Ancient Greek · ~17 min
ΚΕΦΑΛ. ΙΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΓʹ.1
Not analysed yet
Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὅρα πρώτους ἡμᾶς καρπουμένους τὰ καλὰ, καὶ τὴν βλάβην αὖθις περιτρεπομένην εἰς ἡμᾶς· φυλάσσει μὲν γὰρ ὃς οἶδε λέγειν τό· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου· προπετεύεται δὲ χείλεσιν, ὁ μὴ νοῶν, ἃ λέγει, μηδὲ περὶ τίνων διαβεβαιοῦται. [Ibid.] Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός. Ὁ γὰρ τοιοῦτος, κἂν πάνυ εὔπορος ᾖ, διαφθείρει τῇ ἀργίᾳ τὸν πλοῦτον· ἢ παρ' ὅσον τὸ ἔργον παρασχολεῖ τὴν διάνοιαν τῶν περισσῶν ἐπιθυμιῶν· οἱ δὲ ἐπιμελούμενοι τῶν ὄντων, καὶ τὰ οὐκ ὄντα τοῖς οὖσιν προσηύξησαν. Εἰσὶν οἱ πλουτίζουσιν ἑαυτοὺς, μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Ἄρα οὔτε πλοῦτος, ἀλαζονίας ὑπόθεσις· οὔτε πενία, ταπεινοφροσύνης· ἢ πλουτίζουσιν οἱ δοκησίσοφοι. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος. Τί λέγεις; τί ποιεῖς, οὕτως ἐπαίρων τὰ χρήματα; Πρῶτον μὲν οὐχ ἁπλῶς ἅπαντα τὸν πλοῦτον ἔφησεν, ἀλλὰ τὸν ἴδιον τὸν ἐκ δικαίων πόνων· οὐκ οὖν πονηρὸν ἡ πτωχεία· ἢ τοῦτό φησιν, ὅτι τῷ πτωχῷ ἴσως οὐδὲ ἀπειλῆσαί τις ἂν ἕλοιτο· τὸν γὰρ οὐκ ἔχοντα, πόθεν ἄν τις φοβήσειεν; Ὥστε ἀπράγμων οὗτος ὁ βίος ἔστιν· ἢ πλοῦτον ἴδιον τὴν δικαιοσύνην φησὶ, ἥτις ῥύεται ἐκ θανάτου· οὐχ ὑφίσταται δὲ ἀπειλὴν, ἤτοι τὴν περὶ κολάσεως προαναφώνησιν, ὁ πτωχεύων ταῖς ἀρεταῖς. Κρείσσων ὁ ἐναρχόμενος βοηθεῖν τοῦ ἐξαγγελλομένου καὶ εἰς ἐλπίδας ἄγοντος. Παιδεύει πανταχοῦ μὴ προπετεῖς εἶναι ῥήμασι, καὶ μήτε Θεῷ ἁπλῶς ἐπαγγέλλεσθαι μήτε ἀνθρώποις, ἀλλὰ δι' ἔργων τοῦτο ποιεῖν, καὶ μὴ ῥήμασι διαλύεσθαι· ἢ ὅτι, Ταχὺ ἄρχου ἀρετῆς, καὶ μὴ μέλλε· καλὸν γὰρ ἐνάρχεσθαι ἀγαθῆς πράξεως, καὶ μὴ ἐλπιδοσκοπεῖν. Ὁ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Ὡς ὁ φοβούμενος τὸν Θεὸν ποιεῖ τὸ θέλημα αὐτοῦ, οὕτως ὁ φοβούμενος ἐντολὴν τηρεῖ αὐτήν· ὁ δὲ καταφρονῶν τοῦ Θεοῦ, καταφρονεῖ τῶν ἐντολῶν αὐτοῦ· ὑγιαίνει δὲ ψυχὴ τηροῦσα τὴν ἐντολὴν τὴν θείαν. Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά· ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. Ὁρᾷς ὅσον κακὸν ἡ θρασύτης, ὅτι οὐδὲ βασιλέα ὠφελεῖ; καί τοι παρὰ τίνος ἐκεῖνος πείσεται δεινὸν, ὁ πάντας ἔχων ὑφ' ἑαυτῷ; ἴδε καὶ ὅσον ἀγαθὸν τὸ ἐναντίον· ῥύσεται γὰρ, φησὶν, αὐτὸν ὁ σοφός τις ἀγγέλλων καὶ συμβουλεύων· ἤγουν αὐτὸς ἑαυτὸν ῥύσεται, σοφὰ τοῖς ἀντιπάλοις ἀγγέλλων καὶ πρεσβευόμενος· ἄγγελος δὲ σοφὸς, τουτέστιν ὁ σοφὰ συμβουλεύων αὐτῷ. Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. Οὐ μικρὸν ἄρα ἡ συνδιατριβὴ ἡ μετὰ τῶν τοιούτων· οὐχ ἁπλῶς δὲ τὸ κοινωνεῖν πορείας· τάχα καὶ τοῦτο ὠφελεῖ· ἀνάγκη γὰρ πολλὰ μαθεῖν καὶ ἐκ τούτου· οὐκ εἶπε γὰρ, ὁ συνὼν, ἢ ὁ συγγινόμενος ἐπὶ πλεῖστον, ἀλλὰ καὶ ὁ μόνης βαδίσεως κοινωνήσας μεγάλα καρπώσεται, φησίν· εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον βάδισις μικρὰ, καὶ ὥστε συνεχῶς τοῦτο γίνεσθαι· ἐπὶ δὲ τῶν ἀγνωμόνων τοὐναντίον. Ἁμαρτάνοντας καταδιώξεται κακά. [Ibid.] Τὸ καταδιώξεται, τὸ ταχὺ τῆς ἀντιδόσεως παρίστησιν, ὡς μηδὲ ἀναβάλλεσθαι· κακὰ δὲ, τὰ κακωτικὰ, ἃ ὡς βραδύτερα καταδιώκει τοὺς ἁμαρτάνοντας· τὰ δὲ ἀγαθὰ ὡς ταχύτερα καταλήψεται τοὺς δικαίους· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. Τὸ κληρονομήσει, οὐ τοῦτό φησι, τὸ παῖδας κληρονομεῖν· τοῦτο γὰρ ἔσχατον ἀρὰ, ἀλλὰ τοὐναντίον ὅτι παραπέμψει τὸν πλοῦτον τοῖς ἐξ αὐτοῦ, καὶ καταλείψει πρὸς διαδοχήν· ὁ δὲ τῶν ἀσεβῶν οὐχὶ τοῖς τέκνοις, ἀλλὰ τοῖς δυναμένοις χρῆσθαι καλῶς παραπέμπεται· ἢ οὕτως· ὁ νοῦς πατὴρ, ἀγαθοὺς γεννῶν λογισμούς· οὗτοι δὲ πραγμάτων ὁμοίων γεννητικοί. Ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. [Ibid.] Τοῦτο πρὸς τοὺς φιλοτέκνους εἶναι δοκοῦντας, οὐκ ὄντας δέ· ὥστε οὐ τὸ μὴ φείδεσθαι, ἀλλὰ τὸ φείδεσθαι μισεῖν ἐστιν· οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι· μὴ τέκνα· ψιλὸς γὰρ λόγος οὐκ ἐπιτίμησις· οὐχὶ ὁ Ἡλεὶ χαλεπωτάτην δέδωκε δίκην ταύτης ἕνεκεν τῆς προφάσεως; Ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. Οὐχ ἁπλῶς, ἀλλ' ἐπιμελῶς· ἐπειδὴ γὰρ ἡ φύσις κελεύει φείδεσθαι, τὸ ἄμετρον ἀναιρεῖ· οὐ γὰρ διὰ τοῦτο ἐντέθεικέ σοι τὴν φιλοστοργίαν, ἵνα βλάπτῃς τοὺς φιλουμένους, ἀλλ' ἵνα αὐτῶν φροντίζῃς· περίελε τοίνυν τὸ φίλτρον τὸ ἄκαιρον. «Δίκαιος ἐσθίων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ. Καὶ μὲν οἱ προφῆταί φασιν· Ἐφύτευσας αὐτοὺς, καὶ ἐρριζώ θησαν, ἀλλ' οὐ διαπαντὸς οὐδὲ διηνεκῶς· πολλὴ γὰρ τῶν ἀσεβῶν ἡ κατάπτωσις. Πῶς δὲ οὐ πάντες κολάζονται, οὐδὲ πάντες τιμῶνται; ἵνα δι' ἑαυτὴν ᾖ ἡ ἀρετή· ἢ ὁ λόγοις τρεφόμενος θείοις, ἐμπιπλᾶται ὧν οἱ ἀσεβεῖς ἐν ἐνδείᾳ.