Ancient Greek · ~13 min
ΚΕΦΑΛ. ΜΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΔʹ.1
Not analysed yet
Οὕτως εἶπε Κύριος. Ὅρα, τί τούτου ἂν γένοιτο σαφέστερον; ἐν ὄψεσιν εἶχον τὰ παραδείγματα. Οὐκ ἦν ταῦτα ῥήματα, ἀλλὰ πράγματα ἃ ἐβόα. Τὴν αἰτίαν ᾔδεσαν τῶν συμβεβηκότων. *Καὶ οὐκ ἔσονται αὐτοῖς σεσωσμένος, οὐδὲ περιλειπόμενος οὐδεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν ἐλθόντων παροικεῖν ἐν τῇ Αἰγύπτῳ, τοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα ἐφ' ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν, τοῦ ἐπιστρέψαι ἐκεῖ οὗ μὴ ἀποστρέψουσιν οἱ διαπεφευγότες. Πᾶσιν ἀπειλεῖ θάνατον τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν, ὡς μαχομένοις τῇ τοῦ Θεοῦ γνώμῃ καὶ χείρονα πείσεσθαι, ἢ τοὺς ἐν Ἱεροσολύμοις· σώζεσθαι μόνους ἔφη ἐκείνους, οἳ τῶν κακῶν καταλαβόντων τὴν Ἰουδαίαν μεταδιώξουσι, ὡς ἂν γνοῖεν ἄμαχον οὖσαν τοῦ Θεοῦ τὴν ἰσχὺν, ἀφ' ὧν καὶ τοὺς δοκοῦντας εἶναι ἐν ἀσφαλεῖ, ὑποχειρίους δίδωσι τοῖς ἐχθροῖς, καὶ ἔρημον οὖσαν τὴν γῆν οἰκίζει, σώζων ἅπαντας τοὺς ἐπ' αὐτὴν καταφεύγοντας· καὶ ὅτι τοῦτο οὕτως ἔχει, δηλοῖ προϊὼν σαφέστερον οὕτω λέγων· Ὁ λόγος ὃν ἐλάλησε. Αὕτη βασίλισσα οὐρανοῦ, εἰπέ μοι; Θεὸς ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἀεὶ ἀκούεις, συνεχῶς· καὶ ταύτην βασίλισσαν καλεῖς, τὴν σελήνην; Καὶ καλῶς ἦν ὑμῖν. Πόθεν οὖν ὁ λιμὸς, εἰπέ μοι; πόθεν ὁ θάνατος; Ὢ τῆς ἀναισχυντίας. Διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει. Οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε. Οὐχὶ διὰ τοῦτο ἡ αἰχμαλωσία, φησίν; οὐχὶ διὰ τοῦτο πάντα τὰ κακά; Πῶς καλῶς ἦν ὑμῖν; οὐχὶ διὰ τοῦτο οὐκ ἠδυνήθη ὑμᾶς ἐνεγκεῖν ὁ Θεός; Τί κακίας χεῖρον γένοιτο ἄν; ποῖοι μαινόμενοι ἐφθέγξαντο ἂν ταῦτα τὰ ῥήματα; Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι. Ἀπειλεῖ πάλιν λιμὸν καὶ δεσμοὺς ἀνασωζομένους, ἵνα μάθωσιν, ὅτι ἀληθῆ ταῦτά ἐστιν. Καὶ μετ' ὀλίγα· Διὰ τοῦτο οὕτως αὐτοὺς ἀφῆκεν, ἵνα ἀπολογῆται πρὸς σὲ, ὅτι δικαίως αὐτῶν τὴν πόλιν ἐνέπρησεν. Ὅταν γὰρ οἱ διαφυγόντες τοιοῦτοί εἰσι, τί χρὴ περὶ τῶν ἄλλων εἰπεῖν; Καὶ ἐκλείψουσι πᾶς ἀνὴρ Ἰούδα, οἱ κατοικοῦντες ἐν τῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι, καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἀποστρέψουσιν ἐκ γῆς Αἰγύπτου ἐν γῇ Ἰούδα· ὀλίγοι ἀριθμῷ ἄνδρες. Ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾷν τῇ βασιλίσσῃ. Τουτέστι, τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Κἀνταῦθα δὲ ἡ ὁμωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποιήσατο Μελχὲδ γὰρ στρατιά ἐστι, Μελχὲθ δὲ βασίλισσα. Οὕτως δὲ ἀναισχύντως τὴν ἀσέβειαν μετιοῦσιν αὖθις ἀπειλήσας παντελῆς αἰχμαλωσίαν, ἀπόδειξιν τῶν λόγων ποιεῖται τὰ παρόντα· φησὶ γάρ· Λόγος τίνος ἐμμενεῖ. Τί δὲ, τίνος ὁ λόγος μενεῖ, δείκνυσιν ὡς ἐν τοῖς κακοῖς με ζητοῦντες οὐχ εὑρήσετε· οἱ δὲ κατάλοιποι διὰ τῶν ὑμετέρων παθημάτων ὠφεληθήσονται. Καὶ τοῦτο τὸ σημεῖον. Σημεῖον τῶν ὑμετέρων κακῶν ὁ Φαραὼ ἁλωσόμενος. Ἐμῇ γὰρ βουλῇ καὶ ὁ Βαβυλώνιος Σεδεκίαν εἴληφεν, οὐκ ἰδίᾳ δυνάμει· πείσεται δὲ καὶ οὗτος, ἅμα μένων ἀσεβὴς, ἅμα δὲ καὶ πρὸς αἴσθησιν ἄγων ἡμᾶς, ὡς Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσι. Συμπεράνας δὲ ταύτην τὴν προφητείαν ἱστορίᾳ συμπεπλεγμένην, πρεσβυτέρας ἀναμιμνήσκει προφητείας, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ τῷ Βαροὺχ εἰπεῖν προσετάχθη. Οὕτως εἶπε Κύριος· Ἰδοὺ γὰρ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὔαφρι βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ δέδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Τῆς γὰρ Ἱερουσαλὴμ ἁλούσης, δείσας περὶ τῶν ὅλων ὁ Αἰγύπτιος, περὶ τὸν Εὐφράτην συμβάλλει τῷ Βαβυλωνίων βασιλεῖ, ἡνίκα καὶ ἑάλω. Οὔπω τοίνυν τούτου δήλου τυγχάνοντος, ἀλλ' ἔτι μετεώρου τοῦ πολέμου καθεστῶτος, ἀπειλήσας τῆς Αἰγύπτου ἅλωσιν, καὶ Ἰουδαίοις ἀπώλειαν, ἀπόδειξιν τῶν λόγων τὴν ἧτταν τοῦ Φαραὼ ἔφη.