἐσχολακόσι, μετὰ τὴν τοῦ Σεναχηρὶμ ἀναίρεσιν· Τούτῳ τοίνυν, φησὶ, τῷ εἰδωλίῳ ὁλοκαυτώματα ἐποιεῖτε τῷ τοῦ Πλούτωνος, ὡσανεὶ κρείττους τοῦ θανάτου ἐσόμενοι. Καὶ ὅτι περὶ τούτου λέγει, μηνύει τὰ ἀκόλουθα. Φησὶ γάρ· *Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ διάπτωσις, καὶ πολυάνδριον υἱοῦ Ἐννώμ. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Διάπτωσις τοῦ Τοφὲθ, ὅπερ ἐστὶ, Βωμὸς τῆς κόρης. Υἱοῦ δὲ Ἐννὼμ ἡρμήνευσαν, ἀπὸ τοῦ τὸν τόπον τοῦ Ἐννὼμ εἶναι· σαφεστέρα δὲ κεῖται ἡ ἔννοια παρὰ τῷ Ἑβραϊκῷ διελέγχουσα αὐτῶν τὴν ἀσέβειαν. Ἀλλὰ τὸ πολυάνδριον τῆς σφαγῆς, τουτέστιν, κοιλὰς σφαγῆς· οὕτω γὰρ ὁ Ἑβραῖος ἔχει. Σημειωτέον δὲ καὶ ἐνταῦθα, ὡς τὸ πολυάνδριον, ἀπὸ τοῦ πλήθους τῶν ἀναιρεθέντων ἡρμήνευσαν αὐτὸ οἱ ἑρμηνεύσαντες. Ὅτι δὲ περὶ τοῦ Τοφὲθ νῦν διαλέγεται, ὅπερ ἡρμήνευσεν υἱοῦ Ἐννὼμ, μηνύει προϊών. Φήσας γὰρ, ὅτι συνέτριψε τὸν βίκον κατὰ πρόσταγμα τοῦ Θεοῦ, ἐπάγει· Τάδε λέγει Κύριος. Ὥστε ἀνίατον εἶναι τὴν πληγὴν αὐτῆς, ἔδωκα ὑμῖν σωτηρίας ἐλπίδα· εἶπον· Ἀποστρέψω τὸ ἔθνος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν βασιλείαν οὐ προσέσχετε. Ἀναιρῶ καὶ ταύτην τὴν παραμυθίαν, ἐκκόπτω καὶ ταύτας τὰς ἐλπίδας. *Καὶ ἔσονται οἱ οἶκοι Ἱερουσαλὴμ, καὶ οἱ οἶκοι βασιλέων Ἰούδα, καθὼς ὁ τόπος ὁ διαπίπτων. Τουτέστιν, ὅπου ἔπεσαν οἱ Βάρβαροί ποτε τῇ πόλει ἐπελθόντες. Πάντες οἱ οἶκοι βασιλέων Ἰούδα ὡς τόπος τοῦ Τοφὲθ ἕνεκεν τῶν ἀκαθαρσιῶν, ὧν ἐποίησαν ἐν πάσαις ταῖς οἰκίαις. Ἐθυμίων ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Τουτέστιν, οὕτω καὶ νῦν διαπεσεῖται πᾶς Ἰούδας, καὶ τῶν βασιλέων οἱ οἶκοι διὰ τὸν τόπον τοῦ Ταφὲθ, τουτέστι, τὸν βωμὸν τοῦ Πλούτωνος, καθὼς διέπεσον οἱ ἐπελθόντες τῇ πόλει. Καὶ προϊών φησι· *Καὶ ἐν τῷ Ταφὲθ θάψουσι παρὰ τὸ μὴ ὑπάρχειν τόπον τοῦ θάψαι. Ἐπειδὴ οὖν περὶ πολλοῦ ποιοῦνται τὸν τόπον, καὶ ὡς θεὸν θεραπεύοντες, ἀκάθαρτον οὐδὲν εἰσῆγον, ἀπειλεῖ αὐτοῖς νεκρῶν πληρῶσαι τὸν τόπον.