Ancient Greek · ~12 min
ΚΕΦΑΛ. Εʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Εʹ.1
Not analysed yet
Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. Τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς καὶ ματαίοις ῥήμασι μέλι ἐπαγγελλομένη, καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα. Ἥτις πρὸς ἡδονὰς καρδίας ὁμιλοῦσα, καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Γίνεται γὰρ τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων, εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ. Τῆς γὰρ ἀφροσύνης οἱ πόδες, κ. τ. λ. [ibid.] Οἱ γὰρ ἄφρονες, καὶ τῇ πλάνῃ συντρέχοντες, καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ' αὐτῆς κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην· ἣν ἀνωτέρω πόρνην εἶπε, νῦν ἀφροσύνην ἐκάλεσε. Ταύτην οὖν φησι ζῶντας εἰς τὸν ᾅδην κατάγειν τοὺς χρωμένους αὐτῇ δικαίους· τοὺς δὲ ἀδίκους, τεθνεῶτας· ᾗ, φησὶν, οἱ χρώμενοι, μετὰ θάνατον πρὸς τὸν ᾅδην κατάγονται· ᾅδης δὲ λέγεται παρὰ τὸ ἰδεῖν ἀηδῶς τὰ ἐκεῖσε ἅπαντα κολαστήρια, τοὺς καταβαίνοντας· τοὺς καὶ μετὰ θάνατον καταβαίνοντας εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυῒδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν, μηδὲ ἐγγίσῃς προθύροις, τουτέστι τῇ ποικιλίᾳ ὧν αὕτη περιεποιήσατο θεσμῶν. —Τὸ μὲν πηγὴν καλέσαι, τὴν ἀφθονίαν τοῦ πράγματος ἐνδείκνυται· τὸ δὲ αὐτῷ μόνῳ τὴν ἀπόλαυσιν ἐπιτρέψαι, τὴν ἡδονὴν ἐμφαίνει. —Ἀλλοτρίας ἀγκάλας φησὶ τοὺς πονηροὺς λογισμοὺς, ἐν οἷς οὐ δεῖ ἐγχρονίζειν ὡς συνέχοντας τὴν ψυχὴν, οὓς καὶ μὴ λανθάνειν τὸν καρδιογνώστην Θεόν. Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Κἂν μὴ ὁρᾷ, φησὶν, ὁ Θεὸς, ἀλλ' ἐνδιδούς σοι καιρὸν μετανοίας, οὐκ αὐτὸς τιμωρεῖται, ἀλλὰ σὺ σεαυτὸν ἐμβάλλεις εἰς τὰ τῆς ἁμαρτίας δίκτυα· σὺ σαυτῷ κατασκευάζεις τὰ δεσμά· μηδένα οὖν αἰτιῶ, μὴ Θεὸν, μὴ ἄνθρωπον· παρ' ἡμῖν τὰ κακά. Καλῶς εἶπεν ἀγρεύουσι, διὰ τὸ μὴ παρὰ πάντοτε τῶν ἁμαρτιῶν τὰς τιμωρίας ἐπάγεσθαι· οὐ πᾶσα δὲ ἁμαρτία σειρὰ λέγεται, ἀλλ' ἡ πλεκομένη μετὰ πράξεως ψεκτῆς καὶ γνώμης ἐπιλήπτου· ὁ γὰρ ἐπιθυμίαν τινὰ σχὼν, μὴ συζεύξας δὲ αὐτῇ τὴν ἐργασίαν τῆς ἁμαρτίας, ἁπλοῦν πάθος κέκτηται. Μὴ λάθῃς οὖν, φησὶ, σχοινοπλοκῶν κατὰ σαυτοῦ τῇ συνηθείᾳ τῆς ἁμαρτίας, καὶ ὡς θήραμα πρὸς τὴν ταύτης πρᾶξιν ἀγόμενος. Μηδένα οὖν αἰτιώμεθα παρ' ἡμῶν τὰ κακά· τούτοις αἰσχυνέσθωσαν καὶ Μανιχαῖοι· καὶ οὐχ ἁπλῶς δεσμεύονται, ἀλλὰ σφίγγονται, καὶ πρὶν ἢ προσαχθῆναι τῷ δικάζοντι, τιμωρίαν ἔδωκεν ἀπὸ τῆς συνειδήσεως. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων· ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ πιότητος ἐξεῤῥίφη. Ἀγρευθεὶς γὰρ παρανομίᾳ, καὶ γεγονὼς ἀπαίδευτος, ταυτὰ ἐκείνοις πείσεται· καὶ ὁ μετὰ φονέων γὰρ ἔχων τὴν μερίδα, φονεύς. Ὅρα δὲ πῶς πικρὸν φανῆναι ποιεῖ τὸν θάνατον, εἰπὼν μετὰ τίνων ἀπόλλυται· φρικτὸν γὰρ καὶ τὸ μετὰ πονηρᾶς δόξης ἀπελθεῖν· ἐπλήθυνε γὰρ αὐτὰς, φησὶν, ἡ παρανομία, ἢν πιότητα εἶπεν· ἀφ' ἧς καὶ γέγονε σὰρξ, ἐκ τῶν τῆς σαρκὸς ἔργων, καὶ ἔξω τῆς ζωῆς ἐν ᾗ διεσώζετο. Καὶ ἀπώλετο δι' ἀφροσύνην, οὐ δι' ἐπιθυμίαν· εἶχε γὰρ τῆς ἐπιθυμίας ἀπόλαυσιν νόμιμον τὴν ἰδίαν γυναῖκα· ὥστε μηδεὶς αἰτιάσθω τὴν φύσιν, ἀλλὰ τὴν ἀμετρίαν τὴν οἰκείαν· τοῦτο δὲ οὐ τῆς φύσεως.