Ancient Greek · ~1 min
ΚΕΦΑΛ. Γʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Γʹ
Not analysed yet
Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Τὸν θαῤῥήσαντα εἰς σὲ μὴ προδῷς τοῦτο γὰρ θηριωδίας. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην. Μὴ γίνου ἐχθρὸς εἰκῆ· ἆρα ἔστιν εἰκῆ; ἔστι γὰρ δι' εὐσέβειαν. Διὸ καὶ Παῦλός φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες;