Ancient Greek · ~9 min
ΚΕΦΑΛ. Μʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Μʹ
Not analysed yet
Καὶ ἔλαβεν αὐτόν. Μανθάνει λοιπὸν πᾶσα ἡ στρατιὰ τὴν ἰσχὺν τῆς προφητείας. Ὁ δὲ Σεδεκίας ἔφυγε· προσεδόκησε γὰρ παραγράψειν τὴν προφητείαν. Ἀλλ' ἑάλω, καὶ δεινὸν ὁρᾷ πάθος· μάρτυς ἐγένετο τῆς σφαγῆς τῶν παίδων. Τοσοῦτον εἴασεν ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὅσον μαθεῖν τὰς οἰκείας συμφοράς. Καὶ μετ' ὀλίγα· —Καὶ ἔδωκε τῷ Γοδολίᾳ τὸν Ἱερεμίαν. Καὶ ὅρα τοῦ Θεοῦ τὴν οἰκονομίαν· πάντων ὁρώντων, καὶ δεδεμένων ἁπάντων, οὗτος λύεται· λαμπρὸν αὐτῷ τὸ θέατρον γίνεται· μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα· μαρτυρεῖ καὶ αὐτὸς ὁ χαρισάμενος. Οὐκ ἤκουσας Ἱερεμίου, Ἰουδαῖε· ἄκουσον τοῦ Βαρβάρου λέγοντος· Κύριος ὁ Θεός σου ἐχρημάτισεν ἐπὶ τὸν τόπον τοῦτον πάντα τὰ κακὰ ταῦτα, καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς. Ἠπίστησας τοῖς τοῦ Θεοῦ λόγοις, ὄψει τούτους [ἄλλ. τοὺς] πιστεύοντας· ἐκείνους ἔχε διδασκάλους λοιπόν. Ἰδοὺ ἔλυσά σε. Ὅρα, τίνας ἀνέμεινε λῦσαι τὸν προφήτην. Εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ' ἐμοῦ. Μεῖζον αὐτῷ δίδωσιν, ἢ εἰ τὴν πατρίδα δέδωκεν αὐτῷ. Πᾶσαν αὐτῷ τὴν οἰκουμένην ἀνοίγνυσιν, ὅπερ οὐκ εἶχεν ὅτε ἐπὶ τῆς πατρίδος ἦν. Ἀλλὰ βουλόμενον δι' ἄρτους ἐξελθεῖν, ἔδησαν. Ὅρα, πόση τιμὴ παρὰ τῷ Βαρβάρῳ Πόθεν τοῦτο γεγένηται; εὔδηλον ἀπὸ τῆς τοῦ Χριστοῦ χάριτος. *Καὶ πρὶν ἀπαλλαγῶ ἐγὼ, ἀπότρεχε σὺ, καὶ ἀνάστρεψον πρὸ τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ, καὶ τὰ ἑξῆς. Ἔτι τοῦ στρατοῦ συνηγμένου, ὅτι παρὰ τοῦ βασιλέως ἀποσταλεὶς ἀπέπεμψε τὸν προφήτην, ὡς ἂν μὴ μόνον αὐτὸν εὑρηκότες ἀλλότριον ἀνέλωσι. Τοῦτο τίνος ἕνεκεν; ἵνα μηδὲν ἕξῃ κακουργῆσαι τὴν ἐμὴν χάριν μετὰ τὴν ἀναχώρησιν. Ἢ ὥστε πάντων ὁρώντων, τοῦτο γένηται. Καὶ ἦλθε πρὸς Γοδολίαν. Θέα μοι οἰκονομίαν Θεοῦ, καὶ μετὰ τὴν τιμωρίαν πολλὴν ἔχοντα αὐτῶν τὴν πρόνοιαν· οὐ συνεχώρησε τὴν Βαβυλῶνα καταλαβεῖν τὸν Ἱερεμίαν. Ἐπειδὴ γὰρ εἰς δύο διῄρητο μέρη τὰ τοῦ λαοῦ πράγματα, καὶ οἱ μὲν εἰς Βαβυλῶνα ἀπήχθησαν, οὗτοι δὲ εἰς Αἴγυπτον ἔμελλον αἰχμαλωτίζεσθαι, τούτοις ἐτήρησε τοῦτον. Εἶχον ἐκεῖνοι τὸν Δανιὴλ καὶ τὸν Ἰεζεκιήλ. Οὐ βούλεται τοίνυν παντὸς τοῦ σώματος τοῦ κάμνοντος, εἰς ἓν συναγαγεῖν τοὺς ἰατροὺς, ἵνα μὴ τὸ μὲν πλέον τοῦ δέοντος ἀπολάβῃ, τὸ δὲ μηδὲ ὅλως, ἀλλ' ἕκαστον κατὰ τὴν συμμετρίαν. Ἀλλ' ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐγένετο, πανταχοῦ διασπειρομένων αὐτῶν, ὥστε μὴ εἰς ἓν συνελθεῖν τοὺς ἀστέρας, τοῦτο καὶ ἐπὶ τῶν προφητῶν τότε μάλιστα γίνεται.