Ancient Greek · ~29 min
ΚΕΦΑΛ. ΙΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΒʹ.1
Not analysed yet
Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, κ. τ. λ. Ὁ τὴν ἠθικὴν παίδευσιν ἀγαπῶν, γνώσεώς ἐστιν ἐραστὴς τῆς γυμναζούσης τὰ αἰσθητήρια πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· ὁ δὲ ἀποστρεφόμενος τὴν ἐπίγνωσιν, διὰ παντὸς ἀγνοεῖν βουλόμενος, ἀφραίνει. Ὥσπερ γὰρ ὁ μὴ θέλων θεραπευθῆναι, νοσώδης γίνεται, οὕτω καὶ οὗτος ἄφρων. Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ· ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. Τὸ, κρείσσων, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθός ἐστι· τίς γὰρ πρὸς τὸν παράνομον σύγκρισις, τοῦ παρὰ Κυρίῳ χάριν εὑρίσκοντος; Τὸ δὲ παρασιωπηθήσεται, ἀντὶ τοῦ οὐδὲ λόγου ἀξιωθήσεται, παρὰ τῷ Κυρίῳ δηλονότι. Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου. Ὅρα πῶς ποτὲ μὲν ἀπὸ τῆς τοῦ Θεοῦ ψήφου, ποτὲ δὲ ἀπὸ τῆς τῶν ἀνθρώπων πραγμάτων ἐνάγει· ἐξ ἀνόμου οὐδὲν κατορθώσει· ἐν ἀνομίᾳ πάντα διεστραμμένα. Γυνὴ ἀνδρεία, στέφανος τῷ ἀνδρὶ αὐτῆς, κ. τ. λ. Συνεχῶς λέγει καὶ τὰ καλὰ καὶ τὰ ἐναντία κεῖσθαι ἐν ταῖς γυναιξὶν, ἐπειδὴ διηνεκοῦς ἰατρείας δεῖται. Μέλλων οὖν ἄγεσθαι γυναῖκα, μὴ βίου κοινωνὸν ζήτει μόνον, ἀλλὰ καὶ ἀρετῆς· οὐκ ἔστι γὰρ γυναικὸς διεφθαρμένης, τὸν ἄνδρα μὴ συναπόλλυσθαι· ὥστε ἀρετὴν ζήτει, μὴ χρήματα· ἡ μὲν καλὴ, στέφανος δόξης γενήσεται ἀνδρικὴ οὖσα· ἡ δὲ φαύλη παραπλησίως σκώληκι ἐν αὐτῇ καθημένη τῇ καρδίᾳ, ἠρέμα καὶ κατὰ μικρὸν διαφθείρει· καὶ τὸ τοῦ δεινοῦ χαλεπώτερον, οὐδὲ ὁρωμένη τοῖς ἔξωθεν, ἀλλ' ἔνδον τὸν ἰὸν ἐναφίησι, καὶ δαπανᾷ τὴν ἀθλίαν ψυχήν. Ἢ καὶ ἄλλως· ἡ μὲν ἀρετὴ τὸν ἑαυτῆς κοσμεῖ ἡ δ' αὖ κακία, τὸν κακὸν ἐφύβριστον ἔτι ποιεῖ. Λογισμοὶ δικαίων κρίματα· κεκριμένοι γάρ εἰσι καὶ ἁπλοῖ· ἢ ὅτι πάντοτε Θεοῦ κρίματα καὶ ἐντολὰς μελετῶσιν οἱ δίκαιοι· ἢ κρίματα ἐργάζονται κατὰ νοῦν πάντοτε· κάθηται γὰρ κριτὴς ὁ νοῦς ἡμῶν, κρίνων ἑκάστην ἀρετὴν μετὰ τῆς ἀντιδιατιθεμένης αὐτῷ κακίας· καὶ τὴν μὲν καταδικάζει, τὴν δὲ δικαιοῖ. