Ancient Greek · ~40 min
ΚΕΦΑΛ. ΜΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΕʹ.1
Not analysed yet
*Ὁ λόγος, ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτι ἔγραψε τοὺς λόγους τούτους ἀπὸ στόματος Ἱερεμίου ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα. Οἰηθείη μὲν ἄν τις οὐ κατὰ τάξιν ταῦτα κεῖσθαι παρὰ τῷ προφήτῃ, ὅθεν φησὶ, δεῖν ἐπισημαίνεσθαι, ὡς πολλαχοῦ ἐστι τοῦτο τῆς Γραφῆς τὸ ἰδίωμα, τῶν συνθέντων τὰς ἱστορίας, οὐ τῆς ἀκολουθίας φροντισάντων, ἀλλὰ τοῦ ὅπως δήποτε συνθεῖναι πρὸς ὠφέλειαν τῶν ἀναγινωσκόντων. Μᾶλλον δ' ἄν τις ἡρμόσθαι αὐτό φησι πρὸς τὰ ἡγούμενα. Ἐπειδὴ γὰρ ἔφη τῶν ἐν Αἰγύπτῳ μόνους σώζεσθαι τοὺς εἰς τὴν Ἰουδαίαν φεύγοντας, ἀπόλλυσθαι δὲ πάντας τοὺς λοιποὺς, οὐκ ἐπείσθησαν δὲ, ἀπὸ τῶν παλαιῶν ἐπιστώσατο τὸ λεγόμενον. Ὡς γὰρ πάλαι, φησὶν, ὁ Βαροὺχ ἐπὶ τοῦ Ἰωακεὶμ προλέγων τὰ δεινὰ μὴ ἀπολεῖται, ἐπαγγειλάμενος δὲ αὐτῷ Θεὸς ἀβλαβῆ ἐφύλαξε μόνον ἐξ ἁπάντων, οὕτω καὶ νῦν τοὺς πειθομένους σώζει. Οὕτως εἶπε Κύριος. Οὐχ ἁπλῶς μέμνηται τούτου τοῦ λόγου νῦν, οὐδὲ ἀκαίρως, ἀλλ' ἵνα μάθῃς, καὶ οἷος ὁ Βαροὺχ περὶ αὐτοὺς ἦν, πῶς θρηνεῖ καὶ ἀποδύρεται, ἀξιῶν περὶ αὐτῶν τὸν Θεόν. Αὐτὸς δέ φησι· Μὴ ζήτει μεγάλα. Ἐπεὶ σὺ Βαροὺχ εἶπας· Οἴμοι ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου. Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον. Ὁ Βαροὺχ ἀποστελλόμενος παρὰ τοῦ Ἱερεμίου τὰ κατὰ τῆς πόλεως ἐξειπεῖν, δεδοικὼς τὴν τοῦ βασιλέως ὀργήν, καὶ τῶν λοιπῶν τὴν ὠμότητα, ἀπιέναι οὐκ ἐβούλετο, ἐννοῶν δὲ πάλιν, ὅτι οὐχ ὁ τυχὼν κίνδυνός ἐστι παραβῆναι τοῦ προφήτου τοὺς λόγους (τοῦτο γάρ ἐστι τῷ Θεῷ πέμποντι ἀντειπεῖν), ἐν στενοχωρίᾳ κατείχετο· ἀπιών τε γὰρ θάνατον προσεδόκα, καὶ μὴ πειθόμενος οὐ διαφεύξεσθαι τὴν τιμωρίαν, οὔτε τῷ Θεῷ προσκρούων. Τὸ οὖν· Προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου· πόνον μὲν καλεῖ τὴν λύπην ἦν εἶχον περὶ τοῦ λαοῦ· κόπον δὲ τῆς ψυχῆς τὴν ἀνίαν, καὶ τὴν περὶ τοῦ μέλλοντος φροντίδα. Τὸ δὲ, Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον· ὡς ἐν φροντίδι ἐσχηκὼς τὸ πρᾶγμα, ὥστε μήτε ὕπνου μετὰ ἀνέσεως τυχεῖν. Οὕτως εἶπε Κύριος· Ἰδοὺ ἃ ᾠκοδόμησα ἐγὼ καθελῶ, ἃ ἐφύτευσα ἐγὼ ἐκτίλλω, καὶ σύμπασαν τὴν γῆν ἐκείνην, καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; μὴ ζήτει. Τουτέστιν, Οὐ προσήκοντα λογισμῷ δικαίῳ εἴληφας. Διὰ γὰρ τὴν ἀσέβειαν τοῦ πλήθους κατὰ πάντων ἀποφηναμένου, καὶ βουλομένου μου διὰ τῆς ἀπειλῆς ἀπαλλάξαι τῶν κινδύνων, σὺ οὐδὲ ἀθυμεῖν [ἴσ. εὐθυμεῖν] ἐθέλεις, ἢ φροντίδα τινὰ τοῦ πράγματος ποιεῖσθαι. Τὸ γὰρ, Σὺ ζητεῖς σεαυτῷ μεγάλα, τοῦτο σημαίνει· τουτέστι, τὸ μηδὲ λυπεῖσθαι· ὅτι γὰρ οὐ περὶ συμφορᾶς αὐτό φησι, μηνύει τὸ ἐπαγόμενον· φησὶ γάρ· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃ ἐκεῖ. Τουτέστι· Μὴ φοβοῦ· ἀπελθὼν εἰπὲ τῷ λαῷ τὰ παρὰ τοῦ προφήτου λεγόμενα, εὖ εἰδὼς, ὡς οὐ κοινωνήσεις αὐτοῖς τῆς συμφορᾶς, οὐδέ τι διαθήσουσί σε κακόν· τὸν δὲ τρόπον τῆς σωτηρίας ἀνωτέρω τέθεικεν ὁ Προφήτης, φήσας· Καὶ κατέκρυψεν αὐτοὺς Κύριος καὶ οὐχ εὑρίσκοντο. Καὶ σὺ ζητήσεις. Μίαν πόλιν ὅλην ἐξαρπάσαι κινδύνων προσκρουσασάν μοι ζητεῖς. Καὶ δώσω τὴν ψυχήν. Ὅπου δ' ἂν ᾖς, οὐ μὴ πείσῃ δεινόν. Ἀλλ' ὅμως καὶ οὕτως ἐπέκειτο. Ἵνα μάθῃς, ὅτι οὐχὶ τὸ ἑαυτοῦ ἐσκόπει, ἀλλὰ τὸ τῶν πολλῶν. Ἡμεῖς δὲ, ὅτε τὰ ἡμέτερα ἐν ἀσφαλείᾳ ἦν, τότε τῶν λοιπῶν ἐποιούμεθα λόγον. *Ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ποταμῷ Εὐφράτῃ ἐν Χάρμης, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα. Ὅτι ταῦτα τότε εἴρηται· οὐ γάρ ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ὁράσεως, ἀλλ', ὡς προέφην, τὰ τότε ῥηθέντα ὑπομιμνήσκει. Οὗτος γὰρ ὁ Νεχαὼ ἀνελὼν τὸν Ἰωσίαν κατέστησεν Ἰωάχαζ. Ἐπελθὼν δὲ ὁ Ναβουχοδονόσορ, ἀνεῖλε μὲν τὸν Ἰωάχαζ, κατέστησε δὲ τὸν Ἰωακείμ· ὡς οὖν τῆς αὐτοῦ βασιλείας παρασπωμένης ὁ Αἰγύπτιος εἰς τὸν Εὐφράτην γενόμενος συμβάλλει τῷ Ναβουχοδονόσορ. Ἰουδαίων τοίνυν μεγάλα περὶ τῆς δυνάμεως Αἰγυπτίων φρονούντων, καὶ πρὸς τὴν ἐκείνων συμμαχίαν κεχηνότων, ἀπειλεῖ καὶ τὴν ἧτταν, καὶ τὴν ἀπώλειαν τοῦ Νεχαὼ, καὶ κηρύξας πόλεμον, καὶ ματαίαν συμμαχίαν ἀποφηνάμενος ὡς πρὸς Ἰουδαίους ἀποτεινομένους. Ἄλλος ἦν ὁ Φαραὼ ὁ Οὐαφρὴν οὗτος ὁ Νεχαώ [τοῦ Νεχαώ]. Ὅρα πῶς διὰ παραδειγμάτων καὶ ἔμπροσθεν αὐτοὺς ἐσωφρόνιζεν ὁ Θεός. Ἡττηθεὶς σφόδρα οὗτος, ὅτε καὶ Ἰωακεὶμ ἀνῃρέθη· καὶ οὐδὲν ἐπιεικέστεροι γεγόνασι. Καὶ ὅρα ποῦ ἀπήντησεν, ἐπὶ Εὐφράτῃ. Ἀναλάβετε. Τίνος οὖν ἕνεκεν ἄρχεται τῆς προφητείας, λέγων καθοπλίζεσθαι; καὶ μετὰ πολλῆς τῆς ἀκριβείας ἔπεισι τὴν