Ancient Greek · ~15 min
ΚΕΦΑΛ. ΛΗʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΛΗʹ.1
Not analysed yet
Καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλ' ἢ βόρβορος, καὶ ἦν Ἱερεμίας ἐν τῷ βορβόρῳ. Ὑπαίθριος ὢν ὁ λάκκος, πηλοῦ ἐπληροῦτο. Ἔῤῥιψαν τοίνυν αὐτὸν, καὶ ἐβυθίσθη, καὶ ἐνεπάρη τῷ πηλῷ· οὐ μὴν ὅλος ἐβαπτίσθη· οὐδὲ γὰρ ζῇν οὕτως ἠδύνατο. Ἐπονηρεύσω ἃ ἐποίησας. Οὐδὲν ἠδίκησεν ὁ ἀνήρ· τὸ πᾶν τῆς ἐκείνων κακίας γέγονεν· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ταῦτα εἰργάσαντο εἰς τὸν ἄνθρωπον τοῦ Θεοῦ. Καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους μεθ' ἑαυτοῦ, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγεων. Τουτέστιν, εἰς τὸν στάβλον. Ὑπόγεων γὰρ ἵνα εἴπῃ, τὴν εἰς τὸ φανερὸν οὖσαν. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει. Καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη, καὶ παλαιὰ σχοινία, καὶ ἔῤῥιψεν αὐτὰ πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ τὰ ἑξῆς. Ἔλαβε τῶν ἵππων τὰ στρώματα, καὶ τὰ πιλωτὰ, ἃ ἔθος ἐπιστρωννύειν τοῖς ἐπικαθίσμασι. Τὸ γὰρ ἔμπροσθεν πάλιν λεγόμενον· Καὶ τὰ παλαιὰ ῥάκη, καὶ τὸ μαλέην, τοῦτο μηνύει· τουτέστι, τὰ πιλωτά. Ὥστε κἀντεῦθεν τὰ παλαιὰ σχοινία. Ἀντὶ τοῦ τὰ παλαιὰ ὑποστρώματα τῶν ἵππων λέγει. Ταῦτα τοίνυν ῥίψας τῷ προφήτῃ φησί· Θὲς αὐτὰ ὑπὸ τοὺς ἀγκῶνας τῶν χειρῶν σου, ὑπὸ κάτω τῶν σχοινίων. Ἀντὶ τοῦ, ὑπὸ τὰς μάλας, ἵνα οὕτως ἀσφαλῶς δεδεμένος ἀναχθῇ. Καὶ εἶπεν Ἱερεμίας. Τίνος ἕνεκεν ἀκοῦσαι βούλει; ἵνα με ἀνέλῃς, ταύτῃ μάλιστα αὐτοῦ θυμὸν κατασπᾷ· καίτοι μεγίστη ἀρετὴ προφήτου, ὅταν μὴ μόνον προλέγῃ τὰ φορτικὰ, ἀλλὰ καὶ διέξοδον εὑρίσκει τῶν δεινῶν. Τοῦτο γὰρ ὄντως προῤῥήσεως. Ἐπειδὴ τί κέρδος εἰπέ μοι, λύπην καὶ ἀθυμίαν κερδαίνειν μόνον, καθάπερ οἱ τῶν ἔξωθεν; Ἀλλ' οὐχ οὕτω. Ζῇ Κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε. Τουτέστιν, Ὁ τῆς ζωῆς Κύριος αὐτὸς μάρτυς, ὡς οὐδέν σε διαθήσω πονηρόν. Ὅτε ὑπὲρ αὐτῆς ἀγωνιᾷ καὶ δέδοικε, τότε αὐτὴν ὅρκον ποιεῖται. Καὶ εἶπεν αὐτῷ Ἱερεμίας. Τί οὖν Ἱερεμίας; τὰ χρηστὰ λέγει πρῶτον, εἶτα τὰ φορτικά. Καὶ εἶπεν ὁ βασιλεὺς Σεδεκίας τῷ Ἱερεμίᾳ· Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. Ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Βασιλεύς εἰμι, καὶ μόνος ἐξελθεῖν οὐ δύναμαι· ἐὰν οὖν θελήσω ἐξελθεῖν, καὶ δοῦναι τοῖς Χαλδαίοις ἐμαυτὸν, αὐτοὶ οἱ τῆς πόλεως φθάνουσιν ἀνελεῖν με. Τούτων πρόφασις ἦν, καὶ σκῆψις ἀπιστίας. Οὐ πιστεύεις τῷ προφήτῃ; Μὴ γὰρ ἀπὸ λογισμῶν φθέγγεται. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε. Τινὲς μὲν οὕτως ἡρμήνευσαν. Οἶμαι δὲ ταύτην μᾶλλον σώζεσθαι τὴν ἔννοιαν, ὅτι εἰρήνην μοι προφητεύουσιν ἅπαντες Ἰουδαῖοι, καὶ μὴ παραδοθῆναί με εἰς χεῖρας τῶν Χαλδαίων, μηδὲ πείσεσθαί μέ τι παρ' αὐτῶν δεινόν. Τὸ οὖν εὐθὺς ἐπαγόμενον παρὰ τοῦ Ἱερεμίου, Οὐ μὴ παραδώσουσί σε, κατ' εἰρωνείαν εἴρηται· τουτέστι, Μὴ πείθου αὐτοῖς Ἄκουσον δὴ τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σὲ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. Τουτέστιν, Ἄμεινόν σοί ἐστι πεισθῆναί μοι, καὶ μὴ ἀπατᾶσθαι τοῖς ἐκείνων λόγοις, ὅτι δὲ ταύτην τὴν ἔννοιαν μᾶλλον ἔστι λαβεῖν ἐκ τῶν ῥητῶν, ἀπὸ τῶν ἀκολούθων ἄν τις κατίδοι. Ἐπάγει γὰρ εὐθύς· Καὶ εἰ μὴ θέλεις ἐξελθεῖν· οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος· Ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλελειμμέναι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξάγονται πρὸς τοὺς βασιλέας Βαβυλῶνος, καὶ αὐταὶ λέξουσιν· Ἠπάτησαν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου, καὶ οὐ κατισχύσουσιν ἐν ὀλισθήματι ποδός σου, καὶ ἀποστρέψουσιν ἀπὸ σοῦ. Τουτέστιν, Ὑφεστώσης τῆς ἁλώσεως, τότε ὁμολογήσουσι τῶν ἐμῶν λόγων τὴν ἀλήθειαν, καὶ λέξουσι πρὸς σὲ, ὡς οἱ τὴν εἰρήνην σοι προμηνύοντες μάτην ἠπάτησαν, ἰσχυρότερον ἐκείνων τὸν λόγων σοῦ νενομικότος τῶν παρ' ἐμοῦ σοι λεγομένων. Τὸ δὲ, ἐν ὀλισθήματι ποδός σου, τουτέστι, Παρατρέψαντές σου τὴν ἐπὶ τοῖς ἀληθῶς λεγομένοις πίστιν. Τὸ δὲ, Καὶ ἀποστρέψουσιν ἀπὸ σοῦ, τουτέστιν, Αἰχμάλωτοι ληφθεῖσαι, ἀπαχθήσονται, καὶ οὐδενὸς ἀπολαύσεις, ὧν νῦν ἀπολαύεις. Καὶ εἶπεν αὐτῷ. Καὶ μὴν χωρὶς προσδιορισμοῦ ὤμοσας.