Ancient Greek · ~4 min
ΚΕΦΑΛ. ΜΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΑʹ
Not analysed yet
Καὶ ἀνέστη Ἰσμαήλ. Τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι τὸν ἄνθρωπον, χρηστὸν ὄντα καὶ ἐπιεικῆ, καὶ τοσαύτης Ἰουδαίοις προστασίας μεταδιδόντα, καὶ τὰ ἑξῆς ὅσα γράφουσιν ἄνωθεν; *Τὸ δὲ φρέαρ, εἰς ὃ ἔῤῥιψεν Ἰσμαὴλ πάντα τὰ σώματα τῶν ἀνδρῶν ὧν ἀπέκτεινε μετὰ Γοδολίου, φρέαρ μέγα ἐστὶν, ὃ ἐποίησε βασιλεὺς Ἀσὰν ἀπὸ προσώπου βασιλέως Ἰσμαὴλ, ἡνίκα τὴν Ῥαμὰ κτίσαι ἠβουλήθη ὁ Βαασά. Ἐπὶ δὲ συμμαχίαν τοῦ Σύρου ἀπέστησεν αὐτὸν τοῦ ἔργου· Ἀσὰν αὐτόθι πόλιν κτίσας, ἐπειδὴ ἔνδεια ὕδατος ἦν, ὤρυξε μέγιστον φρέαρ, ὥστε τοῖς οἰκοῦσιν εἶναι παραμυθίαν τῶν ὑδάτων τὴν συναγωγήν. Περὶ ἐκείνου τοίνυν λέγει νῦν. Πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαὴλ, καὶ ᾤχοντο πολεμεῖν μετὰ Ἰσμαὴλ υἱὸν Ἀθαναίου, καὶ εὗρον αὐτὸν ἐφ' ὕδατος πολεμίου ἐν Γαβαών. Τουτέστι, τῶν ὑδάτων τὴν πλημμύραν παρεληλυθότα, ὥστε μηδὲ ἁλῶναι δύνασθαι· τριβόμενοι γὰρ περὶ τὴν τῶν ὑδάτων δίοδον, χώραν ἐκείνῳ ἐδίδοσαν εἰς παντελῆ φυγήν· περιττὸν τοίνυν ἡγησάμενος ἔτι διώκειν τὸν οὐ συλληφθησόμενον, ὑπέστρεψεν εἰς τὴν Ἰουδαίαν.