Ancient Greek · ~33 min
ΚΕΦΑΛ. Κʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Κʹ.1
Not analysed yet
Καὶ ἤκουσε Πασχώρ. Ὅρα πόσον ἔγκλημα, καὶ ἱερεὺς ἦν, καὶ ἱερέα, καὶ προφήτην, καὶ τοιαῦτα λέγοντα. Ὃν ἐχρῆν πενθεῖν, διεμάνθανε [ἴσ. ὅτι ἐμάνθανε] διά τε λόγων καὶ ἔργων τὴν πονηρίαν αὐτῶν, ἵνα μὴ θαυμάζῃ ἐπὶ τῇ αἰχμαλωσίᾳ. Καὶ ἐπάταξε Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταῤῥάκτην, τουτέστιν, εἰς τὸ συγκλειστήριον. Ὃς ἦν ἐν πύλῃ Βενιαμὶν οἴκου ἀποτεταγμένου, τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου. Οἴκου ἀποτεταγμένου, τουτέστι, φυλακῆς· καταῤῥάκτην δὲ, ἀπὸ τοῦ σχήματος ὠνόμασεν· ὑπερῴου δὲ, διὰ τὸ ἐν τῇ αὐλῇ εἶναι, ἵνα εἴπῃ, ὑπαίθρου· τὸ δὲ, ὃς ἦν ἐν οἴκῳ Κυρίου περὶ τοῦ Πασχὼρ λέγει, ἀντὶ τοῦ, Ὁ ἱερεὺς ὁ ἐν τῷ οἴκῳ σχολάζων, οὗτος αὐτὸν τῷ ἐγκλειστηρίῳ παρέδωκεν. Καὶ εἶπεν αὐτῷ Ἱερεμίας. Πῶς οὐκ ἐφοβήθη ταῦτα εἰπεῖν οὗτος; Πῶς δὲ ἐκεῖνος ἐξέβαλεν; εἰ γὰρ καὶ ἐμίσουν τοὺς ἄνδρας [ἴσ. τὸν ἄνδρα], ἀλλ' οὐκ ἠδύναντο περαιτέρω τὴν κακίαν ἐνδείκνυσθαι, τοῦ συνειδότος ἐλέγχοντος αὐτούς. Οὕτω καὶ Ἡρώδης τὸν Ἰωάννην· ἠγάπα γὰρ, τοσοῦτον μόνον, μὴ ἀκούειν τὰ λεγόμενα. *Οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σοι, ἀλλ' ἢ μέτοικον κύκλωθεν. Ὁ Ἑβραῖος, παραβολὴν ἔφη, ἀντὶ τοῦ μέτοικον. Τὸ δὲ, κύκλωθεν, ἀντὶ τοῦ, πᾶσι τοῖς ἔθνεσιν. Ἡ δὲ κατὰ τούτου προφητεία ἀπέβη ἐπὶ τοῦ Ἰωακεὶμ καὶ Ἰεχονίου. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην. Τάχα πολλοῖς δοκεῖ ὁ προφήτης οὗτος τολμηρῶς φθέγγεσθαι· νυνὶ δὲ τὸν Θεὸν ἀπατᾷν φησι, καὶ παίζειν εἰς ἡμᾶς· ἀλλὰ μὴ ἴδωμεν ὅτι ταῦτά φησι. Τῆς γὰρ ὀδύνης ἐστὶ τὰ ῥήματα· εἰ γὰρ καὶ προφήτης ἦν, ἄνθρωπος ἦν. Τίνος ἕνεκεν ἠπάτησάς με; εἰπών. Ὡς τεῖχος χαλκοῦν ὀχυρὸν θήσω σε, καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνταί σοι. Ἐπεὶ οὖν αὐτὸν οὕτω συνέκλεισε [αὐτὸν οὕτω συνέκλεισαν], ταῦτά φησι· Καὶ μὴν οὐ περιεγένοντο· εἰ γὰρ ἀνεῖλον, ἔσβεσαν ἂν τὴν παῤῥησίαν. Ὅρα μοι τὰ ἀποστολικὰ ἐνταῦθα [διατυπούμενα], ἀλλ' ἐκείνων οὐδεὶς οὐδέποτε τοῦτο εἶπεν, οὐδὲ ἀπωδύρατο. Ἀλλὰ καὶ τοὐναντίον φησὶ, Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Μὴ γὰρ τοῦτο ὁ Θεὸς ἐπηγγείλατο, μηδέν σε παθεῖν δεινὸν, τῷ μὴ [ἴσ. ἢ τὸ μὴ] πάσχοντα