ὅπλισιν αὐτῶν πᾶσαν, μονονουχὶ τοὺς στρατηγοὺς μιμούμενος τοὺς ἄγοντας εἰς πόλεμον, καὶ παρακελευομένους; ἤτοι εἰρωνευόμενος τοῦτό φησι. Διότι οἱ ἰσχυροί. Ὅρα, καὶ τὸν τρόπον λέγει τοῦ πολέμου, ὥσπερ παρὼν, τίνι τρόπῳ ἁλώσονται. Μὴ φευγέτω. Οὔτε ποδῶν ταχύτης, οὔτε σώματος ἰσχὺς, οὔτε ἄλλο οὐδὲν ὠφελεῖ, πάντων περιβεβλημένων [ἴσ. ἀποβεβλημένων], εἰ μὴ πάρεστιν ἡ τοῦ Θεοῦ βοήθεια. Τίς οὗτος ὡς ποταμός. Οὐ διὰ τὸ μέγεθος καὶ μόνον αὐτῶν τῷ Νείλῳ παραβάλλει, ἀλλὰ καὶ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν ποταμὸν, καὶ τὴν ἀθρόαν ὁρμήν· καὶ δεικνὺς, ὅτι παρὰ τοῦ Θεοῦ ἡ στρατηγία· καὶ γὰρ ἐκεῖνος ὑπὸ Θεοῦ αὔξει. Ὅτι θυσία. Ἵνα δείξῃ, πῶς εὐφραίνει τὸν Θεὸν τὸ πρᾶγμα, οὐδὲν ἀνθρώπινον γίγνεται. Ἐπεὶ παρασκευάζεσθε ὑμεῖς, οὐδὲν κωλύω, ἵνα μάθητε, τὸ πρὸ τὸν Θεὸν πολεμεῖν περιττόν. Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρθένῳ θυγατρὶ Αἰγύπτου. Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου. Ὠφέλεια οὐκ ἔστι σοι. Τουτέστι, Σύμπραξον αὐτῇ καὶ σὺ μετὰ τῶν λοιπῶν. Γαλαὰδ γὰρ τοὺς Ἰσραηλίτας λέγει, ἀπὸ τοῦ τόπου ὀνομάσας τοὺς ἐνοικοῦντας. Ἦν δὲ καὶ ἱερέων πόλις, διό φησι· Λάβε ῥητίνην, τουτέστιν, ἔμπλαστρον. Ἵνα εἴπῃ, Ὡς πάλαι εὐσεβοῦσα ἐβοήθεις τῷ λαῷ διὰ τῆς ἱερατείας, οὕτω νῦν παρανομοῦσα δυνήθητι ἰάσασθαι τοὺς τραυματισθέντας ἐν τῷ πολέμῳ· ὠνείδιζον δὲ αὐτοῖς, ὡς πολλάκις διὰ προφητῶν τῶν αὐτόθι κατοικούντων τῆς σωτηρίας ἀξιωθέντων ἐν ταῖς πρὸς τοὺς ἐναντίους μάχαις. Ἵνα εἴπῃ, ὅτι Νῦν ἀσεβοῦσα, χρῆσαι ἐκ τῆς τῶν εἰδώλων συνεργίας τοῖς προκειμένοις, καὶ βοήθησον τῷ Αἰγυπτίῳ, ὃν προστάτην ἡγῇ. Καὶ τοῦτο εἰρωνευόμενος· ὅτι ὅσα ἂν ποιήσῃς, καὶ συμμάχους ὅσους ἂν καλέσῃς, ταῦτα περιττά. Ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησε. Τουτέστι, καὶ ὁ σύμμαχος, καὶ ὁ ἔξαρχος, ἐπὶ τὸ αὐτὸ ἔπεσον ἀμφότεροι· ἵνα εἴπῃ, Οὐδεὶς περιελείφθη τῶν μετὰ τοῦ Νεχαώ. Ἕως τούτου τὰ πάλαι διηγητὰ, καὶ λοιπὸν ἄρχεται τῆς κατ' Αἰγυπτίων ὁράσεως. Τὸ διάδηλον τῆς συμφορᾶς, ὅτι ἠσθένησαν ἐν τῇ παρατάξει. Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτῇ, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. Τουτέστι, τὴν δύναμίν σου, ἢ τὴν ἀσφάλειαν· ἐχρήσατο δὲ μεταφορᾷ. Σμίλαξ γὰρ ἄκανθά ἐστιν ἐπὶ πολὺ ἐκτεινομένη, ᾗ κέχρηνται μάλιστα ἐν τοῖς ἀγροῖς, οἱ φραγμοὺς ποιοῦντες, διὰ τὸ περιπλοκαῖς κεχρῆσθαι πολλαῖς, καὶ ἀσφαλῆ τὸν φραγμὸν ἐργάζεσθαι. Ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου· βοτάνη ἐστὶ πάντα κατατρώγουσα. Διατί ἔφυγεν ὁ μόσχος σου ὁ ἐκλεκτός; Ὡς πρὸς Ἰουδαίους λέγει. Μόσχον δὲ λέγει τὸν Αἰγύπτιον, ὡς ἰσχυρόν. Ἐπειδὴ τοιαύτην περὶ αὐτοῦ τὴν ὑπόληψιν εἶχον. Εἶτα ἡ αἰτία· Οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν. Οὐ γὰρ τῇ τοῦ Θεοῦ ἀποφάσει ἠδύνατο ἀντιστῆναι. Ὁ βασιλεύς σου, ἀληθέστερον δὲ ὁ θεὸς Αἰγυπτίων, ὁ Ἄπις· οὕτω γὰρ ἐκάλουν τὸν μόσχον, ἀχυροφάγον ὄντα καὶ Θεὸν νομιζόμενον. Ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλουν, καὶ εἶπον· Ἀναστῶμεν, καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. Τὸ, ἕκαστος, τουτέστι, τῶν συμμάχων. Ἵνα εἴπῃ· Ἔγνωσαν τότε μάτην ἐπικουροῦντες τῷ Αἰγυπτίῳ. Τὸ δὲ, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς, οὐκ ἄλλως [ἴσ. οὐ καλῶς] ἡρμήνευται. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Ἀπὸ μαχαίρας ὀξείας καὶ σφοδρᾶς. Ἔστιν δὲ κἀνταῦθα ἀπὸ τῆς ἐπωνυμίας ἡ ἐναλλαγὴ τῆς ἑρμηνείας. Τὸ γὰρ Ἰωάνναν σημαίνει Ἕλληνες, ἐπειδὴ ἀπὸ τούτου Ἴωνες. Τὸ δὲ ἰῶνα σημαίνει τὸ ὀξὺ καὶ τμητικόν. Ἀπὸ οὖν τῆς ὁμοιότητος, ἀντὶ τοῦ, Μαχαίρας ὀξείας, Μαχαίρας Ἑλληνικῆς ἡρμήνευσαν. Ὅρα; πῶς πάντα ἀκριβῶς διαγράφει, καὶ ἐνδιατρίβει ἀπὸ τοῦ σφόδρα θαῤῥεῖν. Καλέσατε τὸ ὄνομα Φαραὼ βασιλέως Αἰγύπτου, Σανωὲ, Ἐβηρὲ, Ἐλμοὴθ, καιρὸς παρεγένετο. Αἱ λέξεις αὗται εἰσὶ μὲν Ἑβραϊκαί. Ἑρμηνεία δέ πως εἶναι δοκεῖ τῶν λέξεων τό· Καιρὸς ἀπεγένετο. Τὸ γὰρ Σαὸν, ἦχον σημαίνει, οἱονεὶ, τὸ ἐξάκουστον, καὶ περίφημον. Τὸ δὲ Ἐβῆρ, παρῆλθες. Τὸ δὲ Ἐλμοὴθ, παραγέγονεν. Ἵνα οὖν εἴπῃ, ὅτι ὁ Φαραὼ ἐξάκουστος, καὶ πανταχοῦ τῇ δόξῃ βοώμενος, οὗτος τῆς προσούσης ἐξέπεσε τιμῆς, καὶ ἧκε τῆς κατ' αὐτοῦ ἀποφάσεως ὁ καιρός. Τὸ δὲ, Καλέσατε τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ τῆς θείας Γραφῆς ἰδίωμα, τὸ ὄνομα ἀντὶ πράγματος ἔλαβεν. Καιρὸς παρεγένετο, σὺν ταραχῇ ἦχος, παραχθέντα, ἤτοι περὶ συνθήκας ἀγνώμονα αὐτόν φησι γεγενῆσθαι. Ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει, οὕτως ἔσται μέγας, φησὶ, καὶ ἀχείρωτος. Ζῶ ἐγὼ, λέγει Κύριος, Βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ, ὅτι ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὁρίοις, καὶ ὡς Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει. Παραδείγματι τῆς συμφορᾶς τὸ πλῆθος ἐσήμανε. Βούλεται γὰρ εἰπεῖν, ὅτι ὡς ὁ Θαβώρ ἐστι μεταξὺ τῶν ὀρέων, καὶ ὁ Κάρμηλος περιέχεται ὑπὸ θαλάσσης, οὕτω καὶ ὑμεῖς περισχησθήσετε [ἴσ. περισχεθήσεσθε] τοῖς κακοῖς. Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικίας θυγατρὸς Αἰγύπτου. Τουτέστι, Παῦσαι πολεμοῦσα, καὶ μετοικίας λαβοῦσα σκεύη· ἀκολούθει τοῖς κρατοῦσιν· ἵνα εἴπῃ, ὅτι Μέτοικος γενήσῃ. Οὐκ ἔχει τις οὐ σώματος ἀσθένειαν, οὐκ ὀλιγότητα αἰτιάσασθαι. Ὡς μόσχοι σιτευτοὶ ἦτε, καθωπλίσθητε· οὐκ ἐν τῇ πόλει ἡμῶν ὁ πόλεμος. Πρότεροι ἐπήλθετε, ὡς ἀκρὶς ἦτε. *Δάμαλις καλὴ, κεκαλλωπισμένη, καλλίστη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ' αὐτήν. Κατὰ μὲν τὸ Ἑλληνικὸν δῆλον ὃ λέγει, ὅτι Ἡ ἰσχυρὰ καὶ κεκαλλωπισμένη αἰχμάλωτος ἀπαχθήσεται ὑπὸ Βαβυλωνίων. Ἔχει δέ τίνα ἐναργεστέραν τὴν ἔννοιαν ὁ Ἑβραῖος. Ἀντὶ γὰρ τοῦ, Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἥξει ἐπ' αὐτὴν, οὕτως ἔχει· Οἶστρος ἥξει ἐπὶ σέ. Εἶδος δὲ τοῦτό ἐστι ζώου πλήττοντος βοῦς, καὶ εἰς μανίαν ἄγοντος. Ἐπειδὴ τοίνυν δαμάλει παρείκασε τὴν Αἴγυπτον σφόδρα γενναίᾳ καὶ ἐπιτερπεῖ, οἴστρῳ παρείκασε τὸν Βαβυλώνιον, ἵνα δείξῃ τὸ ἀσθενὲς τῆς Αἰγύπτου, ἵνα εἴπῃ· Σὺ ἡ δοκοῦσα πολλὴν τὴν ἰσχὺν περιβεβλῆσθαι, ὑπὸ τῶν νομιζομένων ἀσθενῶν καθαιρεθήσῃ τὴν ἰσχύν. Διότι καὶ αὐτοί. Καὶ γὰρ τοῦτό φησι· Πόθεν οὖν ἡ ἧττα; ἢ δηλονότι παρὰ Θεοῦ· ὅτι τοσοῦτοι ὄντες ὡς ἀκρὶς εἰς πλῆθος, ἡττήθητε. Φωνὴ αὐτῶν ὡς ὄφεως. Τουτέστιν, ὀδυρόμενοι καὶ θρηνοῦντες. Ὅτι ἐν ἄμμῳ. Τουτέστιν οὐ βεβαίως. Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς. Ὁρᾷς παράδοξον τὴν ἧτταν, καὶ παρὰ προσδοκίαν τὴν νίκην· Μὴ φοβοῦ, ὅτι ἐπανάξω σε; λανθανόντως αὐτοῖς προλέγει, καὶ καλῶς, Μὴ φοβοῦ, ἐπειδὴ πλησίον ἦν. *Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν αὐτῆς, καὶ ἐπὶ Φαραὼ, καὶ ἐπὶ Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ τὰ ἑξῆς. Ἀμμωνῖται ὑπόσπονδοι ἦσαν Αἰγυπτίοις· ἐθάῤῥουν δὲ αὐτῶν σφόδρα τῇ συμμαχίᾳ, καὶ διὰ τιμῆς πάντα τὰ λοιπὰ ἔθνη ἐτύγχανον τῷ Αἰγυπτίῳ· διὰ τοῦτο τοίνυν τῆς Ἀμμὼν ἐμνημόνευσεν.