Ancient Greek · ~29 min
ΚΕΦΑΛ. ΚΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΒʹ.1
Not analysed yet
Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ, σύ μοι ἄρχῃ τοῦ Λιβάνου, ἐὰν μὴ θήσω σε εἰς ἔρημον, πόλεις μὴ κατοικισθησομένας. Τὴν Γαλαὰδ νῦν λέγει τὴν Ἱερουσαλὴμ, ἵνα τὸ φαιδρὸν αὐτῆς παραστήσῃ, ἐπειδὴ ἐπίδοξος καὶ ἡ Γαλαάδ. Ἀσαφῶς δὲ κεῖται τὸ νόημα· παραδείγματι δὲ ἐβουλήθη τὰ περὶ αὐτῆς εἰπεῖν. Τοῦτο οὖν βούλεται σημᾶναι, ὅτι ὥσπερ ἡ Γαλαὰδ ἀρχή ἐστι τοῦ Λιβάνου· ἐπίδοξος γὰρ αὕτη παρὰ πάσας τὰς παρὰ τὸν Λίβανον πόλεις κειμένας· οὕτω καὶ σὺ τῶν λοιπῶν πόλεων ἄρχεις. Ἀλλ' ὅμως, φησὶν, ἐπειδὴ ἀγνώμων ἐγένου περὶ ἐμὲ, τὴν ψῆφον ἐκφέρω κατὰ σοῦ. *Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. Χαλεπὸν ὑπέστη τὸν θάνατον ὁ Ἰωακεὶμ ὁ τοῦ Ἰεχωνίου πατήρ· ἁλοὺς γὰρ ὑπὸ τοῦ Βαβυλωνίου, πρῶτον μὲν ἐδέθη πέδαις χαλκαῖς, εἶτα ἀποσφαγεὶς, ἐῤῥίφη πρὸ τῶν τειχῶν, οὐδὲ ταφῆς ἀξιωθεὶς ὑπὸ τοῦ Βαρβάρου. Καὶ μετὰ ταῦτα μετὰ τὸ τῆς πόλεως ἀποστῆναι τὸν Βαβυλώνιον, συναγαγόντες αὐτοῦ τὰ λείψανα, κατέθεντο ἐπὶ τῷ τόπῳ τοῦ θανάτου. Ὁ τοίνυν Θεὸς διὰ τοῦ προφήτου προλέγει χείρονα πείσεσθαι τὸν ζῶντα διὰ τὴν παρανομίαν. Τὸ οὖν, Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτὸν, περὶ τοῦ Ἰωακεὶμ λέγει. Τὸ δὲ, Κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, περὶ τοῦ Ἰεχονίου λέγει· τρίμηνον γὰρ αὐτὸν βασιλεύσαντα μετῴκισε εἰς τὴν ἑαυτοῦ γῆν ὁ Ναβουχοδονόσορ. Μήποτε διὰ τὸν Ἰωσίαν φησίν· οὐδὲν γὰρ δεινὸν πέπονθεν, βίον μὲν ἐσχηκὼς ἀγαθὸν, προανηρπασμένος δὲ τῶν μελλόντων ἐν ἀλλοτρίᾳ γῇ δουλεύειν καὶ τελευτᾷν. Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλοὺμ υἱὸν Ἰωσίου τοῦ βασιλέως Ἰούδα, τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ. Σελλοὺμ λέγει τὸν Ἰεχονίαν· οὕτω γὰρ αὐτὸν ἐκάλουν. Ἑρμηνεύεται δὲ Εἰρηνικός. Ἐπειδὴ γὰρ τὸν Ἰωακεὶμ τὸν τούτου πατέρα καταστάντα ὑπὸ τοῦ Αἰγυπτίου αἰχμάλωτον εἷλεν ὁ Βαβυλώνιος, καὶ ἐβασίλευσεν Ἰεχονίας, εἰρηνικὸν αὐτὸν ὀνομάζει, ὡσανεὶ τῆς γῆς οὐκ ἔτι πορθησομένης ὑπὸ τοῦ Βαβυλωνίου, ἀλλὰ ὑποσπόνδου οὔσης, καὶ οὐχ αἱρουμένου, ὡς οἰκεῖον αἰχμάλωτον αὐτὸν λαβεῖν. Περὶ τοῦ εἰς Αἴγυπτον ἀπελθόντος φησίν· ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι· οὐδὲν χεῖρον τούτου γένοιτ' ἄν. Οὐκ ἀναστρέψει εἰς αὐτὸν οὐκέτι· ἐν τῷ τόπῳ οὗ μετῴκισεν αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Ὑπέλαβον γὰρ αὐτὸν αὖθις ὑποστρέψειν ὑποσχόμενον, φόρους τελέσειν, καθάπερ καὶ ὁ Μανασσῆς ὑπέστρεψεν. Οὐ τοίνυν ταῦτα ἐλπίζειν αὐτοὺς παρεκελεύετο. Ὥστε δῆλον ὅτι ἐν τῇ πόλει ληφθέντος αὐτοῦ αἰχμαλώτου ταῦτα ἔφη ὁ Ἱερεμίας. Εἶχε δὲ ἀρχὴν ὁ Σεδεκίας τῆς βασιλείας. Αὐτὸν γὰρ κατέστησε κρατεῖν τὸν τόπον ὁ Ναβουχοδονόσορ. Συνῆψεν οὖν τὰ ἐν τῇ ἀρχῇ τοῦ Σεδεκίου λεχθέντα, τῇ ἀποκρίσει τῇ γενομένῃ πρὸς τοὺς ἀγγέλους τοὺς ἀποσταλέντας ὑπ' αὐτοῦ πρὸς τὸν προφήτην. *Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ἑξῆς. Περὶ τοῦ Σεδεκίου λέγει, μεμφόμενος αὐτῷ, ὡς περιττὴν τῶν οἴκων εὐπρέπειαν ἔχοντι, καὶ ἐγκαλῶν ὡς ἀδικοῦσι τοὺς ὑπηρετουμένους καὶ κάμνοντας. Καθάπτεται τοῦ Ἰωακεὶμ, ὡς ἐξ ἁρπαγῆς οἰκοδομοῦντος λαμπρὰ, καὶ καλλωπίζοντος οἰκίας, μὴ μισθοὺς ἀποστεροῦντος μισθωτοῦ. Τί τὴν οἰκίαν οἰκοδομεῖς, καὶ σωτηρίαν τῆς σαυτοῦ ψυχῆς καθαιρεῖς; Ὁ πλησίον ἐργᾶται· εἰ γὰρ ἀλλότριος ἦν, ἀποστερηθῆναι τῶν μισθῶν ἔδει. Μὴ βασιλεύσεις, ὅτι ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Τουτέστι, Μὴ γὰρ ἐπιμενεῖς τῇ βασιλείᾳ, καὶ ἄγαν εἰς ὕψος ἐγείρεις τὰς οἰκοδομάς; *Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα, καὶ δικαιοσύνην; Τότε ἀγαθὸν ἦν αὐτῷ. Ὁ πατήρ σου, τουτέστιν, ὁ Δαβὶδ ἐκεῖνος, οὐ περὶ ἀδικίαν ἔχων, καὶ οἴκων ἐπιμέλειαν, εὐδοκίμησεν, ἀλλὰ περὶ τὴν τοῦ Θεοῦ θεραπείαν ἀσχολούμενος. Ἤτοι τὸν Ἰωσίαν φησὶν, ἤτοι τὸν Ἄχαζ· τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τοῦ τρόπου. Ἰδοὺ οὐκ εἰσίν. Ὁρᾷς τὸ κάλλος ποῦ τίθεται; οὐκ ἐν τῷ τύπῳ τῶν