Ancient Greek · ~4 min
ΚΕΦΑΛ. ΜΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΒʹ
Not analysed yet
Καὶ προσῆλθον πάντες. Ἴσασιν ἀναξίους ἑαυτοὺς ὄντας τοῦ τυχεῖν ἀποκρίσεως, ἐπειδὴ πολλάκις ἠπίστησαν τοῖς εἰρημένοις. Διὰ τοῦτό φησιν, Ἐλέησον ἡμᾶς, εἰ καὶ ἀνάξιοί ἐσμεν. Καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι. Μάρτυρα ὧν συμφορῶν σε, φησὶν, ἔχομεν. Εἰπάτω, φησὶν, ἡμῖν ὁ Θεὸς, τί δεῖ πρᾶξαι. Οἱ περισπούδαστον οὕτω πρᾶγμα νομίσαντες, μετὰ τὸ τυχεῖν πῶς ὕπτιοι γίνονται. Καὶ αὐτοὶ εἶπον τῷ Ἱερεμίᾳ. Ἡμεῖς σε ἀπεστείλαμεν, καὶ παρεκαλέσαμεν, καὶ ἀνάγκην ἔχομεν, ὅπερ ἂν ἐπιτάξῃ, πάντας ἀκούσειν εἴτε ἀγαθὸν, εἴτε κακόν· πρόχειροι περὶ τὰς ἐπαγγελίας, περὶ δὲ τὰς πράξεις οὐδαμοῦ. Ἐὰν καθίσαντες καθίσητε. Καὶ τί τὸ ὄφελος, ἐὰν τὸ αὐτὸ πάθωμεν; Καὶ φυτεύσω ὑμᾶς. Ἐδώκατε τιμωρίαν οὐ τὴν τυχοῦσαν. Μὴ φοβήθητε. Τί τούτου ἀξιοπιστότερον τοῦ ῥητοῦ; Καὶ εἰ ἐλέγετε ὑμεῖς; Ὁρᾷς, πῶς αὐτοῖς ἀποκαλύπτει τὰς οἰκείας διανοίας; ὅπερ μέγιστον τεκμήριον ἦν τοῦ προφητείαν εἶναι τὸ πρᾶγμα, οὐχ ὅτι μόνον ἐβούλοντο εἰσελθεῖν, ἀλλὰ καὶ τί προσδοκῶντες ἔλεγον.