Ancient Greek · ~20 min
ΚΕΦΑΛ. ΚΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΑʹ.1
Not analysed yet
Ὁ λόγος ὁ γενόμενος. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· ἠπείλησε πολλὰ διὰ ῥημάτων, οὐκ ἔπεισεν· ἐκάκωσε τὸν προφήτην· ἔδειξεν αὐτῷ τὰ μέλλοντα διὰ τύπου, διὰ ῥάβδου, διὰ λέβητος, διὰ περιζώματος, διὰ τοῦ βίκου. Ὑπέσχετο μυρία ἀγαθά· ἐπήγαγε καὶ τὴν πληγὴν τῆς ἀβροχίας· ἔτι χείρους ἦσαν. Ἐπάγει λοιπὸν αὐτοὺς τοὺς πολέμους αὐτοῖς. Ἐπειδὴ γὰρ τῷ προσηνεῖ καὶ γλυκεῖ φαρμάκῳ εἶξαι οὐκ ἠθέλησαν, ἐπάγει τινὰ τομήν. Ἀλλ' ὅρα καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν· ἵνα γὰρ μή τις λέγῃ, ὅτι καὶ πλῆξαι ἐχρῆν· καὶ τοῦτο ποιεῖ, καὶ πανταχοῦ ἴδοι τις ἂν τοῦτο γινόμενον. Ἐπερώτησον. Τεταπεινωμένοι γὰρ ἦσαν ἐν ταῖς συμφοραῖς, καὶ πρὸς τὸν Θεὸν κατέφευγον τότε μόνον. Καὶ οὐδὲ τότε ὡς ἐχρῆν. Τίνος γὰρ ἕνεκεν ἐρωτᾷς, ὡς εἰδὼς, [ὁ εἰδὼς] ὅτι πάντως ἀληθῆ τὰ λεγόμενα; πῶς οὖν οὐ πείθῃ; ἀλλ' ἂν μὲν κατὰ γνώμην ἀκούσῃς, ἐπαινεῖς τὸ λεχθέν; ἂν δὲ τὸ ἀληθὲς μάθῃς, δυσχεραίνεις καὶ ἀγανακτεῖς; Ποῦ τοίνυν οἱ ψευδοπροφῆται οἱ λέγοντες, Οὐκ ἔστι πόλεμος, οὐκ ἔστι μάχη, οὐδὲ λιμὸς, οὐδὲ μάχαιρα; Καὶ μετ' ὀλίγα· Ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον· [ὑπὸ] πολλῆς ἀνοίας μηδεμίαν ἐπιδειξάμενοι μεταβολὴν, μεταβολὴν δεινῶν προσεδόκησαν. Πόθεν; Ναὶ, φησί· Κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ. Προσεδόκησαν τὸ Θεῖον δόξης ἐφίεσθαι· νῦν μιμνήσκῃ τῶν θαυμασίων; νῦν οἶδας, ὅτι πάντα δύναται ὁ Θεὸς ὑπὸ τῆς θλίψεως πιεσθεὶς φιλοσοφεῖς; Τούτων οὐχὶ νῦν τῶν ῥημάτων καιρὸς ἦν, ἀλλ' ὅτε αὐτῶν κατεφρόνεις· ὅτε παρῴνεις εἰς τοὺς ὅρκους τοὺς κατ' αὐτοῦ. Ὅρα πόση φρίκη τῶν ὅρκων· ὤμοσεν ὑπακούειν· οὐχ ὑπήκουσε, καὶ ἁλίσκεται. Τοίνυν οὐχ ἵνα ὁ Βάρβαρος ἐκδικηθῇ, ἀλλ' ἵνα ὁ Θεὸς μὴ ὑβρίζηται· ἵνα μηδεὶς ἕτερος παρανομῇ. Καὶ μετ' ὀλίγα· Ἐγὼ τὸν Ναβουχοδονόσορ οὐχ οὕτως ἡγοῦμαι τοῖς ὅπλοις θαῤῥεῖν, ὡς τῇ εὐνοίᾳ τῇ παρὰ Θεοῦ. Τοῦτο γοῦν ὁ εὐνοῦχος αὐτοῦ ὀνειδίζει. Διδάσκαλος ὁ Ναβουχοδονόσορ τοῖς Ἰουδαίοις παραγίνεται τοῦ μηδέποτε ἐπιορκεῖν. Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ μεταστρέψω. Κἂν αὐτοὶ, φησὶ, βούλωνται ἀναχωρῆσαι, ἐγὼ πολεμήσω ὑμᾶς. Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς. Ἰωακεὶμ αὐτομολήσας πρὸς τὸν Βαβυλώνιον, καὶ λοιπὸν τὰ τῆς δουλείας καταδεξάμενος, ὅρκους ἐπιτελέσας, ὑπόφορος τούτῳ γίνεται. Ὁ Σεδεκίας δὲ παρέβη τοὺς ὅρκους, καὶ παρεσπόνδησεν· ἐπέρχεται λοιπὸν ὁ Βαβυλώνιος, ἀφορμὴν δικαίαν ἔχων τοῦ ὅρκου· ἀλλ' οὐδὲ οὕτως αὐτοὺς προδίδωσιν ὁ Θεός. Ἀλλ' εἰ βούλεσθε, φησὶν, ἐξελθεῖν, εἰς σωτηρίαν ἔσεσθε. Τί ποιῆσαι πλέον ἐχρῆν; εἵλοντο κοινωνῆσαι τῆς ἐπιορκίας αὐτῷ· μάλιστα δὲ οὐδὲ τὸν προφήτην ἔρεσθαι ἔδει, οἷον τὸ τοῦ ὅρκου τέλος ἔσται, καταπατηθέντων τῶν ὅρκων καὶ τῶν συνθηκῶν. Πλὴν ἀλλ' ἵνα μηδὲ τὴν ἐκ τῆς ἀγνοίας ἀπολογίαν ἔχῃ, ἵνα μὴ τὴν ἀνάγκην ἔχωσι τοῦ ἄρχοντος οἱ ἀρχόμενοι, καὶ τούτους ἐξαιρήσονται [ἴσ. ἐξαιρεῖται]. Ἐπὶ θύραις ἡ τιμωρία, φησίν· ὑμεῖς κύριοι ταύτην φυγεῖν. Τίνος οὖν ἂν εἶεν ἄξιοι οἱ παρόντα δυνάμενοι τὸν ὄλεθρον διαφυγεῖν, καὶ μήτε ἐπιορκῆσαι καὶ σωθῆναι, ἑλόμενοι μετὰ τοῦ ἀποθανεῖν καὶ τὸ τῆς ἐπιορκίας ὑποστῆναι ἔγκλημα; Καὶ μετ' ὀλίγα· Εἰδέναι δὲ ὀφείλομεν, ὅτι κἂν Ἕλλην ὁ ἠδικημένος ᾖ, ἐπεξέρχεται ὁ Θεός· καὶ γὰρ ἐκεῖνος αὐτοῦ ἐστι, καὶ χωρὶς τούτου, τῶν ἰδίων μᾶλλον φείδεται· καὶ ὁ ἀδικῶν αὐτός ἐστιν ὁ βλαπτόμενος. Καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται αὐτῷ ἡ ψυχὴ αὐτοῦ εἰς ὠφέλειαν, καὶ ζήσεται. Ὁ Ἑβραῖος τὸ, εἰς ὠφέλειαν, σαφέστερον τέθεικεν, ἔχει δὲ εἰς σκῦλα. Ἡ δὲ ἔννοια αὕτη· Ὁ μὴ προσφεύγων μὲν, φησὶν, ἀποθανεῖται· ὁ προσφεύγων δὲ ζήσεται, σκῦλα τῶν πολεμίων γενόμενος. Τὸ οὖν, εἰς ὠφέλειαν, τοῦτ' ἔστι, τοῦτο αὐτὸ κερδανεῖ, τὸ ζῇν. Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε τὸν λόγον Κυρίου. Ὁ οἶκος Δαβὶδ, τάδε λέγει Κύριος· Κρίνατε τὸ πρωῒ κρῖμα, καὶ τὰ ἑξῆς. Ἀπειλήσας παραινεῖ μεταβάλλεσθαι τὴν γνώμην, δεικνὺς, ὡς διὰ τὸ ἀμεταμέλητα πταίειν, αὐτοὺς τιμωρεῖται. Ἐπάγει γοῦν· Καὶ ὁ ἐκπορευόμενος. Τίς οὐκ ἂν εἵλετο προσχωρῆσαι, θεήλατον οὕτω τὴν νόσον ὁρῶν; εἰ γὰρ καὶ τοὺς ἀπομένοντας τοιαῦτα ἔμενε δεινὰ, καὶ πάντως ἀπολέσθαι ἐχρῆν, τίνος ἕνεκεν οὐ προσεχώρουν; ἦ δῆλον ἐκ τοῦ μὴ πιστεύειν. Οἶκος Δαυΐδ. Οὐχ ἁπλῶς αὐτοὺς ἀνέμνησε τοῦ Δαβὶδ, ἀλλ' ἵνα τὴν ἀρετὴν τοῦ προγόνου αἰσχυνθῶσιν. Εἰ καὶ μηδὲν ἕτερον, παύσωνται ὄντες πονηροί. Ἀκούσατε λόγον. Οὐ διὰ τὸ ἰσχὺν ἔχειν μεγάλην· οὐ διὰ τὸ μηδένα εἶναι τὸν ἰσχυρότερον· οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὰ ὑμέτερα ἐπιτηδεύματα. Τροφὴ γὰρ ἔσται τῷ πυρὶ τούτῳ τὰ ἁμαρτήματα τὰ ὑμέτερα. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὼρ, τὴν πεδινὴν, φησὶ Κύριος, τοὺς λέγοντας· Τίς πτοήσει ἡμᾶς, ἢ τίς εἰσελεύσεται εἰς τὸ κατοικητήριον; καὶ τὰ ἑξῆς. Οὐ καλῶς Σὼρ ἡρμήνευται παρὰ τῷ Ἑλληνικῷ· παρὰ γὰρ τῷ Ἑβραίῳ Σοὺρ κεῖται· ἑρμηνεύεται δὲ πέτρα. Μηνύει δὲ τὴν Ἱερουσαλὴμ, ἥτις ἐν τῇ πέτρᾳ κοιλάδος τυγχάνει. Πέτραν δὲ κοιλάδος ἐκάλεσε, διὰ τὴν τοῦ τόπου θέσιν· ὡς τῶν μὲν περὶ τὴν Ἱερουσαλὴμ τόπων ὑπὸ πετρῶν συνεχομένων, οὔσης δὲ καὶ πεδιάδος ἐν κύκλῳ. Ἰδοὺ ἐγώ. Προφητεύει τῇ Τύρῳ δεινὰ, πολλὰ δὲ καὶ Ἰεζεκιὴλ, καὶ Ἡσαΐας περὶ τῆς Τύρου φησὶν, ὅτι ἐπῆρτο, ὅτι ἔχουσα διδασκαλίας ὁδὸν τοὺς ἐκ γειτόνων Ἰουδαίους, οὐδὲν ἐκαρπώσατο. Διὰ γάρ τοι τοῦτο πρῶτον ἅπτεται τῶν ἐθνῶν τούτων, ὅτι τὰ Ἱεροσόλυμα πλησίον αὐτῶν ἦν· ἀκούεις δὲ προϊὼν, πῶς καὶ Βαβυλῶνος ἅπτεται καὶ τῶν λοιπῶν ἁπάντων, καὶ ὁρᾷς αὐτοῦ τὴν καθόλου πρόνοιαν.