μελῶν, ἀλλ' ἐν τῇ καλῇ χρήσει. *Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· Οὐ μὴ κόψωνται, οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφοὶ, καὶ τὰ ἑξῆς. Τινὲς μὲν ἔφασαν ἀπότμημα εἶναι τοῦτο τῶν ἔμπροσθεν· οἶμαι δὲ κεῖσθαι ἀκολούθως· τὴν δὲ ἔννοιαν ταύτην εἶναι ἡγοῦμαι· Ἐμνημόνευσε τῶν κατὰ τὸν Ἰωακεὶμ, ὧν προεῖπεν, ὡς ἂν πείσῃ αὐτοὺς ἀληθῆ εἶναι [τὰ] παρ' αὐτοῦ λεγόμενα. Συμψησθείς. Τί ἐστι, συμψησθείς; Σύμμαχός φησι· Ὡς κόπριον συλληφθείς. Ὁ γὰρ Βαβυλώνιος αὐτὸν ἀνελὼν, οὕτως ἔῤῥιψε, καὶ οὐκ ἐτάφη. Ἢ ἐτάφη καθάπερ ὄνος, συμφυρεὶς σποδῷ καὶ γῇ καὶ κονιορτῷ. Ἐκ γὰρ τοῦ θορύβου οὔτε ἐκόπη, οὔτε ἀπεπλύνθη αὐτοῦ τὸ σῶμα· [τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον·] οὗτος γὰρ ἦν ὁ χαλεπώτατος πάντων. Ὁρᾷς παῤῥησίαν προφήτου, οἷα αὐτὸς προλέγει, καὶ οὐχ ὑποστέλλεται; *Ἀνάβηθι ἐπὶ τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης. Τουτέστι, Ταῦτα λέγων οὐκ ἠκουόμην. Ἆρα ἀνέβαινε; οὐκ ἔγωγε οἶμαι, ἀλλ' ὥστε κατάδηλον γενέσθαι τὴν φωνήν. Ὅτι συνετρίβησαν. Τοὺς συμμάχους αὐτῆς λέγει, οἷς ἐθάῤῥει. Ἐλάλησα ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, Οὐκ ἀκούσομαι. Τουτέστιν, ἐφεστώτων κακῶν, ἐκήρυξα, καὶ ἀπείπαντο τῶν λόγων τὴν παραίνεσιν. Καὶ εἶπας· Οὐκ ἀκούσομαι. Καὶ ὃ πρότερον εἶχεν ἀρετῆς λόγον, καὶ τοῦτο ἀπώλεσε τὸ, ὅτε ἀπέκτονεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καίτοι τίς ἐν θλίψει οὐκ ἂν ἀκούσειεν; καὶ οὐ νῦν, ἀλλ' ἀεὶ τοιαύτη γέγονας. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Ἐφ' οἷς προσεδόκας εἶναι ἐν ἀδείᾳ. Ὅταν γὰρ εἴς τι θαῤῥῶμεν πρᾶγμα, ἀναιρεῖ αὐτὸ ὁ Θεός· ἵν' ἐπ' αὐτῷ λοιπὸν μὴ ἐλπίζωμεν, καὶ ἐπ' αὐτῷ προσδοκῶμεν. Ὅτι τότε αἰσχυνθήσῃ. Οὐ φαινομένων, φησὶν, ἀλλ' ἀναιρουμένων ἐκ τοῦ μέσου. Ζῶ ἐγὼ, λέγει Κύριος. Εἰ καθάπερ σφενδόνην τις συσφίγξει ἐπὶ τῆς χειρὸς περιφέρων, καὶ οὕτως αὐτὸν ἐγὼ ἔχοιμι, οὐδὲ οὕτως προστήσομαι αὐτοῦ· εἰ δὲ Θεὸς οὐ προστήσεται, τίς αὐτὸν