Ancient Greek · ~11 min
ΚΕΦΑΛ. Δʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Δʹ
Not analysed yet
Οἳ ἐδίδασκόν με. Ὁρᾷς ὡς οὐκ ἀπηξίου παρὰ τῆς μητρὸς ἀκοῦσαι τὰ πρακτέα; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰς τὰ πρακτέα πονηρόν τι παρὰ τῶν γονέων ἀκοῦσαι, πλὴν εἰ μή τινες εἶεν διάστροφοι. Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν. Οὐδὲν γὰρ ὄφελος τοῦ διδασκάλου, ὅταν ὁ διδασκόμενος μὴ προσέχῃ· καὶ καλῶς εἶπεν Ἐρειδέτω. Ἀναπαυέσθω, φησὶ, δεθήτω, μὴ ἀποχωρείτω, μηδὲ ἀποπηδάτω· ἢ ἐρεισθήτω, ἔρεισμα αὐτὸν ἀπόδειξον τῆς ψυχῆς. Ἐράσθητι αὐτῆς. Ἐπειδὴ καὶ οἱ ἔρωτες λύονται, ἀθάνατα, φησὶν, αὐτῆς ἐράσθητι, ἵνα ἀπήμονά σε τηρῇ· οὐ γὰρ ἔστι χωρὶς ἐπιθυμίας θερμῆς γενναῖόν τι κατορθῶσαι. Λέξαι ἐμοὺς λόγους. —Ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ἀνόνητον γὰρ τὸ ἀκούειν μὴ δεχθέντος λόγου· ὁδοὶ δὲ πολλαὶ αἱ ἀρεταὶ, αἳ εἰς μίαν ἄγουσιν ὁδὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός· ἢ ὡς ἂν εἴποι τις, Πάντα σοι ῥᾴδια ἔσται καὶ εὐχερῆ καὶ βατά· ἵνα ὅθεν ἂν θέλῃς, πορεύῃ, διὰ πλούτου, διὰ πενίας, διὰ δόξης καὶ ἀτιμίας· ὡς γὰρ εἴ τις ὢν ἀκατάπληκτος, ἢ πτερὰ λάβοι παρὰ τῆς φύσεως, οὐδεμίαν ὑποπτεύσει ὁδὸν, κἂν τραχεῖα, κἂν ἔρημος, κἂν ἐφεδρεύῃ τις λῃστὴς, ἢ τοιχωρύχος, οὕτως ὁ τῷ πτερῷ τῆς σοφίας κουφισθεὶς εὐμαρῶς δυνήσεται πανταχοῦ περιελθεῖν. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεται τὰ διαβήματά σου. Ἐὰν τρέχῃς, φησὶν, τῆς ἀρετῆς ἐν ἕξει γενόμενος, συγκλεισμὸν οὐχ ὑπομενεῖς, κώλυμα οὐδὲν ἕξεις, ἤτοι πέρας τῆς πράξεως, ὅπερ οὐδὲ ἐπὶ σοφίᾳ ἐστὶ, τῷ νεάζειν, καὶ κόρον μὴ λαμβάνειν τῆς προκοπῆς· ἐν μὲν γὰρ ταῖς λεωφόροις συμβαίνει πολλάκις, πολὺ μέρος ἀπελθόντας, ἀπαντῆσαι φάραγγα, τὴν εἰς τὸ πρόσω πορείαν ἡμῖν ἀποτέμνουσαν· ἢ καὶ συναντῆσαί τινι, καὶ ἀναδιδαχθῆναι ὡς οὐ καλῶς ὁδεύομεν, εἶτα ὑποστρέψαι· ἐν δὲ τῇ ἀρετῇ κώλυμα οὐδέν· πῶς δὲ ἔστι μὴ κοπιάσαι τρέχοντας, οὕτω καματηρὸν σῶμα περικειμένους; ὅπου γε καὶ τὸ τῆς βαδίσεως σύντονον μόνον ἠπειγμένον αἴτιον γίνεται πόνου· ὁ οὖν τρέχων τὴν τῶν ἀρετῶν ὁδὸν, κόρον οὐ λαμβάνει διὰ τὸ ἀεὶ τῷ ποθουμένῳ ἐγγίζειν. Ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί. Τὸ σκότος ἀεὶ πειρασμὸς καὶ κίνδυνός ἐστι. Ἀλλ' ὅμως ἐν κινδύνοις οὐκ ἀφίσταται τὸ φῶς, ἕως ἂν λύσῃ τῶν πειρασμῶν τὴν νύκτα. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Ἀντὶ τοῦ πολλῇ ἀσφαλείᾳ καὶ προσοχῇ, ἢ ἀντὶ τοῦ ἐν παντὶ καιρῷ· κατὰ τὸ, Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς, ἀσφάλιζε τὴν διάνοιαν, ὥστε μὴ δοῦναι παρείσδυσιν τῷ ἐχθρῷ· ἢ ἀντὶ τοῦ, καὶ ἀπὸ πραγμάτων, καὶ ἀπὸ ῥημάτων, καὶ ἀπὸ διανοιῶν· οὐ γὰρ διὰ τῶν πράξεων μόνον οἶδεν ὑποσυλᾶν ὁ ἐχθρὸς, ἀλλὰ καὶ διὰ λόγων· ἐκ γὰρ τῆς τοιαύτης φυλακῆς προσγενήσεταί σοι ζωή. Περίελε ἀπὸ σοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. Τοὺς διεστραμμένους λέγει λόγους, τοὺς μὴ εὐθεῖς, τοὺς μὴ ἀληθεῖς· ἄδικα δὲ χείλη τὰ καταλάλων, ἃ παραινεῖ μακρὰν ἀπώσασθαι, καὶ μηδ' ὅλως προσέχειν λέγουσιν, ἀλλ' ἀποφράττειν τὰ ὦτα. Καὶ γὰρ κἀκεῖνος μὴ ἔχων ἀκροατὴν, σιγήσει.