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ. Ἐπειδὴ πολλοὶ τὴν ἐργασίαν οὐχ ὡς ἐπίπονον φεύγουσι μόνον, ἀλλὰ καὶ ὡς αἰσχρὰν, πρῶτον μὲν ἔπεισεν αὐτοὺς πρὸς τὸν μύρμηκα τοὺς ἀνθρώπους ὁρᾷν, νῦν δὲ καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν· τί λέγεις; ἀτιμία τὸ πρᾶγμά ἐστιν; καὶ πόσῳ βέλτιον, ἀτιμίαν ἢ λιμὸν ὑπομένειν; διὰ τί γὰρ ἀτιμία; μὴ ἑτέρῳ δουλεύεις, οὐχὶ σεαυτῷ; κἂν μυρίοις δουλεύῃς, οὐκ ἐκείνοις δουλεύεις ἀλλὰ σεαυτῷ· εἰ μὴ γὰρ σεαυτὸν ἀπαλλάξαι ἐσκόπεις λιμοῦ [ita cod.] ,οὐδ' ἂν ἐποιήσω λόγον ἐκείνων· ὥστε σὺ καρποῦσαι τὸ κέρδος τῆς δουλείας· οὐκοῦν ἑαυτῷ δουλεύεις. Οὐχ ὁρᾷς τοὺς στρατιώτας; ἕκαστος τούτων ἑαυτῷ δουλεύει· καὶ ὁ χειροτέχνης. Μὴ τοίνυν ἀγανάκτει· σὺ σαυτοῦ δεσπότης εἶ, καὶ οὐχ ἕτερός τις. Οὐχ ὁρᾷς τοὺς πένητας οὐδενὶ δουλεύοντας; ἄρα κἀκεῖνοι ἑαυτοῖς δουλεύουσι· ποία δὲ τιμὴ, ὅταν ἄρτου προσδέονται; Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ. Φιλανθρωπίας γυμνάσιον γὰρ, τὸ ἐν τοῖς ἀλόγοις ἐθίζεσθαι τὴν πρὸς τὸν ὁμόφυλον συμπάθειαν· ὁ γὰρ ἐλεῶν ταῦτα, πολλῷ πλέον ἀδελφόν· ἄλλως δὲ κτήνους δίκην, καὶ οἱ τὴν φύσιν νωθρότεροι· οὓς οἰκτείρων, διδάσκει καὶ ὠφελεῖ· δικαιοσύνη δὲ ματαία ἐστὶ, τὸ περὶ τὰ μηδὲν ὠφελοῦντα πτοῆσθαι. —Τί λέγεις; ὁ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ; Ναί· καί γε ἐνταῦθα, πολλὴν χρὴ τὴν φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἵνα ἐγγυμναζώμεθα πρὸς τὸν ὁμόφυλον· ἐπεὶ οὐχ ἁπλῶς ἐκέλευσεν ὁ Θεὸς, καὶ τὰ καταπίπτοντα συνδιεγείρειν, καὶ τὰ πεπλανημένα ὑποστρέφειν, καὶ τὸν βοῦν μὴ φιμοῦν· πάσης δὲ φειδοῦς ἡμᾶς εἶναι βούλεται τοῖς ἀλόγοις· πρῶτον μὲν, δι' ἡμᾶς αὐτούς· δεύτερον δὲ, ἵνα καὶ ἐπὶ τὰς σωματικὰς ἡμῖν ὑπηρεσίας ἀρκῇ· ὅμως τὸ αὐτὸ καὶ φιλανθρωπίας γυμνάσιον καὶ θεραπείας· ὁ γὰρ τὸ ἀλλότριον ἐλεῶν, πολλῷ μᾶλλον τὸ οἰκεῖον; ὁ τὸν διακονούμενον, πολλῷ μᾶλλον τὸν ἀδελφόν. Ἀλλ' ἐκεῖνό σοι χρείαν τὴν ἀπὸ τῆς διακονίας παρέχει, οὗτος δὲ ποίαν; πολλῷ μείζονα, τὴν ἀπὸ Θεοῦ. Ὁρᾷς δουλείαν οἵαν δουλεύομεν τοῖς κτήνεσι, καὶ οὐχ ἡγούμεθα ἀτιμίαν; οὐ γὰρ ἐκείνοις δουλεύομεν, ἀλλ' ἑαυτοῖς. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων· οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν. Πρὸς γεωργικὸν καὶ φιλόσοφον προτρέπεται βίον, καὶ τὴν μετὰ δικαιοσύνης ἐργασίαν· ἡ γὰρ ἀργία τὴν κακίαν εἰσήνεγκεν· ἀποδιώκειν δὲ μάταιά ἐστι, τὸ περὶ τὰ μηδὲν ὀνοῦντα διεπτοῆσθαι. Τί γὰρ, φησὶν, εἰ ἀργὸς μὲν ἦς, τὰ δὲ καλῶς συλλεγόμενα κακῶς ἐκφορεῖς, μεθύων ἢ γαστριζόμενος; Οὐκ εἶπεν, Ἐργάζου καὶ πλεονέκτει· καλὸν ἡ ἐργασία ἡ μετὰ δικαιοσύνης. Ἀπὸ καρποῦ στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν. Μὴ νομίσῃς ἐν τοῖς ἔργοις εἶναι μόνον τὴν ἀρετὴν, καὶ ἐν λόγοις τὸ πλέον ἐστίν· ἀπὸ γὰρ καρποῦ διανοίας ἀγαθῆς, λόγος ἀγαθός· λόγου δὲ ἀγαθοῦ καρπὸς, πρᾶξις ἀρετῆς, ἀγαθῶν ἐμποιητική· ὁ λόγος τῆς ἀνδρείας ψυχῆς εἰς ἀρετὴν ἄγων ἀγαθὸς, καὶ ἀγαθῶν ἐμποιητικός. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ὁ μωρὸς νομίζεται ἄληπτος εἶναι· δύο κακὰ, καὶ τὸ μωρὸς εἶναι, καὶ τὸ ἁμαρτάνοντα μὴ νομίζειν ἁμαρτάνειν· ὥσπερ γὰρ ὁ διεστραμμένος νομίζει ὀρθὰ βλέπειν, καὶ ὁ τὰς αἰσθήσεις βλαβεὶς νομίζει σωφρονεῖν· οὕτω τοῦτο πρῶτον τιμωρίας τεκμήριον, τὸ καὶ τὴν αἴσθησιν ἀνῃρῆσθαι· διὰ τοῦτο οὐδὲ συμβουλίας δέχεται. Εἰσακούει συμβουλίας σοφός. Τουτέστιν ὁ σοφίας ἀρξάμενος· ὥστε τοῦτο, ὃ νομίζεις φρονήσεως εἶναι τὸ μηδενὸς ἀκούειν, μωρίας ἐστίν· ὃ δὲ νομίζεις μωρίαν εἶναι, τοῦτο σοφίας, τὸ δεῖσθαι ἑτέρου. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν ἑαυτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος. Τουτέστιν ὁ μικρόψυχος καὶ κοῦφος, ἀκαρτέρητός ἐστιν, οὐ φέρει τὸν θυμὸν, φανεροῖ τὴν ὀργὴν αὑτοῦ εὐθέως ἐκ μικροψυχίας· ὁ δὲ φρόνιμος κἂν ὀργίλος ᾖ, συγκαλύπτει ἐν ἑαυτῷ τὴν ὀργήν· ἡ γὰρ ἀτιμία τὴν ὀργὴν δηλοῖ· Γλῶσσαν ἔχει ἄδικον. Ὁρᾷς καὶ ἐκεῖ γλῶσσαν καὶ ἐνταῦθα· ἀλλ' οὐκ ἴσα τὰ ἀπ' αὐτῆς· ἀλλ' ἐκεῖ μὲν φάρμακα, ἐνταῦθα δὲ τραύματα· τί τούτου γένοιτ' ἂν ἐναντιώτερον; Ὁρᾷς μὴ ἐν φύσει τὸ κακὸν, ὁπόταν ἡ χρῆσις ἐφ' ἑκάτερα φανερὰ ᾖ; Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον. Ὥσπερ δὲ οὐκ ἀρέσκει τῷ δικαίῳ οὐδὲν ἄδικον, οὕτως οὐδὲ τῷ ἀδίκῳ τὸ δίκαιον· οὐκ ἄρα παρὰ τὴν φύσιν τῶν πραγμάτων μόνον, ἀλλὰ καὶ παρὰ τὴν κρίσιν τῶν δικαιουμένων τὰ κακά· μή μοι λέγε, ὅτι ὁ δεῖνα ἐσκανδαλίσθη, ὁ δεῖνα ἀπιστεῖ· παρὰ γὰρ αὐτῶν ταῦτα πάντα, οὐ παρὰ τῶν πραγμάτων· ὥσπερ γὰρ, κἂν φανῇ ὁ ἥλιος, καὶ οὕτως οὐδὲν πλέον τῷ νοσοῦντι τὰς ὄψεις, οὕτως κἂν φανερὰ ἀλήθεια ᾖ, κέρδος οὐδὲν τῷ τὴν ψυχὴν διεστραμμένῳ. Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως. [Ibid.] Πᾶσα γὰρ ἡ αἴσθησις αὐτοῦ διὰ τὴν σύνεσιν αὐτοῦ ἐν αὐτῷ ἀναπαύεται· τουτέστιν ἀνάπαυσις, καθέδρα, ἐναναπαύεται αὐτῷ, οὐκ ἀναχωρεῖ, ἐμβασιλεύει δὲ αὐτῷ· ἢ ὅτι κεφάλαιόν ἐστι καὶ βασιλεία τῆς αἰσθήσεως ἡ σύνεσις· ἢ ἐκ τοῦ ἐναντίου, ὁ πάντα συνιεὶς, κληθείη ἂν θρόνος αἰσθήσεως· ὥσπερ ἐκ τοῦ ἐναντίου θρόνος ἀνομίας λέγεται· ἀραῖς δὲ συναντῶσιν οἱ ἄφρονες· τὴν γὰρ ὑπὸ κατάραν οὖσαν βαδίζουσιν ὁδόν. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. [Ibid.] Ἐπεὶ οὐδὲν εὐπορώτερον ἀρετῆς, οὐδὲν δυνατώτερον, οὐδὲν εὐμηχανέστερον. Ἢ χεῖρα τὴν πρᾶξιν λέγει τῶν ἁγίων, οἳ κατεξουσιάζουσι τοῦ κόσμου· οἱ δὲ μὴ ἀγαθοὶ ἄνδρες αἰχμαλωτισθήσονται ὑπὸ δαιμόνων. Φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου. Ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. [Ibid.] Ταράσσει μὲν ὁ περὶ τῶν ἐν νόμῳ κολάσεων λόγος· περὶ δὲ τῶν ἐν Εὐαγγελίοις ἐπαγγελιῶν ἀκούων εὐφραίνεται. Ὅρα πρὸς ἑκάτερα χρήσιμον· κἂν ἀγαθόν τι περὶ τῶν πέλας ἀκούσῃ, οὐ βασκαίνει, ἀλλὰ συγχαίρει· κἂν πονηρόν τι περὶ ἑαυτοῦ καταστέλλεται, τάξιν ἔχει καὶ ἡ ὀδύνη αὐτοῦ καὶ ἡ χαρά· ἐπὶ δὲ τῶν ἀσεβῶν, τοὐναντίον· ἔνθα μὲν γὰρ ὀδυνᾶσθαι χρὴ ἐπὶ τοῖς φοβεροῖς λόγοις, καταφρονοῦσιν· ἔνθα δὲ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τήκονται, ἐναντία πάσχοντες πάθη. Οὐκ ἐπιτεύξεται δόλιος θήρας. Ἐπεὶ θηρευτής ἐστι καὶ ἁλιευτὴς ἡμῶν ὁ λογισμὸς, ὁ οὖν δόλιος ὢν οὐκ ἐπιτυγχάνει τῆς θήρας τῶν ἐναντίων λογισμῶν, ἀλλ' αὐτὸς θηρεύεται ὑπ' αὐτῶν.