Ancient Greek · ~13 min
ΚΕΦΑΛ. ΜΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΓʹ.1
Not analysed yet
*Καὶ εἶπεν Ἀζαρίας υἱὸς Ἰωσίου, καὶ Ἰωαννὰν υἱὸς Καρίε, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, οἱ εἰπόντες Ἱερεμίᾳ, Δεήθητι ὑπὲρ ἡμῶν πρὸς Κύριον. Εἶπον λέγοντες τῷ Ἱερεμίᾳ· Ψευδῆ σὺ λαλεῖς. Οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων· Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ. Ἀλλὰ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δώσει ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς, καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα. Τουτέστιν, Οὐ κατὰ γνώμην Θεοῦ ταῦτα πρὸς ἡμᾶς ἐφθέγξω, ἀλλὰ ταῦτά σοι συνεβούλευσε Βαροὺχ εἰπεῖν πρὸς ἡμᾶς, τοῖς Χαλδαίοις χαριζόμενος, ἐπειδήπερ ἐκεῖνοι νῦν ἐν τῷ κρατεῖν τυγχάνουσι. Τίνος ἕνεκεν, εἰπέ; διὰ παντὸς τοῦ χρόνου οὐκ ἐλάβετε πεῖραν αὐτοῦ τῆς γνώμης; Εἰ καὶ μηδὲν ἕτερον, οὐχὶ κύριος ὢν ἀπελθεῖν ὄποι βούλεται, μεθ' ὑμῶν εἵλετο μένειν; Καὶ Ἱερεμίαν τὸν προφήτην. Τίνος ἕνεκεν ἠκολούθησαν οὖτοι; ἵνα μὴ χεῖρόν τι γένηται κακόν. Ὅρα τὴν πρώτην νόσον. Πάλιν εἰς Αἴγυπτον. Πῶς ἑαυτοῖς ἀεὶ τὰ κακὰ ἐπισπῶνται. Ἀλλ' ὅμως οὐδὲ ἐκεῖ παραγενομένους εἴασεν ὁ Θεὸς, οὐδὲ εἶπε· Τί τὸ κέρδος; λοιπὸν κατῆλθον εἰς Αἴγυπτον. Ἀλλ' ὅρα αὐτοῖς οἷα προφητεύει ὁ Ἱερεμίας, στόμα Θεοῦ ὤν. Καὶ οὐδαμοῦ σκοπῶν εἴ τι ἐλύπησαν, ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος πανταχοῦ παρακολουθεῖ τῷ παιδὶ μαινομένῳ· οὐχ ἁπλῶς δὲ μετὰ ταῦτα τὰ τοῦ Βαροὺχ ἔθηκεν. Λάβε σεαυτῷ λίθους μεγάλους. Τίθησι λίθους ἐν τῷ πλινθίῳ. Ποιεῖ τι ἀεὶ σωματικὸν, ἵνα πείσῃ, ὥστε αὐτοὺς καταπλῆξαι πλέον. Ἀλλ' οὐκ ἴσχυσεν αὐτοὺς ἑλεῖν οὐδὲ πεῖσαι. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων, καὶ τὰ ἑξῆς. Προσέταξεν αὐτῷ Θεὸς ἐπὶ τοῦ τόπου τῶν πλίνθων· τοῦτο γάρ ἐστιν ἐν τῷ πλινθείῳ λίθους καταθέσθαι, ὥστε εἶναι σχῆμα θρόνου, καὶ πηλῷ καταχρίσαι. Καὶ οὕτω προεῖπε τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ ὡς ἑλὼν τὴν πόλιν ὑπ' ἐκείνου τοῦ τόπου τὸν ἑαυτοῦ θρόνον θήσει. Τοῦτο δὲ προσέταξεν αὐτῷ ποιῆσαι, ὅπως ἂν μὴ μάτην φθέγγησθε. Ὁρῶντες γὰρ, ὅτι ἐν Αἰγύπτῳ ἔνθα ὁ βασιλεὺς ἐκαθέζετο τῆς Αἰγύπτου ὑπ' αὐτῶν τῶν βασιλειῶν τοῦτο ἐποίει, οὐκ ἔτι λέγειν ἐδύναντο κατὰ χάριν τοῦ Βαβυλωνίου μηνύειν ἐκείνου τὴν ἄνοδον. Μᾶλλον γὰρ ἂν τῷ παρόντι πρὸς χάριν ἐφθέγξατο, ἢ τὸν ἀπόντα καὶ μηδὲν ἀκούοντα ἐκολάκευσεν. Καὶ θήσει τὰ ὅπλα αὐτοῦ ἐπάνω αὐτοῦ, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ' αὐτοὺς, καὶ εἰσελεύσεται, καὶ πατάξει τὴν γῆν Αἰγύπτου. Ἀσαφῶς κεῖται ἐν τῷ Ἑλληνικῷ· ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τὴν σκηνὴν αὐτοῦ ἣν ἔθος τοῖς βασιλεῦσιν ἐν ταῖς στρατοπεδείαις ποιεῖσθαι, ἐνταῦθα πήξει· τὸ οὖν, θήσει τὰ ὅπλα αὐτοῦ, ὁ Ἑβραῖος, καὶ τανύσει τὴν σκηνὴν αὐτοῦ, ἔφη· σώζεται δὲ ἡ αὐτὴ ἔννοια ἐν ἑκατέρῳ. Δῆλον γὰρ, ὡς τὰ βασιλικὰ ὅπλα ἐπὶ τῆς σκηνῆς τοῦ βασιλέως ἔκειτο. Καὶ θήσω αὐτοῦ τὸν θρόνον. Εἶτα ἵνα μὴ στοχασμὸν νομίσῃς, καὶ τὸν τόπον λέγει, ἔνθα θήσει τοὺς λίθους. Καὶ καύσει πῦρ. Καὶ περὶ τῶν θεῶν αὐτῶν λέγει, ἵνα μὴ εἰς ἀσέβειαν ἐκκλίνωσιν, ἀλλ' οὐδὲν πλέον ἐγένετο. Καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθερεῖ γῆν Αἰγύπτου, ὡς φθερίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. Τουτέστι, τὸ παλαιόν· οὕτως εὐκόλως καθέξει τῆς Αἰγύπτου ὁ Ναβουχοδονόσορ. Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς Ἐνὼν, καὶ τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει πυρί. Ἐνὼν ὄνομα πόλεώς ἐστι πλησίον Τάφνας Ἴσως δὲ κατὰ μὲν Ἕλληνας Ἡλιούπολις ἐκαλεῖτο, κατὰ δὲ τὴν Αἰγυπτίων φωνὴν Ἐνών.