Ancient Greek · ~17 min
ΚΕΦΑΛ. ΙΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΑʹ.1
Not analysed yet
Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου. Ἀπροσπαθὲς γὰρ ἡμῖν βούλεται εἶναι τὸ διακριτικόν· καὶ γὰρ ἡ ἡμετέρα κρίσις, ζυγός ἐστι τῶν πραγμάτων. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία. Οὐ περὶ τῶν ὑβριζομένων, ἀλλὰ περὶ τῶν ὑβριζόντων φησί· διὰ τί; ἐκεῖνοι γάρ εἰσιν ἠτιμωμένοι· οὐχ ὁ κακῶς ἀκούων, οὐδὲ ὁ πάσχων, ἀλλ' ὁ ποιῶν· πάντες γὰρ ἐκεῖνον ἀπελαύνουσιν, ἅτε κοινὴν ὄντα λύμην· ἢ ὕβριν λέγει τὴν ὑπερηφανίαν· ὁ μὲν γὰρ ὑπερήφανος, ἄτιμος· ὁ δὲ ταπεινὸς, ἔντιμος καὶ σοφός. Τούτου γὰρ πρώτου δεῖται ἡ σοφία. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς. Ἤλπιζε τὰ παιδία γενέσθαι καλά· ἤλπιζε μεγάλων ἐπιτεύξασθαι· ἢ εἰς τὴν ἀνάστασιν ἡμᾶς ὁ λόγος παραπέμπει· ἢ ὅτι εἰς τὰ ἔκγονα· ἢ ὅτι πάντων ἀπολαύσας, ἀπολαύσεται καὶ τῶν μελλόντων· ἢ ὅτι τῆς δόξης καὶ μετὰ θάνατον ἀπολαύει. Ἀνὴρ δίγλωσσος, κ. τ. λ. Τὸν δολερόν φησιν ἐνταῦθα, τὸν οὐκ ἀληθῆ· ὃς λέγων, ὃ μὴ ἔχει κατὰ ψυχὴν, τῆς ἑκάστου διανοίας ἐν συνεδρίῳ πεῖραν λαμβάνει. Ὁ δὲ πιστὸς πνοῇ ἤτοι ἀπὸ βάθους καρδίας, οἰκονομῶν τοὺς λόγους αὑτοῦ ἐν κρίσει, τὰ μὲν πρὸς τὸ συμφέρον λέγει, τὰ δὲ σιωπᾷ. Οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. Οὐδὲ τοῦ πλούτου ἀπάγει, ὃν μᾶλλον ἔχει ὁ ἐνεργὴς τοῦ ὀκνηροῦ· ἢ καὶ νοητῶς· ὁ μὴ τῷ πνεύματι ζέων, ἀλλ' ὀκνηρὸς τῇ σπουδῇ, πλούτου πνευματικοῦ ἐπιδέεται. Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ ἄφρονι κάλλος. Τίνος οὖν ἕνεκεν ἐν τούτῳ τῷ ζώῳ ἤγαγε τὸ παράδειγμα, καὶ οὐχ ἕτερον ἔλαβε ζῶον; Ὅτι καθάπερ ἡ ὗς τούτῳ μάλιστα τῷ μέρει τοῦ σώματος τὸν βόρβορον ἀνακινοῦσα, τὸν χρυσοῦν ἐκεῖνον διαφθείρει κόσμον, οὕτω καὶ ἡ γυνὴ καταισχύνει τὴν εὐμορφίαν. Τίνος οὖν ἕνεκεν γέγονε καλή; καὶ οὐ λέγει τίνος ἕνεκεν γέγονεν ἄφρων; Συγχωρεῖ ὁ Θεὸς καὶ ταῖς ἀνοήτοις γυναιξὶ γίνεσθαι καλαῖς, ἵνα ἡ φρονίμη καὶ συνετὴ μὴ θαυμάζῃ τὸ κτῆμα, ἀλλ' ἐπαισθήσεται τοῦ ὄντος καλοῦ. Συνεχώρησε καὶ τοῖς ἄφροσι γενέσθαι πλουσίοις, ἵνα ὁ φρόνιμος εἰδῇ τὸ ἐνδεὲς, ἵνα μὴ περὶ ταῦτα ἐπτοημένος ᾖ, ἀλλ' ἐκεῖνο διώκῃ τὸ καὶ ταῦτα ποιοῦν καλά. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες, οἳ πλείονα ποιοῦσιν· εἰσὶ δὲ οἱ συνάγοντες τὰ ἀλλότρια, οἳ ἐλαττοῦνται. [Ibid.] Ἴδοις σκορπισμὸν, προσόδου ὑπόθεσιν· καὶ συναγωγὴν ἐλαττουμένην· εἰ δὲ εἰσὶ τινὲς, οἷς τοὐναντίον συμβαίνει, σύμφημι, ὅτι οὐκ ἐπὶ πάντων τοῦτο συμβαίνει· ὥστε μὴ ἀναγκαστὴν εἶναι τὴν ἀρετήν. Εἰ γὰρ ἐποίησε πάντας τοὺς πλεονεκτοῦντας πένητας, καὶ πάντας τοὺς ἐλεήμονας πλουσίους, ὡς ἀνάγκης οὔσης, πάντες ἐπέτρεχον· ἀλλ' οὔτε τὸ πᾶν ἐποίησεν, ἵνα μὴ ἀνάγκη ᾖ· οὔτε τὸ πᾶν εἴασεν, ἵνα μὴ πολέμους ἐγείρῃ. Ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν. Θέλων δεῖξαι τὸ τοῦ πράγματος δεινὸν, καὶ ἀρᾷ κέχρηται· οἷον μὴ ἀπόναιτο αὐτοῦ, ἀλλὰ πολεμίοις ἀπολίποιτο· οὕτω καὶ Παῦλος· Ὄφελον, καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς· καὶ οἱ Ἰουδαῖοι σῖτον ἔχοντες τὴν παλαιὰν Γραφὴν καὶ συνέχοντες αὐτὴν, ὑπελίποντο αὐτὴν ἡμῖν τοῖς ἔθνεσιν· ἦρται γὰρ ἀπ' αὐτῶν ἡ βασιλεία. Ἢ τὴν κοινὴν τροφὴν λέγει· εἰ δὲ εἰκότως λιμὸν πραγματεύῃ καὶ ἐμπορεύῃ, καὶ τὸν μὲν Θεὸν παρακαλεῖς ποιῆσαι εὐετηρίαν, αὐτὸς δὲ λιμὸν κατασκευάζεις, οὐδὲν τούτου πονηρότερον. Ὁ τιμιουλκῶν γὰρ σῖτον δημοκατάρατος. Ἐνταῦθα οὐχὶ ἀναίρεσις, ἀλλὰ ἀρά· τουτέστιν ἀπολίποιτο τοῖς πολεμίοις. Οὗτος ἀνατελεῖ. Ἢ ὅτι φῶς γίνεται· οἷον, ἐκεῖνος μὲν ἀποθανεῖται, μὴ καρπωσάμενός τι τῶν αὐτοῦ· ὁ δὲ, φῶς ἔσται, σπείρων ἐν τῷ νῦν αἰῶνι, ἐλπίδι τοῦ μέλλοντος· ἢ τὸ ἀνατελεῖ, ἀντὶ τοῦ βλαστήσει· εἰ δὲ ἐκεῖνος, πολλῷ μᾶλλον τὰ γεννήματα αὐτοῦ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς· ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. [Ibid.] Καρπὸς δικαιοσύνης, τὸ τέλος τῆς ἀρετῆς, ἐξ οὗ φύεται δένδρον ζωῆς· ἄωροι δὲ οὐ τῇ ἡλικίᾳ, ἀλλὰ τῇ ἐργασίᾳ, μὴ ἔχοντες καρπὸν ὥριμον· οὐ πολλάκις ταῦτα γίνεται· διὰ τί, ὁ μὲν πρὸς γῆρας λιπαρὸν ἀπήντησεν, ὁ δὲ ἐν προθύροις ἀνηρπάσθη τῆς ζωῆς; Μάθωμεν τὴν αἰτίαν, καὶ μὴ ἀπορῶμεν. Τί οὖν; ὅτι τὸ ἐναντίον συμβαίνει, ἵνα μὴ ἀναγκαστὴ ἡ ἀρετὴ ᾖ. Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Πρόσεχε ὅτι μακρὸς ὁ βίος, πολὺ τὸ μόνιμον τῆς ζωῆς, πολλαὶ αἱ ἐπιβουλαί· οὐ γὰρ δὴ τοῦτό φησιν, ὅτι μετὰ τὸ κατορθῶσαι· πλὴν εἰ καὶ τοῦτο λέγῃ, καλῶς λέγει· εἰ γὰρ ἐξέτασις γένηται τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ καὶ τῶν ἡμετέρων, τίς ἐνώπιον αὐτοῦ δικαιωθήσεται, κἂν αὐτοῦ τοῦ ἡλίου καθαρώτερός τις ᾖ; Εἴη δ' ἂν δίκαιος μὲν, ὁ πρακτικός· ἀσεβὴς δὲ, ὁ Θεὸν μισῶν· ἁμαρτωλὸς, ὁ περὶ τὰς πράξεις πονηρός.