ἐξαιρήσεται; Καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου. Καὶ ταῦτα κατὰ τὸν ὅμοιον τρόπον εἰρῆσθαι νομίζω. Ὅτι καὶ περὶ τοῦ Ἰεχονίου, φησὶν, ἔφασκον. Καὶ ἐπειδὴ ἐνόμιζον εἶναι ἐν ἀσφαλείᾳ. Τοῦτο μὲν, ὡς ἀπὸ τοῦ Βαβυλωνίου καταστὰς, τοῦτο δὲ, ὡς ἐν τῷ ναῷ, καὶ τῇ Ἱερουσαλὴμ τυγχάνων μηδὲν πείσεσθαι, προειπὼν αὐτῷ μὴ θαῤῥεῖν ἐπὶ τούτοις, καὶ τὸ ἔργον ἐξέβη. Τὸ οὖν, Ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἵνα εἴπῃ, Ἐν τῷ ναῷ, ἔνθα βοηθεῖν εἴωθα τοῖς ἐκεῖ οὖσιν. Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ αὐτὸς, τουτέστιν, ὁ Ἰεχονίας. Στόμα δὲ ἐξουδενωμένον διὰ τὴν βλασφημίαν· ἐκτετιναγμένον δὲ, ὡς ἀπωσμένου. Καὶ ἀποῤῥίψω σε. Λέγουσι δὲ αἱ Βασιλεῖαι, ὅτι καὶ τιμῆς ὕστερον ἀπήλαυσε, καὶ ὑψώθη ὕστερον ὁ θρόνος αὐτοῦ, ἴσως βελτίονος γενομένου· ὥστε καὶ ὅταν λέγῃ· Οὐ μὴ καθίσῃ ἐπὶ τοῦ θρόνου ἀπὸ τοῦ σπέρματος αὐτοῦ· εὔδηλον ὅτι τοιούτου μένοντος· πέρας γὰρ λαλήσω ἐπὶ βασιλείας καὶ ἐπὶ ἔθνος τοῦ κατασκάψαι, καὶ ἐὰν ἐπιστρέψουσιν, οὐδὲν ποιήσω. *Ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. Αἰχμάλωτος γὰρ ληφθεὶς ἐν ἀτιμίᾳ γέγονε, τῆς βασιλείας ἐκπεσών. Καὶ γὰρ ἦν ἀκάθαρτος· ἀλλὰ καὶ ἄλλως· Ἀκάθαρτος γέγονεν εἰς ἀλλοτρίαν ἀπελθὼν γῆν. Γῆ, γῆ, ἄκουσον. Ἐπειδὴ οὐδεὶς οὐκ ἤκουσε τῶν ἀνθρώπων, διὰ τοῦτο πρὸς τὴν ἄψυχον διαλέγεται. Τί δέ ἐστιν ἐκκήρυκτον; Ἄτιμον, φησίν· Ἀκύλας μὲν, ἀναύξητον φησίν· ὁ δὲ Σύμμαχος· Κενὸν, ἀπηλλοτριωμένον. Τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνθρωπον τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ἀνευόδωτον ἄνθρωπον ἐν ταῖς ἡμέραις αὐτοῦ. Τουτέστι, Τοῖς παροῦσι μαρτύρομαι, ὡς ἀλλότριον ἑαυτοῦ ὁ Θεὸς τοῦτον ἐποιήσατο, καὶ σημειώσασθε τὸν λόγον τοῦτον. Τοῦτο γὰρ βούλεται τὸ, γράψον· τῷ γὰρ πλήθει γράψαι παρῄνεσεν. Τὸ δὲ ἀνευόδωτον, σαφῶς ἡρμήνευσεν ἐπάγων· Ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ. Ἀντὶ γὰρ τούτου, οὐχ ὁ υἱὸς ἐβασίλευσεν, ἀλλ' ὁ θεῖος ὁ τοῦ Ἰωακεὶμ ἀδελφός.