Ancient Greek · ~3 min
ΚΕΦΑΛ. ΛΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΛΘʹ
Not analysed yet
*Καὶ κατέλαβον τὸν Σεδεκίαν ἐν Ῥαβὼθ Ἱεριχώ. Τουτέστιν, ἐν τῇ πεδιάδι τῆς Ἱερουχοῦντος. *Καὶ ἔδωκαν αὐτὸν πρὸς Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφὰμ, καὶ ἐξήγαγον αὐτὸν εἰς Σαφὶς, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. Σαφὶς ὄνομα τόπου. Καὶ ἀπέστειλαν. Καὶ οἱ μὲν πολέμιοι δεθέντα τὸν προφήτην ὑπὸ τῶν οἰκείων λύουσι, καὶ κύριον ἀφιᾶσιν ὅποι βούλοιτο πορευθῆναι. Οἱ δὲ τεσσαράκοντα ἔτη ἀπολελαυκότες φωνῆς, οὐ συγγένειαν, οὐ πατρίδα, οὐκ ἄλλο αἰδεσθέντες οὐδὲν, θηρίων ἀγριώτεροι γεγόνασιν. Καὶ μετ' ὀλίγα· Ἵνα ὅταν ἴδῃς καὶ ἐπὶ Χριστοῦ τοῦτο γενόμενον, σταυρούμενον ὑπὸ Ἰουδαίων, προσκυνούμενον δὲ ὑπὸ ἐθνῶν, μηδὲν ξένον εἶναι νομίσῃς, μηδὲ θορυβηθῇς, μηδὲ λέγῃς· Καὶ πῶς ἂν ἔχοι λόγον, τὸν ἐπὶ σωτηρίᾳ καὶ προστασίᾳ παραγενόμενον, τοσούτοις διαθεῖναι κακοῖς. Καὶ οὐ μὴ δώσω σε. Οὐ γὰρ συναπόλλυται δίκαιος μετὰ ἀσεβείας.