ἁλῶναι; *Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην· ἐκράτησάς με, καὶ ἐδυνήθης. Δυσφορεῖ ἐπὶ τοῖς παρὰ τοῦ λαοῦ ὀνείδεσιν ὁ προφήτης· ὡς γὰρ ψευδομένου κατέδραμον ἐπεὶ μὴ παραχρῆμα τὴν τιμωρίαν ἐπήγαγεν ὁ Θεός. Ἐπάγει γοῦν· Ἐγενόμην εἰς γέλωτα πᾶσαν ἡμέραν. Διετέλεσα μυκτηριζόμενος. Εἶτα ἐπὶ τίσιν, ἐπάγει, Ἐκράτησας. Ἴσχυσας ὡς δυνατὸς καὶ ἄκοντά με χειροτονῆσαι. Οὐ κίνδυνοι μόνον, οὐδὲ ἐπιβουλαὶ καὶ θάνατοι, ἀλλὰ καὶ σκώμματα, καὶ ὀνείδη, καὶ γέλως, καὶ ταῦτα οὐχ ἧττον ἐκεῖνον λυπεῖ. Ὅτι μικρῷ λόγῳ μου γελάσομαι. Τουτέστιν, ἐφ' αἷς προλέγω συμφοραῖς γελῶμαι, ὡς ψευδόμενος. Τὴν δὲ αἰτίαν μάλιστα τῆς λύπης, ἀπὸ τῶν ὑπὸ τοῦ Πασχὼρ εἰς αὐτὸν γενομένων ἔσχηκε. Δῆλος γάρ ἐστιν οὗτος, ὅτι ὡς δύσφημον καὶ ψευδόμενον ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, δίκας ἀπαιτῶν τῆς λοιδορίας. Ἀθεσίαν, καὶ ταλαιπωρίαν ἐπικαλέσομαι. Πολλὴ τοῦ δικαίου πρὸ τὸν Θεὸν παῤῥησία. Τοῦτο γὰρ βούλεται εἰπεῖν, ὅτι Ἐπιβοῶμαί σε, ὡς βιαζόμενος παρὰ σοῦ· εἶπες γὰρ κηρύξαι αἰχμαλωσίαν, καὶ ἠθέτησάς με οὐκ ἐπάγων τὴν τιμωρίαν, καὶ τὴν συμφορὰν, ἣν ἐκήρυξα τῇ πόλει. Τινὲς δὲ οὕτως ἡρμήνευσαν, ὅτι Ἐπαγγειλάμενός μοι, ὡς τεῖχος ποιεῖν χαλκοῦν, καὶ ὡς στῦλον σιδηροῦν ἅπασι τοῖς βασιλεῦσι προέτρεψας, καὶ τούτοις κηρύξαι ἐλπίσας τοῖς λόγοις, καὶ τρόπον τινὰ ἀπατηθεὶς, οὐκ ἂν ἐδυσάμην [ἀνεδυσάμην] τὸ προφητεῦσαι καὶ τὰ πάνδεινα ὑπομένων διατελῶ. Τουτέστι, γελασθήσομαι. Οὐκ ἤρκεσέ μοι, φησὶν, ἡ πικρία, ἀλλὰ καὶ γέλως· οὐκ ἤρκεσεν ἡ ὀδύνη τῆς ψυχῆς, ἀλλὰ καὶ χλευασία. Ὅτι ἐγενήθη. Διατί οὐκ ἐκβαινόντων τῶν προλεγομένων ἁπάντων, ἐχλεύαζον καὶ ἐγέλων; Καὶ εἶπα· Οὐ μὴ ὀνομάσω. Ὅρα φιλοσοφίαν, πῶς ἐλάττωμα τηλικοῦτον οὐκ ἀπέκρυψε· πῶς τὴν ἀσθένειαν οὐ συνεκάλυψε τὴν ἑαυτοῦ· ἀλλ' ἐξεπόμπευσε καθάπερ ἔν τινι στήλῃ τὴν τῶν λογισμῶν ἀῤῥωστίαν. Καὶ ἐγένετο ὡς πῦρ. Περὶ τοῦ Πνεύματος, φησὶ, τοῦτο λέγει. Ἐκράτησας, καὶ ἄκοντά με ἐνέβαλες, ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Καὶ ποῖον κέρδος, εἰπέ μοι, κατὰ ἀνάγκην προφητεύειν; Ποία δὲ ἀρετή; Καὶ μετ' ὀλίγα· Ὁρᾷς ὅταν δέῃ τι γίνεσθαι τῶν χρησίμων, καὶ ἀνάγκην ἐπιτίθησιν ὁ Θεός. Οὐ γὰρ δεῖ δι' ἀτονίαν τὴν τούτου, τοὺς μέλλοντας ἀπόλλυσθαι κερδαίνειν [leg. μὴ κερδαίνειν]. Ὡς πῦρ καιόμενον φλογιζόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ πάρειμι πανταχόθεν, καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς. Τό· Ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς, ἀποδίδοται τῷ· Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ ὀνομάσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Τὴν γὰρ αἰτίαν τῆς σιωπῆς τέθεικε. Τὸ δὲ, Ἐγένετο ἡ καρδία μου, ὡς πῦρ καιόμενον, καὶ τὰ ἑξῆς, ἐν μέσῳ κεῖται· ἡ δὲ ἔννοιά ἐστιν αὕτη, ὅτι Ἐγὼ μὲν μόνον ἐβουλευσάμην σιωπῆσαι, εὐθὺς δὲ ὡς πῦρ μου διέδραμε τὴν διάνοιαν, καὶ ὡς παρειμένος γέγονα, τουτέστιν, ὥσπερ ἡμίξηρος, ἀφωνίαν καταδικασθεὶς τρόπον τινὰ, καὶ κινεῖν τὰ μέλη οὐ δυνάμενος. Ἡ δὲ τῆς σιωπῆς αἰτία μοι γέγονεν οὐκ ἀπὸ τοῦ Θεοῦ καταφρονεῖν, ἀλλ' ἀπὸ τοῦ πολλὴν τὴν πονηρίαν τῶν ὁμοφύλων ὁρᾷν. *Ἐπισύστητε, ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ. Τουτέστι, Συμβούλιον ἐποιήσαντο κατ' ἐμοῦ, οὐχ οἱ τυχόντες, ἀλλ' οἱ δοκοῦντες εἶναι φίλοι. *Τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτό. Τουτέστιν, ὑποκρινοῦμεν αὐτὸν, ὥστε ἐν ταῖς πράξεσιν αὐτοῦ εὑρεῖν τι ἔγκλημα. Ὅτι ἤκουσα. Τί γένοιτ' ἂν ἴσον τῆς ἀνδρίας ταύτης; ἐντεῦθεν ἐχλευάζοντο ἐκεῖθεν ἔπασχον δεινῶς. Ὁ δὲ Κύριος μετ' ἐμοῦ. Πῶς οὖν ἔλεγες, ὅτι Ἠπάτησάς με, ὅτε ταῦτα ἔπασχες; ἐδίωξαν, καὶ οὐκ ἠδύναντο νοῆσαι. Οὐχὶ καὶ ταῦτα προεῖπεν ὁ Θεός; οὐχὶ τὰ μέλλοντα ἐδήλωσεν; ἄπειρος ἦν ἐν τοῖς προοιμίοις ὁ προφήτης· τὰς τιμὰς αὐτῶν οὐκ ἐνόησαν· αἰσχύνης γὰρ ὄντως ἁμάρτημα γέμον, μὴ μεταβάλλεσθαι, ἀλλὰ τὸν ἐλέγχοντα ἀναιρεῖν, ἵνα ἐν πλείονι σκότῳ τὰ κακὰ γένηται. *Καθὼς μαχητὴς ἰσχύων, διὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδύναντο γνωρίσαι. Τουτέστιν, Οὐ συνεχώρουν τοῦ Θεοῦ τὴν εἰς ἐμὲ πρόνοιαν, καὶ μετεβάλλοντο τὴν γνώμην, ἀλλ' ἐπέμενον τῇ κακίᾳ. *ᾘσχύνθησαν σφόδρα, ὅτι οὐκ ἔγνωσαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται. Τουτέστι, Διήμαρτον τοῦ σκοποῦ. Καὶ οὐδὲ οὕτως ἐλογίσαντο, ὡς ἀφ' ὧν πράττουσι μειζόνως ὑπὸ δίκην ἑαυτοὺς ἄγουσι· τοῦ Θεοῦ οὐδεμίαν λήθην τῆς αὐτῶν κακίας ποιουμένου, ἀλλ' ἀπαιτοῦντος τῆς τόλμης τὴν δίκην. Κύριε, δοκιμάζων δίκαια. Ταῦτα λέγω, ἵν' ὅταν ἀκούσῃς τοῦ Θεοῦ λέγοντος, Μὴ προσεύχου, καὶ τὸν προφήτην ἴδῃς προσευχόμενον, μὴ τὸν ἄνθρωπον τοῦ Θεοῦ φιλανθρωπότερον εἶναι νομίσῃς, ἀλλὰ μηδὲ κατὰ μικρὸν ἐγγύς. Ὅρα οὖν καὶ ἀπὸ μικρᾶς ὕβρεως θορυβούμενον, σκανδαλιζόμενον, καίτοιγε εἰδότα, ὅτι ἐν ἀσφαλείᾳ ἔσται καὶ εἰρήνῃ, τὸν δὲ Θεὸν καθ' ἑκάστην ὑβριζόμενον, καὶ ὕβρεις χαλεπὰς καὶ ἀφορήτους ἐμπαροινούμενον. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην. Πρὸ τούτου μὲν τὴν μητέρα ἐθρήνει, νῦν δὲ τὴν ἡμέραν· οὐ πρὸς τὸν Θεὸν, ἀλλὰ πρὸς τὰ δεινὰ ἀποτεινόμενος, ὡς καὶ ἕτερος προφήτης, Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; τοῦτο καὶ Ἰώβ· Ἵνα τί μοι συνήντησαν γόνατα; Τοῦτο καὶ οὗτος, τοῦτο καὶ ἕτεροι τῶν προφητῶν. Ἀποδυσπετεῖ ὁ προφήτης, ἀναγκαζόμενος κατὰ τοῦ λαοῦ λέγει, καὶ ἐντυγχάνει τῷ Θεῷ, καὶ ὁρῶν ἐκείνους μὴ μεταβαλλομένους, καὶ πάσχων μὲν δεινὰ ὑπὸ τῶν ἀκουόντων, ἀναγκαζόμενος δὲ πάλιν τὰ παραπλήσια λέγει. Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ. Τί λέγεις; Τί καὶ τὸν ἄνδρα καταρᾶσαι, Οὐχὶ πρὸ μικροῦ αὐτὸς ἔλεγες, Εἰ ἀνταποδίδοτε κακὰ ἀντὶ ἀγαθῶν, καὶ σὺ ἀντὶ εὐαγγελίων τοῦτο ἐποίησας, καὶ ἐγκαλεῖς ὅτι οὐκ ἀπέκτεινε; Πῶς οὖν ἐγκαλεῖς, ὅτι ἀνελεῖν σε θέλουσιν οἱ Ἰουδαῖοι; Εἰ γὰρ τότε ἀποθανεῖν καλὸν, πολλῷ μᾶλλον μετὰ τὴν πεῖραν. Πῶς οὖν οὐ βούλει; Ὁρᾷς οὐδαμοῦ λόγον ἔχοντα τὸν θρῆνον; θρῆνος γάρ ἐστιν αἴτιος, ἀλλὰ καὶ ὑπὸ τεθορυβημένης λεγόμενος ψυχῆς, καὶ οὐδὲν διεσκεμμένης, ἀλλ' ἓν ζησούσης μόνον, ἀποθέσθαι τὸ βάρος. Καὶ μετ' ὀλίγα. Καὶ οὐχ ἁπλῶς καταράσασθαι ἐκεῖνον, ἀλλ' ὡς τὰς πόλεις ἃς ἀνεῖλεν ὁ Θεὸς, καὶ οὐ μετεμελήθη· τοσαύτην ὑποστήτω τιμωρίαν ὁ εἷς, ὅσην αἱ πόλεις πᾶσαι. Τί λέγεις, εἰπέ; Ὅτι εἶπεν· Μὴ γὰρ τὸ εἰπεῖν αὐτὸν τοῦτο, αἴτιον γέγονε τοῦ τεχθῆναί σε; Τὸ τεχθῆναί σε αἴτιον τοῦ εἰπεῖν γέγονεν. Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον τὴν μητέρα τὴν τεκοῦσαν, ἢ τὸν σπείραντα πατέρα, μᾶλλον δὲ οὐδὲ τοῦτον, οὐδὲ ἐκείνην. Ποῖος ἂν ἀνὴρ μεθύων τοιαῦτα εἶπε, καὶ πολέμιος ἄδικος; Ποῖος Βάρβαρος; Τίς ὠμὸς ἄνθρωπος ἐν μήτρᾳ ἀναιρεῖ; Ἀλλ' ἀποδυσπετοῦντος ταῦτά ἐστι τὰ ῥήματα. Ἵνα τί τοῦτο ἐξῆλθον; Οὐκέτι λοιπὸν εὔχεται, ἀλλὰ τῇ αἰσχύνῃ ἐπαρᾶται καὶ τῇ ἁμαρτίᾳ· ἔστι γὰρ ἐν δόξῃ αἰσχύνη καὶ χάρις, καὶ ἔστιν αἰσχύνη ἐν ἁμαρτίᾳ· μεγάλα γὰρ καὶ κακὰ ἐργάζεται τοῦτο τὸ πάθος· ὁρᾷς ὅτι οὐ φύσεώς ἐστιν ἡ κακία; οὐδεὶς γὰρ ἂν ἔσχε ποτὲ ἀγαθόν. Τοῦτο δὲ ἐξ ἀρχῆς ἔγκειται τῇ αἰσχύνῃ.